← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§20.35-22.9

对理智具有空间大小说的反驳

索福尼亚斯反驳了理智具有空间大小的学说,主张思想的连续性类似于数的相继承续而非广延的大小。他进一步通过推演假定理智作为圆圈或点触碰被思想者时必然导致的种种荒谬后果(如无限次思想、无法整合判断得出推论等),对该理论进行了彻底的驳斥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.3#4

ὁ δὲ νοῦς εἷς καὶ συνεχὴς οὕτως ὥσπερ καὶ ἡ νόησις (νοῦ γὰρ ἐνέργεια νόησις), ἡ δὲ ὥσπερ τὰ νοήματα· ταῦτα δὲ τῷ ἐφεξῆς ἕν, ὥστε καὶ ὁ νοῦς οὕτως ἔσται δήπου συνεχὴς ὡς ἀριθμός, οὐχ ὡς μέγεθος· ἢ γὰρ ἀμερὴς ἢ οὐχ ὡς μέγεθός τι συνεχής. τοσοῦτον γὰρ ἀπέχομεν τοῦ συνεχὲς ἢ ὅλως μέγεθος λέγειν τὸν νοῦν, ὥστε καὶ διωρισμένον αὐτὸν φαῖμεν ἂν εὐλογώτερον. οὐ γὰρ δήπου πάντα ἅμα νοεῖ ὥσπερ ὁ πρώτιστος καὶ ἐξῃρημένος τοῦ παντὸς νοῦς ἅπας γενητός,1 ἀλλ’ ἀχρόνως μέν, ἐπειδὴ μὴ ἐν χρόνῳ αὐτῷ τὸ εἶναι, ἐφεξῆς δὲ ὡς ὁ ἀριθμός· ἥδε γὰρ ἡ πρότασις μετὰ τήνδε καὶ μετ’ αὐτὴν ἑτέρα. ἐπεὶ γὰρ οὐ πρὸς τὸ ἔξω ἡ ἐνέργεια αὐτοῦ ἀποτείνεται, ἀλλ’ ἐν αὑτῷ ὁρῶν πάντα ὁρᾷ τῷ πάντων εἶναι ἐν αὑτῷ τοὺς λόγους καὶ πλήρωμα χρηματίζειν εἰδῶν, τῷ μὲν ὅλως πλείονα εἶναι τὰ νοήματα εἴη ἂν οἷον ἀριθμός, τῷ δὲ ταῦτα ἐφεξῆς εἶναι εἴη ἄν ταύτῃ συνεχής. ἔτι πῶς ἂν καὶ νοήσειε μέγεθος ὤν; πότερον καθ’ ὅλον ἢ ἐν ὁτῳοῦν τῶν μορίων αὐτοῦ; μορίων δ’ ἤτοι κατὰ μέγεθος ἢ κατὰ στιγμήν, εἰ δεῖ καὶ τοῦτο μόριον εἰπεῖν. εἰ γὰρ ὁ νοῦς κύκλος ὢν τῷ κινεῖσθαι ἐφάπτεται τοῦ νοητοῦ καὶ ταύτῃ νοεῖ (μέγεθος γὰρ ὢν οὐκ ἂν ἄλλως γνώσαιτο), ἀνάγκη πᾶσα ἢ τῷ ὅλῳ κύκλῳ καὶ ἀθρόᾳ τῇ θίξει νοεῖν ἢ κατὰ μέρος· καὶ εἰ κατὰ μέρος, ἢ κατὰ μόριον ἢ κατὰ σημεῖον ἐφαπτόμενος· καὶ εἰ κατὰ σημεῖον, ἤτοι καθ’ ἓν ἢ οὐ καθ’ ἕν. εἰ μὲν οὖν καθ’ ἓν σημεῖον νοεῖ μόνον, περιττὰ τὰ ἄλλα· τίς οὖν χρεία τῆς κύκλῳ κινήσεως ἢ ὅλως μεγέθους; εἰ γὰρ ὁ νοῦς τῷ νοεῖν εἶναι λέγεται, τὸ δὲ ἓν σημεῖον μόνον νοεῖ, τοῦτο ἂν εἴη νοῦς. εἰ δὲ μὴ καθ’ ἓν σημεῖον μόνον νοεῖ, ἤτοι κατὰ πλείονα ἢ κατὰ πάντα νοήσει. τὸ μὲν οὖν κατὰ πλείονα νοεῖν ἀποκληρωτικόν· κατὰ πόσα γὰρ καὶ διὰ τί τοσαῦτα; καὶ πάλιν τὰ λοιπὰ περιττὰ ἔσται. εἰ δὲ κατὰ πάντα τὰ σημεῖα νοεῖ, τριχῶς ἔσται· ἤτοι γὰρ ἕκαστον αὐτῶν πάντα τὰ νοητὰ νοήσει, ἢ δεῖ πρὸς ἕκαστον τῶν νοητῶν τῆς πάντων συμπνοίας καὶ οὐκ ἄλλως νοήσει τι, εἰ μὴ πάντα τὰ σημεῖα, ταὐτὸν δ’ εἰπεῖν ὁ κύκλος ἅπας ἐφάψηται, ἢ τῷδε μὲν τόδε νοεῖ, ἄλλῳ δὲ ἄλλο καὶ ἑξῆς ὁμοίως, ὥσπερ τυχὸν ὁρατῶν μὲν ὄψις, ἀκουστῶν δὲ ἀκοὴ καὶ ἄλλη τῶν αἰσθήσεων ἄλλου τινὸς τῶν αἰσθητῶν. εἰ μὲν οὖν ἕκαστον ἅπαντα νοεῖ, ἄπειρα δὲ τὰ σημεῖα, πολλάκις ἢ ἀπειράκις νοήσει τὸ αὐτό. νῦν δὲ φαίνεται καὶ ἅπαξ ἐνδεχόμενον· δυνατὸν γάρ τι προσάπαξ νοήσαντα μηκέτι νοῆσαι ἢ ἐπιλαθόμενον ἢ μηκέτι τῇ διανοίᾳ προχειρισάμενον. εἰ τοίνυν ἐνδέχεται μὲν ἅπαξ τι νοῆσαι, ἕκαστον δὲ τῶν σημείων πάντα νοεῖ καὶ τῇ τοῦ κύκλου περιφορᾷ ἀεὶ ἐφάπτεται, ἀνάγκη τὸ αὐτὸ καὶ ἀπειράκις νοεῖν, εἴπερ ἀίδιος ἡ περιφορά. ἄλλως τε εἰ ἄπειρα τὰ σημεῖα, τὰ δὲ ἄπειρα ἐκπεριελθεῖν ἀδύνατον, οὐδέποτε καθ’ ὅλον ἑαυτὸν ὁ νοῦς νοήσει, ἀλλὰ τὸ αὐτὸ νοητὸν τὸ μέν τι αὐτοῦ τοῦ νοῦ νοήσει, τὸ δὲ οὐ νοήσει. καὶ τοῦτο μὲν οὕτως· εἰ δὲ δεῖ καθ’ ἕκαστον νοητὸν τῆς πάντων θίξεως, τί ποτε ἕκαστον ἐποίησε θιγόν; δῆλον γὰρ ὡς ἕκαστον ἔδρασέ τι· τίς οὖν ἡ καθ’ ἕκαστον ἀντίληψις; εἰ δέ τις εἴποι ὡς ἐπὶ συλλογισμῶν, ὅτι τὸ μὲν τῆσδε ἐφάπτεται τῆς προτάσεως, ἄλλο δὲ ἄλλης, ἡ δὲ πάντων περίοδος τὸ συμπέρασμά ἐστιν καὶ οἷον τὸ ὅλον νοητόν, τοῦτό ἐστιν ἡ τελεία νόησις, οὐκ ἐρεῖ καλῶς. εἰ γὰρ τὸ μὲν τήνδε νοεῖ τὴν πρότασιν τὸ δὲ τήνδε, τί τὸ κρῖνον καὶ λέγον ὅτι ἥδε τῆσδε ἑτέρα ἐστίν; ὅμοιον γὰρ ὡς εἰ τοῦ μὲν ἐγὼ τοῦ δὲ σὺ αἴσθοιο.2 καὶ τί τὸ ἐκ πασῶν ὡς ἓν συνάγον συμπέρασμα; δεῖ γὰρ τὸ αὐτὸ πάσας ἐγνωκέναι, ἵν’ εἴπῃ ὅτι ἐκ τῶνδε τόδε συνάγεται. τὸ γὰρ ἐφαψάμενον τῆσδε τῆς προτάσεως οὐ γνώσεται τὴν ἑτέραν πρότασιν, ἧς ἕτερον σημεῖον ἐφήψατο, ἢ ἡ ἑτέρα ὑπόθεσις γενήσεται3 καὶ πάντα πάντων ἀντιλήψεται. ἔτι ἐπειδὴ τῶν προτάσεων ἑκάστη ἔστι τις καὶ ἀπόφανσις, δῆλον ἄρα, ὅταν τὴν πρότασιν ἀπόφανσιν νοῇ, ὡς ὅλον τι νοήσει μηδὲν δεόμενον τῆς τῶν ἄλλων σημείων θίξεως. ἔτι εἰ τὰ μὲν σημεῖα ἄπειρα, ὡς ἀνωτέρω ἐλέγετο, δεῖ δὲ εἰς τὸ νοῆσαί τι τῆς τῶν ἀπείρων θίξεως, τὰ δ’ ἄπειρα ἐν πεπερασμένῳ χρόνῳ διελθεῖν τῶν ἀδυνάτων ἐστίν, οὐδέποτε νοήσει.

理智是一且连续的,正如思想是一且连续的一样(因为思想乃是理智的现实活动),而思想又如同诸观念一样;这些观念因相继承续而为一,因此理智无疑亦将如数一般连续,而非如大小一般;因为理智要么是无部分的,要么不是作为某种大小而连续。因为我们距离把理智称为连续的或全然的大小是如此之远,以至于我们甚至更有理由称其为离散的。因为绝非每一个生成的理智都如同最第一且超越全宇宙的理智那样同时思想一切,而是无时间性地——既然它的存在不在时间之中——但又如数一般相继承续地思想;因为这一个前提命题在那一个之后,而在这之后又是另一个。因为它的现实活动不是伸展向外,而是通过一切事物的理念(理则)都在其自身之中,并作为诸形式的充盈而起作用,从而在自身之中观照并观照一切,所以因诸观念总体而言为多数,它可能如数一般,而因这些观念相继承续,它亦可能在此意义上是连续的。再者,它若是大小,又究竟如何能够思想?是在整体上思想,还是在其自身的任何一个部分之中思想?而部分要么是按大小而言的部分,要么是按点而言的部分(如果这也应当被称为部分的话)。因为如果理智是一个圆圈,通过被推动而触及被思想者,并以此方式思想(因为既然是大小,它便不能以其他方式认识),那么就全然必须要么由整个圆圈并以一并的触碰来思想,要么按部分来思想;若是按部分,要么通过大小上的小部分来触碰,要么通过点来触碰;若是通过点,要么通过一个点,要么不通过一个点。如果它仅通过一个点思想,其余部分就是多余的;那么圆周运动或全然的大小又有什么必要呢?因为如果理智被说成是因思想而存在,而唯独这一个点在思想,那么这一个点便将是理智。但如果它不是仅通过一个点思想,它就将要么通过若干点,要么通过所有的点来思想。然而,认为通过若干点来思想是随意的;因为究竟是通过多少个点,又为何恰恰是这么多?而且其余的点又将是多余的。但如果它通过所有的点来思想,这就会有三种方式:要么它们中的每一个都思想所有的被思想者,要么对于每一个被思想者都需要所有点的一致协同,且除非所有的点——换言之即整个圆圈——都触碰到,否则就无法思想任何东西;要么通过这一个点思想这个,通过另一个点思想另一个,依此类推,正如视觉关涉可见物,听觉关涉可听物,其他感觉关涉感觉对象的其他某物一样。因此,如果每一个点都思想一切,而点又是无限的,那么它就将多次甚至无限次思想同一个东西。但事实上,一度〔思想某物〕看来也是可能的;因为人在一度思想了某物之后,可能因遗忘或不再在推理性思维中将其调出而不再思想它。既然一度思想某物是可能的,而每一个点都思想一切,并在圆圈的旋转中始终触碰,那么如果旋转是永恒的,无限次思想同一事物亦就是必然的了。再者,如果点是无限的,而遍历无限之物是不可能的,理智就绝不能按照其自身整体来思想,而是对于同一被思想者,理智自身的某部分会思想,某部分则不会思想。这一点便是如此。但如果对于每一个被思想者都需要所有点的触碰,那么每一个点在触碰时究竟做了什么?因为显然每一个点都起到了一定作用;那么依照每一个点的领会又是什么?如果有人像在三段论中那样说:这一个点触及这一个前提命题,另一个点触及另一个,而所有点的周回运动即是结论,且有如整个被思想者,而这就是完全的思想,那么他就说得不对了。因为如果这一个点思想这一个前提命题,另一个点思想那一个,那么判定并言说这一个不同于那一个的东西又是什么?因为这就好比我感觉这一个,而你感觉另一个一样。而从所有前提中作为一个整体得出结论的又是什么?因为同一个东西必须认识所有的前提,以便言说由这些前提得出了这一结论。因为触及这一个前提命题的点不会认识另一个点所触及的另一个前提命题,否则就会导致另一种假设,即所有的点领会所有的事物。再者,既然诸前提命题的每一个本身亦是某种陈述判断,那么显然,当它把该前提命题作为陈述判断来思想时,它就会思想某个整体,而丝毫不需要其他各点的触碰。再者,正如上面所说,如果诸点是无限的,且为了思想某物需要触碰这些无限的点,而要在有限的时间内遍历无限之物乃是不可能的事情之一,那么它就绝不可能思想。

语法注3 条
  1. 2.1.3ἅπας γενητός

    修辞性倒装(hyperbaton)。在分句“οὐ γὰρ δήπου πάντα ἅμα νοεῖ ὥσπερ ὁ πρώτιστος καὶ ἐξῃρημένος τοῦ παντὸς νοῦς ἅπας γενητός”中,“ἅπας γενητός”(每一个生成的[理智])是动词“νοεῖ”的真正主语,却被置于比较从句“ὥσπερ...”之后。它与句首的“οὐ γὰρ δήπου”呼应,构成全称否定结构:“绝非每一个生成的理智都……”。

  2. 2.1.3ὅμοιον γὰρ ὡς εἰ τοῦ μὲν ἐγὼ τοῦ δὲ σὺ αἴσθοιο

    由“ὅμοιον[ἐστί]ὡς εἰ...”构成的比况假设结构。属格“τοῦ μέν”和“τοῦ δέ”受支配属格的感知动词“αἴσθοιο”支配(“好比我感觉这一个,而你感觉另一个”)。此处生动地说明,若理智的不同点分别感知不同的前提,感知主体就会分裂,从而无法形成同一个推论主体。

  3. 2.1.3ἢ ἡ ἑτέρα ὑπόθεσις γενήσεται

    连词“ἤ”在此表示与前文相反的转折假定,意为“否则”。“ἡ ἑτέρα ὑπόθεσις”(另一种假设)指代前文列出的三项选择中的第一项,即“每一个点都思想所有的被思想者”(ἕκαστον αὐτῶν πάντα τὰ νοητὰ νοήσει)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:20.35-22.9