- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:19.16-20.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚斯概述了柏拉图《蒂迈欧篇》中关于宇宙灵魂生成与几何构造的记述,并通过指出几何学上的荒谬及其与理智本性的不合,批判了将灵魂视为空间性大小与圆周运动的字面理解。
ἴδωμεν δὲ καὶ ἃ ἐν τῷ Τιμαίῳ περὶ τῆς τοῦ παντὸς ὁ αὐτὸς φυσιολογεῖ ψυχῆς· ταὐτὰ γὰρ τῷ Δημοκρίτῳ καὶ εἴ τις ἄλλος εἴρηκε τῷ κινεῖσθαι κινεῖν κἀκεῖ φανείη διοριζόμενος· πλὴν ὅσον οἱ μὲν ὥσπερ ἐν εἱρκτῇ τῷ σώματι κατακλείουσιν, ὁ δὲ περιπλέκει· συνεστηκυῖαν γὰρ ἐκ τῶν στοιχείων καὶ μεμερισμένην κατὰ τοὺς ἁρμονικοὺς ἀριθμούς,1 ὅπως αἴσθησιν καὶ σύμφυτον ἁρμονίαν ἔχῃ καὶ τὸ πᾶν φέρηται συμφώνους φοράς, τὴν εὐθυωρίαν σχίσας εἰς δύο κύκλους κατέκαμψε καὶ διελὼν ἐκ τοῦ ἑνὸς κύκλου δύο δισσαχῇ συνημμένους ἑτέρους κύκλους πάλιν τὸν ἕνα διεῖλεν εἰς ἑπτὰ κύκλους, ὡς οὔσας τὰς τοῦ οὐρανοῦ φορὰς τὰς τῆς ψυχῆς κινήσεις. δεῖ δὲ εἰς σαφήνειαν καὶ τὴν λέξιν παραθέσθαι τὴν ἐν Τιμαίῳ, συντεμόντας ὅσον ἐνδέχεται· λαβὼν γάρ, φησίν, ὁ θεὸς οὐσίαν καὶ ταυτότητα καὶ ἑτερότητα τὰ τῶν ὄντων στοιχεῖα, καὶ οὐσίαν οὐ τὴν τυχοῦσαν, ἀλλὰ τὴν μέσην τῆς τε ἀμερίστου ἀεὶ καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης καὶ τῆς περὶ τὰ σώματα μεριστῆς, εἶτα συγκεράσας πάντα ἐξέτεινε καὶ ἐποίησεν εὐθεῖαν καὶ ταύτην αὖ κατέτεμεν εἰς ἁρμονικοὺς ἀριθμούς, λέγω δὴ εἰς μονάδα καὶ δυάδα καὶ τριάδα καὶ τετράδα καὶ τὸν θ’ καὶ ηʹ καὶ κζʹ ἀριθμόν, ὧν ἐφεξῆς μὲν τῶν περιττῶν ἰδίᾳ τιθεμένων καὶ αὖ πάλιν τῶν ἀρτίων2 ἡ γεωμετρικὴ ἀναλογία γενήσεται. καὶ σχίσας μετὰ τοῦτο κατὰ μῆκος εἰς δύο εὐθείας τὴν μίαν, εἶτα συνάψας χιοειδῶς ἀλλήλαις ἀνέκλασε καὶ ἐποίησε κύκλους δύο, τὸν μὲν μείζονα τὸν δὲ ἐλάττονα, καὶ τὸν μὲν ἔξω τὸν δὲ ἔσω, συναπτομένους ἀλλήλοις κατὰ δύο σημεῖα, καὶ ἐκίνησε τὸν μὲν ἔξω ἐπὶ τὰ δεξιά, ἐπὶ τὰ ἀριστερὰ δὲ τὸν ἔσω, καὶ ἐπεφήμισε τὸν μὲν ἔξω κύκλον ταὐτοῦ, τὸν δὲ ἔσω θατέρου· καὶ τὸν μὲν ἔξω ἕνα εἴασε καὶ ἄσχιστον, τὸν δὲ ἐντὸς σχίσας ἑξαχῇ ἐποίησεν ἑπτὰ κύκλους ἀνίσους, διπλασίονι καὶ τριπλασίονι λόγῳ ὑπερέχοντας ἀλλήλων· καὶ τοὺς μὲν τρεῖς ἴσους τῷ τάχει τῆς κινήσεως ἐποίησε, τοὺς δὲ λοιποὺς τέτταρας ἀνίσους τῇ κινήσει καὶ ἀλλήλοις καὶ τοῖς τρισί· καὶ τοῦτο εἶναι τὴν τοῦ παντὸς ψυχήν. εἶτα μετὰ τοῦτο, φησί, πᾶν τὸ σωματοειδὲς τοῦ κόσμου ἐντὸς ἐναπέκλεισε καὶ συναρμόσας τὴν ψυχὴν ἐκ τοῦ μέσου διέπλεξε μέχρι τοῦ ἐσχάτου οὐρανοῦ καὶ κύκλῳ αὐτὸν ἔξωθεν πάντα περιεκάλυψε. καὶ τὰ μὲν τῆς ἐν Τιμαίῳ ψυχογονίας σχεδὸν οὕτως ἔχει. εἰ μὲν οὖν ἄλλο τι παρὰ τὰ κείμενα δίδωσιν ἐννοεῖν ἡ περὶ τοῦ ἀνδρὸς δόξα, καὶ συμβολικήν τινα τὴν περὶ ψυχῆς θεωρίαν πεποίηται (ἔσται γὰρ ἴσως τοῦτο, εἴ τις εἰς αὐτὸν ὅλον ἀπίδοι Πλάτωνα), τάχ’ ἄν τις ἀπαντήσοι θεραπεία καὶ τὸ εἰκὸς ἔχει τὰ εἰρημένα· ὅσον δ’ οὖν τῷ φαινομένῳ ἥκιστά γε τὰ τοιάδε περὶ ψυχῆς προσήκει. διὰ ταῦτα οἱ μὲν ἔλεγχοι ἀναγκαῖοι οὐ πρὸς Πλάτωνα μᾶλλον ἢ πρὸς τοὺς τὸ φαινόμενον κακῶς ἐκλαμβάνοντας· εἰ δέ τι καὶ κατὰ πάρεργον ἄλλο γένοιτο καὶ μεγέθους ἐκτὸς ὁ νοῦς ἀποδειχθείη καὶ μερισμοῦ, προὔργου τοῦτο ἔσται ἡμῖν. καὶ δὴ πρῶτον πῶς ἡ εὐθεῖα σχίζεται ἀπλατὲς οὖσα μῆκος; πῶς δὲ καὶ ὅλως κατατμηθεῖσα εἰς τοὺς ἁρμονικοὺς ἀριθμοὺς ὡς μία οὖσα κατὰ μῆκος ἢ σχίζεται ἢ εἰς κύκλους περιάγεται; πῶς δὲ καὶ ἡ εὐθεῖα κύκλος; ἀνομοιογενῆ γὰρ τὰ μεγέθη. ἔπειτα πῶς τῶν κύκλων ὁ εἷς μείζων γίνεται τῆς εὐθείας μήτε προσθήκην μήθ’ ὑφαίρεσιν προσλαβούσης; πῶς δὲ ὅλως εἰ οἱ κύκλοι οὗτοι ψυχή, ὧν ἐντὸς τὸ σωματοειδὲς ἀπεκλείσθη ἅπαν, συναρμοσθέντες περιεπλάκησαν ἐκ τοῦ μέσου τοῦ παντὸς μέχρι τοῦ ἐσχάτου οὐρανοῦ; οὐ γὰρ δύναται τοῦτο ποιεῖν ὁ κύκλος σφαῖραν ἔξωθεν περικαλύπτειν.3 καὶ πρὸ τῶν ὅλων πῶς ἔχει καλῶς τὸ λέγειν τὴν ψυχὴν μέγεθος; τὴν γὰρ τοῦ παντὸς δῆλον ὅτι τοιαύτην βούλεται οἷόν ποτέ ἐστιν ὁ καλούμενος νοῦς· οὗτος γὰρ ὁ κύκλος· οὐ γὰρ δὴ οἷόν γε ἡ αἰσθητικὴ οὐδ’ οἷον ἡ ἐπιθυμητική· τούτων γὰρ ἡ κίνησις οὐ κυκλοφορία, ἀλλὰ νοῦ καὶ λογικῆς ψυχῆς. αὕτη γάρ ἐστιν ἡ πρὸς ἑαυτὴν ἐπιστρέφουσα καὶ μιμουμένη κύκλον περὶ ἑαυτῆς ζητοῦσα καὶ ἑαυτὴν γινώσκουσα· ἡ μέντοι αἰσθητικὴ καὶ θυμοειδὴς καὶ ἐπιθυμητικὴ οὐ κινεῖται κύκλῳ, ἀλλ’ εὐθεῖαί τινές εἰσιν. αἵ τε γὰρ ὄψεις τῶν ὀφθαλμῶν κατ’ εὐθεῖαν ἐκπέμπονται καὶ κατὰ τὰ αὐτὰ παλινδρομοῦσιν ἐν ταῖς ἀνακλάσεσι, καὶ θυμὸς δὲ καὶ ἐπιθυμία πρόοδοί τινές εἰσιν εὐθείας μιμούμενοι καὶ τὰς περὶ τὸ σῶμα ἐνεργείας ἀνεπιστρόφους ἔχουσιν· οὐ γὰρ συναίσθονται ἑαυτῶν οὐδὲ ταῖς ἐνεργείαις αὐτῶν ἐφιστάνουσιν.
让我们亦来看看这同一位作者在《蒂迈欧篇》中关于宇宙灵魂作了怎样的自然学论述;因为在那里,他亦可能显现为与德谟克利特以及凡说过因被推动而推动的其他所有人做出了相同的界定,唯独不同的是,他们是将[灵魂]如同关在牢狱中一般封闭在物体内,而他则是将其交织缠绕。因为〔灵魂〕由元素构成并按照和谐的数被分割,以便它具有感觉和天赋的和谐,并使整个宇宙作谐调的运移,他便将它的直线裂开,弯曲成两个圆圈,并从这一个圆圈区分出以双重方式相连的另外两个圆圈之后,又将这一个区分成七个圆圈,宛如天的运移就是灵魂的运动一般。但为了明晰起见,亦必须在尽可能简要概括的同时引述《蒂迈欧篇》中的文句。因为他说,神取了实体、同一性与差异性这些存在者的元素,而且不是任意的实体,而是介于始终不可分且保持同一状态的实体与围绕物体的可分实体之间的中间实体;随后将一切混合在一起,拉长并做成一条直线,又将这直线切分成若干和谐的数,即切分成单子、双子、三子、四子以及9、8、27这些数,将其中奇数按顺序单独放置,偶数亦同样放置,便将生成几何比例。在此之后,他将这一条直线沿长度裂开为两条直线,随后将它们以希腊字母Χ的形状彼此结合并弯折,做成了两个圆圈,一者较大,一者较小,一者在外,一者在内,在两个点上彼此结合,并将外面的圆圈向右移动,内部的圆圈向左移动,且将外面的圆圈命名为“同者”,内部的命名为“异者”;并将外面的圆圈留作单一且不可分的,而将内部的裂开六次,做成了七个不平等的圆圈,彼此以两倍和三倍的比例相超越;并使其中三个在运动速度上相等,其余四个在运动上彼此不相等,且与这三个亦不相等;且他说这就是宇宙的灵魂。他说,在此之后,神将宇宙的所有物体性存在封闭在内,并将灵魂调和配合,从中心交织缠绕直至最外层的天,并从外部在圆周上将其全部包裹覆盖。而《蒂迈欧篇》中关于灵魂生成的论述大致就是如此。 因此,如果关于此人的声誉让我们理解到文本字面之外的某种含义,且他将关于灵魂的理论做成了一种象征性的理论(如果有人放眼于柏拉图整个人,这或许是事实),那么或许就会找到某种补救办法,所说的内容亦具有合理性;然而就字面所显现的而言,这类事情绝不适合于灵魂。正因这些缘故,这些反驳不是针对柏拉图,而毋宁是针对那些对字面现象作错误领会的人;但如果附带性地亦产生了别的成果,即证明了理智乃是在大小与分割之外的,这亦将对我们有益。首先,直线既然是无宽度的长度,它又如何能被裂开?再者,既然它作为一个沿长度整体被切分成了和谐的数,它究竟又如何要么被裂开,要么被弯折成圆圈?而且直线又如何能成为圆圈?因为这些大小是异类的。其次,在直线既未接受添加亦未接受减少的情况下,其中一个圆圈又如何变得比另一个更大?再者,如果这些圆圈就是灵魂,且所有的物体性存在都被封闭在它们内部,那么调和配合的它们究竟又如何能从宇宙的中心交织缠绕直至最外层的天?因为圆圈不可能做到这一点——即从外部包裹覆盖一个球体。而在所有这些之前,将灵魂称为大小又怎能是妥当的?因为显然,他希望宇宙的灵魂乃是类似于所谓的理智那样的东西;因为理智才是圆圈;因为它绝不像感觉灵魂或欲望灵魂;因为这些后者的运动不是圆周运移,而圆周运移属于理智与理性灵魂。因为正是这理性灵魂转向自身,模仿圆圈,探讨自身并认识自身;然而感觉的、激情的和欲望的灵魂并不作圆周运动,而乃是某种直线。因为双眼的视线是沿直线发出的,并在反射中沿相同的线路折回,而激情与欲望亦是模仿直线的某种前进,并使它们围绕物体的活动不具有回转性;因为它们并不共同感觉自身,亦不注视它们自己的活动。
- 2.1.3συνεστηκυῖαν γὰρ ἐκ τῶν στοιχείων καὶ μεμερισμένην κατὰ τοὺς ἁρμονικοὺς ἀριθμούς
完成时分词阴性单数宾格,修饰主句动词 κατέκαμψε(及后续动词)的隐含宾语(灵魂)。指代前文所述灵魂的分词短语被置于主句核心谓语之前。
- 2.1.3ὧν ἐφεξῆς μὲν τῶν περιττῶν ἰδίᾳ τιθεμένων καὶ αὖ πάλιν τῶν ἀρτίων
由属格关系代词 ὧν(先行词为诸数字)引导的从句内部嵌套了属格绝对结构(τῶν περιττῶν... τιθεμένων...)。在语义上表示条件或方式:“在这些数字中,当奇数被单独排列,偶数亦同样被排列时”。
- 2.1.3οὐ γὰρ δύναται τοῦτο ποιεῖν ὁ κύκλος σφαῖραν ἔξωθεν περικαλύπτειν
不定式 περικαλύπτειν 作为指示代词 τοῦτο 的同位语(说明性不定式),解释其具体内容。句法结构为:“因为圆圈无法做到这一点,即从外部包裹覆盖一个球体”。
