← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§1.3-2.13

注疏者的风格分类与意译的意图

索福尼亚斯在序言中将亚里士多德著作的注疏者划分为逐段阐述原文的严格诠释者与以第一人称连贯重述旨归的意译者两类,并在审视二者利弊的基础上阐述了自己撰写该作的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#1

Προοίμιον Τοῖς τῶν Ἀριστοτελικῶν συνταγμάτων ἐξηγηταῖς ἄλλοις ἄλλως ἐπῆλθε περᾶναι τὰ τῆς ὑποθέσεως. οἱ μὲν γάρ, ὅσοιπερ αὐτὸ τοῦτο ἐξηγηταί, ἰδίως ἐκθέμενοι καὶ κατὰ μέρος τὸ κείμενον τὴν ἑρμηνείαν ἐπισυνῆψαν, σώαν τε κἀν τῇ διαιρέσει τὴν λέξιν τοῦ φιλοσόφου τηρήσαντες καὶ τὰ παρ’ ἑαυτῶν προσέφερον εἰς σαφήνειαν. οὗτοι δέ εἰσιν οἱ περὶ Σιμπλίκιον καὶ Ἀμμώνιον καὶ Φιλόπονον καὶ Ἀλέξανδρον πρότερον τὸν Ἀφροδισέα καὶ ἑτέρους πλείστους, οἳ πολυστίχους συντάξεις πολλῶν γεμούσας καλῶν εἰς τὰς διαφόρους τῶν Ἀριστοτέλους κατέλιπον πραγματείας. οἱ δὲ τρόπον ἕτερον· αὐτὸν γὰρ ὑποδύντες Ἀριστοτέλην καὶ τῷ τῆς αὐταγγελίας προσχρησάμενοι προσωπείῳ, ὡς εὐσύνοπτον καὶ τὸ πᾶν ἓν εἴη καὶ μὴ διακόπτοιτο, τὴν μὲν λέξιν παρῆκαν αὐτήν, οὔτε διῃρημένην οὔθ’ ἡνωμένην τοῖς ὑπομνήμασι συνταξάμενοι· μόνον δὲ τὸν νοῦν συνεσταλμένον τῇ τοῦ ἀνδρὸς περινοίᾳ ἤ που κἂν τῇ περὶ τὴν λέξιν ἀσαφείᾳ καὶ τῇ τῆς ἀπαγγελίας δεινότητι (πολὺ γὰρ τὸ νοερὸν αὐτῷ καὶ γοργόν) ἐξαπλώσαντες καὶ καθάραντες καὶ σχήμασι καὶ περιόδοις κοσμήσαντες, οὐ προσδεῖσθαι συννενοήκασιν, ὥσπερ ἂν εἰ καὶ περὶ ἰδίας πραγματείας τὸν πόνον συνθέμενοι,1 τὸ δόξαν αὐτοῖς συνεπέραναν, οὐκ ἐξηγηταὶ μᾶλλον ἢ παραφρασταὶ καὶ κλήσει καὶ πράγματι, οἷος ὁ εὐφραδὴς Θεμίστιος εἰς πλείονα τῶν Ἀριστοτέλους πεποίητο πρότερον καὶ Ψελλὸς ὕστερον μιμησάμενος ἐν τῇ λογικῇ καὶ ἕτεροι. καὶ οἱ μὲν μόνον σαφηνίσαι τὸ κείμενον καὶ τὸν νοῦν ἐκφάναι προήχθησαν, ὅσον ἡ λέξις ἐχώρησε, τῷ τεχνικῷ καθάπαξ ἑπόμενοι· οἱ δὲ καὶ ἐπιστασίας καὶ ἐπιβολάς, ἃς ἐφεῦρον, τὰς χρησιμωτάτας ἐπισυνῆψαν καὶ θεωρημάτων πλῆθος ἑκάστῳ τῶν κεφαλαίων προσέφερον, τῆς τε ἐπιστημονικῆς αὐτῶν ἕξεως ἔλεγχον τοῦ τε πολυμαθοῦς καὶ τῆς διὰ πάντων ἀκρότητος, εὔπορον ἐντεῦθεν τὴν εἰς φιλοσοφίαν ὁδὸν τοῖς μετ’ αὐτοὺς ὑπολείποντες, ταῖς τε ἀνακυπτούσαις ἀπορίαις γενναιοτάτας τὰς λύσεις ἐπήνεγκαν· καὶ τὸ ὅλον ὑπὲρ ἁπάντων εἰπεῖν, οἰκείως τῇ ἑαυτοῦ προθέσει ἀπήντησεν ἕκαστος. εἰ δὲ τούτων ὄντων καὶ αὐτός τι συμβαλέσθαι προῄρημαι, περιττὸς ἂν δόξαιμι, μὴ ἀποχρῶσαν τὴν ἀπολογίαν εὑρών, καὶ εἰ μὴ καινόν τι τὸ παρ’ ἐμοῦ, καί τί που καὶ συνεισφέρον χρήσιμον. γνοίη δ’ ἄν τις, εἰ τὸ συμβὰν ἑκατέροις διάφορον σκέψοιτο. τοῖς μὲν οὖν ἐξηγηταῖς εἰ καὶ ἡ λέξις διῃρημένη τετήρητο, ἀλλ’ οὖν τὸν νοῦν διεσπάσθαι ἀνάγκη καὶ μὴ πάνυ τι σῴζειν τὸ συνεχές, τῷ τε μήκει τοῦ λόγου εὐπετῶς τῆς διανοίας οὐχ ἑπομένης καὶ ταῖς μεταξὺ σχολαῖς, ἃς ἀναγκαίας τὸ περὶ τὴν λέξιν ἀσαφὲς αὐτοῖς ἐνεποίησε. τίς γὰρ οὐκ οἶδεν ὥσπερ εἰ χρησμούς τινας πολλαχοῦ τὴν Ἀριστοτελικὴν οὖσαν φράσιν καὶ μαντείας δεῖσθαι;2

序言 亚里士多德著作集的诸位诠释者,各自以不同方式去践行其题旨。其中一部分人,只要是真正意义上的诠释者,便逐一且分段地列出原文,并附以阐释,在切分之中亦保全了这位哲学家的文句完好无损,并贡献出自己的所得以求明晰。这些人包括辛普里丘、阿摩尼乌斯、斐洛庞奴斯,以及更早的阿芙洛狄西亚的亚历山大和极多其他人,他们为亚里士多德的各部专著留下了篇幅宏大且满载诸多佳美之物的著作。然而另一部分人则采取了另一种方式:他们化身为亚里士多德本人,借助直接代言的面具,以求通篇能一览无余、浑然一体而不被打断,他们舍弃了原文的文句本身,既未将其切分亦未将其连合地编入注疏;他们仅将因那位作者深邃的智虑、或因文句上的晦涩与表述的峭厉而收缩的意旨(因为他内中的理智与严峻之气甚多)加以铺展、澄清,并以修辞与周期句加以润饰,认为无需再多赘言,仿佛为自己的专著付诸心力一般,按自己所赞同的方式完成了著述,无论在名义上还是实质上,他们与其说是诠释者,不如说是意译者,正如雄辩的忒弥斯提乌斯先前对亚里士多德的多部著作所做的那样,以及后来普塞洛斯在逻辑学中所效仿的,还有其他一些人。有些人仅仅致力于澄清文本,并在文句所许可的限度内彰显其思想,自始至终紧随这位艺术大师;而另一些人则还将自己所发现的最具助益的观察与洞见附于其后,为各章节提供了大量的理论考察,作为其学术素养、博学多识以及通达各领域极境的明证,从而为后人留下了一条通往哲学的平易之路,并对浮现的疑难给出了至为卓越的解答;总而言之,每个人都依循契合于自己意图的方式给出了回应。既然已有这些人存在,若我自己亦立意有所贡献,未能找到充分的辩护,且出自我手的著述若非某种新颖之物,又在某些方面未能带来有用之助,那么我便看似是多余的。但若有人考量临到这两者身上的差异,便能明白。在诠释者那里,纵然文句以切分的方式得以保全,然而其思想却必然被割裂,绝难维系其连贯性,这是由于心智难以轻易跟上言说的冗长,亦由于文句本身的晦涩迫使他们在行文间不得不作停留论述。因为谁人不知亚里士多德的措辞在许多地方犹如某种神谕,而需要预言性的解读呢?

语法注2 条
  1. 1.0ὥσπερ ἂν εἰ καὶ περὶ ἰδίας πραγματείας τὸν πόνον συνθέμενοι

    连词 ὥσπερ ἂν εἰ 后接分词 συνθέμενοι,表达了一种反事实或潜在的假设性比拟(“仿佛为自己的专著付诸心力一般”),修饰主要动词 συνεπέραναν,形象地刻画了意译者完全以自己的语言重构亚里士多德思想的态度。

  2. 1.0τίς γὰρ οὐκ οἶδεν ὥσπερ εἰ χρησμούς τινας πολλαχοῦ τὴν Ἀριστοτελικὴν οὖσαν φράσιν καὶ μαντείας δεῖσθαι;

    该句是动词 οἶδεν 的复合宾语结构,通过 καί 将“宾格+分词”(τὴν Ἀριστοτελικὴν οὖσαν φράσιν)与“宾格+不定式”([τὴν φράσιν] μαντείας δεῖσθαι)杂糅并列,以此表述亚里士多德的文句既如神谕一般、又需要预言性解读这一双重事实。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:1.3-2.13