← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§22.9-23.22

理智通过部分或作为圆进行思想之反驳

索福尼亚斯反驳了理智如感觉般通过不同的点领会不同的被思想者的观点,随后根据有限与无限分割的论证否定了理智通过部分进行思想的假设。此外,他指出即便理智作为整个圆圈通过触碰来思想,亦无法思想不可分的对象,且将沦为可感觉的圆形大小。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.3#5

οὕτω μὲν καὶ τὸ δεύτερον λείπεται ζητῆσαι, μήποτε ὡς ἡ αἴσθησις, οὕτω τοι καὶ ὁ νοῦς ἄλλῳ σημείῳ ἄλλου νοητοῦ ἀντιλαμβάνεται.1 ἀλλ’ εἰ τοῦτο, πάλιν οὐ καθ’ ὅλον ἑαυτὸν πάντα νοήσει. οὐ τοῦτο δὲ ἡ ἐνάργεια ὑπαγορεύει· οὐ γὰρ δὴ ψυχὴν μὲν τυχὸν ἐθέλοντες νοῆσαι τόδε τὸ μόριον τοῦ νοῦ κινοῦμεν, ἄγγελον δ’ ἄλλο, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. πῶς δ’ ἂν καὶ ἐπ’ αἰσθήσεως ἐφίστανεν ὁ νοῦς,2 ὡς ὀφθαλμὸς μὲν χρωμάτων, ἀκοὴ δὲ ψόφων καὶ ἄλλη αἴσθησις ἄλλων αἰσθητῶν ἀντιλαμβάνεται; ἔτι τὰ διαφόρων ἀντιλαμβανόμενα καὶ αὐτὰ κατ’ οὐσίαν διάφορα εἶναι ἀνάγκη. διάφορα ἄρα κατ’ οὐσίαν τὰ σημεῖα ἔσονται. τίς δὲ διαφορὰ οὐσιώδης σημείου πρὸς σημεῖον οὐδὲ πλάσσειν βουλομένοις ῥᾴδιον; οὕτω μὲν οὖν κατὰ σημεῖον τὸν νοῦν νοεῖν τῶν ἀδυνάτων ἐστίν. εἰ δὲ κατὰ μόρια γίνοιτο ἡ νόησις, ἢ ἀρκεῖ πάλιν ἓν τῶν μορίων εἰς νόησιν ἢ οὐκ ἀρκεῖ. εἰ μὲν οὖν ἓν μόριον τὸ νοοῦν, εἴη περιττὴ ἡ τῶν ἄλλων εἰσαγωγή· τοῦτο γὰρ ἔσται νοῦς. ἄλλως τε αὐτὸ τοῦτο τὸ μόριον ζητήσομεν, πότερον καθ’ ὅλον ἐφαπτόμενον τοῦ νοητοῦ νοεῖ ἢ κατὰ μόριον, καὶ ἥξουσιν οἱ πρότερον λόγοι. ἀλλ’ ὑποκείσθω νοεῖν καθ’ ὅλον· τίς οὖν τῶν λοιπῶν χρεία; εἰ δὲ μὴ καθ’ ἓν μόριον ἡ νόησις γένοιτο, ἐπεὶ ἐνδέχεται καὶ εἰς πεπερασμένα διελεῖν πᾶν μέγεθος καὶ εἰς ἄπειρα, εἰς πεπερασμένα μέν, ὅταν εἰς ἴσα κατὰ ποσὸν διαιρεθείη οἷον εἰς δακτυλιαῖα ἢ πηχυαῖα (πᾶν γὰρ πεπερασμένον καταμετρεῖται ὑπὸ παντὸς πεπερασμένου), εἰς ἄπειρα δέ, ὅταν εἰς ἄνισα ἢ εἰς τὰ αὐτὰ κατὰ λόγον, καὶ διεξοδεύηται δι’ ὅλου διχοτομούμενον (ἐπ’ ἄπειρον γὰρ ἡ διχοτομία πρόεισι, διὰ τὸ ἀεὶ μὲν εἰς μέγεθος γίνεσθαι τὴν τομήν, πᾶν δὲ μέγεθος συνεχὲς εἶναι, πᾶν δὲ συνεχὲς διαιρετόν), εἰ μὲν οὖν εἰς πεπερασμένα γένοιτο ἡ τομή, ἤτοι ἕκαστον πάντα νοήσει, ἢ οὐκ ἄλλως νοεῖ, εἰ μὴ πάντα θίγῃ, ἢ τινὰ τινῶν· καὶ τὰ αὐτὰ ἐροῦμεν πάλιν ἅπερ καὶ πρότερον. ὁμοίως δὲ καὶ εἰ ἄπειρα τὰ μόρια ὑπόκειται, τοῖς αὐτοῖς οἷς καὶ ἐπὶ τῶν σημείων λόγοις χρησόμεθα. καὶ πρὸς τούτοις εἰ ἱκανὸν θιγεῖν ὁτῳοῦν τῶν μορίων, τί δεῖ κύκλῳ κινεῖσθαι ἢ ὅλως μέγεθος ἔχειν; καὶ ἱσταμένου γὰρ ἀντιλήψεται. εἰ μὲν οὖν κατὰ μόριον ὁπωσδήποτε νοεῖν ὑποτεθείη, τοσαῦτα ἄτοπα ἀπαντᾷ· εἰ δ’ ἀναγκαῖον νοῆσαι ὅλῳ τῷ κύκλῳ θιγόντα, ἴδωμεν εἰ ἐνδέχεται καὶ τίς ἡ τοῖς μορίοις θίξις· εἰ γὰρ οὐ πρότερον νοεῖ, πρὶν ἐκπεριέλθοι ὁ κύκλος, τί ποιεῖ ἕκαστον μόριον; εἰ γὰρ μὴ νοεῖ περιερχόμενα τὰ μόρια, ἡ δὲ τοῦ ὅλου κύκλου θίξις κατὰ μόρια γίνεται, οὐδ’ ὅλως ἂν νοήσοι· οὐ γὰρ ἄλλῳ τινὶ ἐφάπτεται τοῦ νοητοῦ ἢ τοῖς ἑαυτοῦ μέρεσι. λείπεται λέγειν ὡς ἕκαστον μὲν τῶν μερῶν μέρος γινώσκει τοῦ νοητοῦ, ὁ δὲ ὅλος κύκλος τὸ ὅλον. τίς δ’ ἂν εἴη τῶν μερῶν πρὸς τὰ ἀμερῆ θίξις; πῶς γὰρ νοήσει τὸ μεριστὸν ἀμερεῖ, ἢ τὸ ἀμερὲς πῶς νοηθήσεται μεριστῷ; εἰ γὰρ μὴ οἷά τέ ἐστι τὰ μέρη τὸ ὅλον νοεῖν, ἄνευ δὲ τῆς τῶν μερῶν νοήσεως τὸ ὅλον οὐ νοεῖ (ἡ γὰρ ἄθροισις τῆς τῶν μερῶν νοήσεως ἡ τοῦ ὅλου ἐστὶ νόησις), οὐδὲν ἀμερὲς ἂν δύναιτο νοεῖν· ὥστε οὐ νοήσει τὸ νοητὸν ἀμερὲς ὂν αὐτὸς ὢν μεριστός. ἔτι εἰ ἑκάστῳ μορίῳ μέρος νοεῖ, τὸ ὅλον νόημα σύνθετον ἔσται. πῶς οὖν νοήσει τὸ ἁπλοῦν νόημα; ἅπαν γὰρ οὕτω νόημα σύνθετον ἔσται. ἀλλὰ μὴν ἁπλοῦ νοήματος μὴ ὄντος οὐδὲ σύνθετον ἔσται. ἀναιρεθήσεται ἄρα καὶ νοῦς νοήματος μὴ ὄντος. ἔτι δὲ ἀναγκαῖον, ὃν ἄνω καὶ κάτω κύκλον περιάγομεν καὶ νοῦν εἶναι λέγομεν, τυγχάνειν αἰσθητὸν καὶ μερικόν, ἀλλὰ μὴ καθόλου μηδὲ κοινόν. εἰ γὰρ νοῦ μὲν κίνησις νόησις, κύκλου δὲ περιφορά, καὶ νοῦς ἂν εἴη κύκλος, οὗ ἡ τοιαύτη περιφορά. αἰσθητοῦ δὲ ἡ περιφορά· τὰ γὰρ καθόλου ἀκίνητα. καὶ ὁ νοῦς ἄρα κύκλος αἰσθητός. ἔτι ἀεὶ δή τι νοήσει· δεῖ γάρ, εἴπερ ἀΐδιος ἡ περιφορά. ἡ γὰρ ὁμοία καὶ ὡσαύτως ἔχουσα περὶ τοῦ αὐτοῦ τινός ἐστι. δεήσει οὖν τοιοῦτον εἶναι τὸ νοούμενον, ὃ οὐδέποτε νενοημένον ἔσται.3 τί οὖν τοῦτό ἐστιν; οὐδὲ γάρ ἐστιν ἄπειρος νόησις· τῶν γὰρ γνώσεων αἱ μὲν πρακτικαὶ αἱ δὲ θεωρητικαί, ἄμφω δὲ πεπερασμέναι.

这样,就还剩下考察第二种可能性:理智是否正如感觉一样,亦通过这一个点领会这一个被思想者,通过另一个点领会另一个。但如果是这样,它就再次不会依照其自身整体来思想一切。而明晰的事实所指示的并非如此;因为我们显然不会譬如在想要思想灵魂时推动理智的这一个部分,而在[思想]天使时推动另一个部分,对于其余事物亦同样如此。再者,既然眼睛领会颜色,听觉领会声音,其他感觉领会其他感觉对象,理智又如何能够统摄感觉而明察这一点呢?此外,领会不同之物的东西,其自身在本质上也必然是不同的。因此,诸点在本质上将是不同的。然而,点与点之间究竟有什么本质差异,这即便是对于想要虚构它的人来说亦非易事。因此,依照这种方式,理智通过点来思想乃是不可能的事情之一。 另一方面,如果思想是通过诸部分产生的,那么在诸部分中,要么同样是一个部分对于思想而言就已足够,要么是不够的。如果思想者是一个部分,那么引入其他部分就是多余的;因为这一个部分就将是理智。此外,关于这同一个部分本身,我们将探究它是以其整体触及被思想者而思想,还是通过部分来思想,于是先前的论证又将重新出现。不过,假定它是以整体来思想;那么其余部分又有什么必要呢?但如果思想不是通过一个部分产生的——既然任何大小都既能够分割为有限的部分,亦能够分割为无限的部分:分割为有限的部分,是在它被分割为数量上相等的部分时,例如分割为一指宽或一肘长时(因为一切有限之物都被一切有限之物所度量);分割为无限的部分,是在它被分割为不相等的部分,或分割为按比例相同的部分,并通过二等分贯穿全体进行时(因为二等分会走向无限,乃因切分总是发生在大小之中,而一切大小都是连续的,一切连续之物都是可分的)——,那么,如果切分是切为有限的部分,要么每一个部分都将思想一切,要么除非所有的部分都触碰否则就不思想,要么某些部分思想某些事物;而我们将再次陈述与先前完全相同的论点。同样,如果假定诸部分是无限的,我们也将使用与在诸点上相同的论证。除此之外,如果通过任何一个部分触碰就已足够,那又何须作圆周运动或全然具有大小呢?因为即便静止着,它亦会领会。 因此,如果假定以任何方式按部分来思想,就会面临如此多的荒谬;但如果必须通过整个圆圈触碰来思想,让我们看看这是否可能,以及通过诸部分的触碰究竟是什么。因为如果圆圈在完全巡回之前并不思想,那么每一个部分究竟在做什么?因为如果巡回的诸部分并不思想,而整个圆圈的触碰又是通过诸部分产生的,那么它就根本不会思想;因为除了通过它自身的诸部分之外,它并不通过任何其他东西触及被思想者。剩下的唯有说:诸部分的每一个认识被思想者的一部分,而整个圆圈认识整体。然而,诸部分对无部分之物的触碰又会是什么呢?因为可分之物如何通过无部分之物来思想,或者无部分之物又如何能被可分之物所思想?因为如果诸部分不能思想整体,而若没有诸部分之思想,整体便不能思想(因为诸部分之思想的汇聚乃是整体之思想),那么它就不能思想任何无部分之物;从而,既然它自身是可分的,它就不会思想无部分的被思想者。 再者,如果它通过每一个部分思想一个部分,那么整个思想就将是复合的。那么它又如何思想单纯的思想呢?因为照此看来,每一个思想都将是复合的。然而,若没有单纯的思想,亦就不会有复合的思想。因此,若没有思想,理智亦将被取消。 此外,我们翻来覆去谈论且称其为理智的圆圈,必然是可感觉的且是个别的,而非普遍的或共有的。因为如果理智的运动是思想,而圆圈的运动是旋转,那么具有此种旋转的圆圈就将是理智。而旋转乃属于可感觉之物(因为普遍者是不动的)。因此,理智亦将是一个可感觉的圆圈。 再者,它无疑将始终思想某物;因为若旋转是永恒的,这就必然如此。因为相同且处于同一状态的运动乃是关涉同一事物的。因此,被思想的对象必须是这样一种东西:它永远不会是已被思想〔完毕〕的。那么这究竟是什么呢?因为思想亦不是无限的;在诸认知之中,有些是实践的,有些是观照的,但两者都是有限的。

语法注3 条
  1. 2.1.3μήποτε ὡς ἡ αἴσθησις, οὕτω τοι καὶ ὁ νοῦς ἄλλῳ σημείῳ ἄλλου νοητοῦ ἀντιλαμβάνεται

    μήποτε 引导由 ζητῆσαι 统辖的间接审慎疑问从句(“是否可能……”)。它将前一分块末尾所列三项选择中的第三项(类比于不同感觉的分别知觉)作为剩下的“第二个”探讨论题提出。

  2. 2.1.3πῶς δ’ ἂν καὶ ἐπ’ αἰσθήσεως ἐφίστανεν ὁ νοῦς

    ἐφίστανεν 出自动词 ἐφιστάνω / ἐφίστημι(“主管”、“统摄”或“反思”),统辖介词短语 ἐπ’ αἰσθήσεως。与 ἄν 连用,它质问理智若自身亦分散于各点之中,又如何能够作为统摄感觉的高阶认识机能而明察各感觉器官的职分。

  3. 2.1.3ὃ οὐδέποτε νενοημένον ἔσται

    由将来时系词 ἔσται 与完成时被动分词 νενοημένον 构成的迂回将来完成时结构。它表达了归谬结论:若旋转是永恒的且无止境地思想同一事物,则被思想的对象就必须是“永远不会是已被思想〔完毕〕的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:22.9-23.22