- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:17.38-19.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对灵魂运动的观点,注家论证了灵魂的运动既非自然亦非强力,这将导致死者复生以及无法解释静止等荒谬后果,并指出自运将导致逸脱其实体乃至毁灭,从而反驳了德谟克利特与柏拉图的主张。
ἀκούσιον γὰρ καὶ βίᾳ ἐστίν, οὗ ἡ ἀρχὴ ἔξωθεν, μηδὲν συμβαλλομένου τοῦ πάσχοντος ἢ πράττοντος· δηλοῦσι δὲ καὶ οἱ σπουδαῖοι οὐδενὶ τῶν ἐρεθιζόντων εἴκοντες. ὥστε εἰ τῇ κατὰ φύσιν κινήσει καὶ ἡ παρὰ φύσιν εἵπετο, οὐ κινεῖται δὲ παρὰ φύσιν, οὐδὲ κατὰ φύσιν ἄρα. ὑπεξῃρήσθω δὲ τὰ οὐράνια καὶ κατὰ φύσιν κινούμενα καὶ οὔποτε πρὸς βίαν ἀντιφερόμενα, ἢ οὐδὲ κατὰ φύσιν ἂν κυρίως κινεῖσθαι1 λέγοιτο, παρ’ ὅσον ὑπὸ κρείττονός τινος δυνάμεως ἄγονται.2 διττὴ δ’ ἡ τῶν ζῴων κίνησις, καὶ ὑπὸ ψυχῆς, ὡς κινεῖ ψυχὴ βουλήσει, καὶ ὑπὸ φύσεως. ὅταν γὰρ ἵπτηται ἢ νήχηται ἢ βαδίζῃ, κατὰ ψυχὴν κινεῖται· φυσικῶς δέ, ὅταν τῇ τοῦ ἑνὸς ἐπικρατήσει τῶν ἁπλῶν ὧν σύγκειται ὑπὸ βαρύτητος κάτω φέρηται. ἔτι εἰ μὲν ἄνω κινηθείη, πῦρ ἔσται, εἰ δὲ κάτω, γῆ· τούτων γὰρ τῶν σωμάτων αἱ κινήσεις αὗται. εἰ δέ, ὧν κατὰ φύσιν ἴδιαι κινήσεις αἱ αὐταί, καὶ αὐτὰ ταὐτά, ταὐτὸν ἄρα πῦρ καὶ ψυχὴ καὶ ὅλον ὅλῃ καὶ μέρος μέρει. οὐχ οὕτω δὲ λέγεται, ἀλλὰ μέρος καὶ ἐκεῖθεν. ὁ δ’ αὐτὸς λόγος καὶ περὶ τῶν μεταξὺ ἀέρος καὶ ὕδατος. εἰ μὲν οὖν μηδεμίαν τῶν στοιχείων κινεῖται κίνησιν, οὐδ’ ἐκ στοιχείων ὅλως. ἔτι ἐπεὶ τῶν κινούντων μόνον τὸ κατὰ φορὰν ἐν τούτῳ [δὲ] καὶ αὐτὸ κινεῖται3 (οὔτε γὰρ τὸ αὖξον ἢ λευκαῖνον ἀνάγκη αὔξεσθαι ἢ λευκαίνεσθαι), φαίνεται δὲ ἡ ψυχὴ κινοῦσα τὸ σῶμα, ταύτας εὔλογον κινεῖν λέγειν τὰς κινήσεις, ἃς καὶ αὐτὴ κινεῖται. εἰ δὲ τοῦτο, καὶ ἀντιστρέψασιν εἰπεῖν ἀληθὲς ὅτι ἣν τὸ σῶμα κινεῖται, ταύτην καὶ αὕτη. τοῦτο δὲ κινεῖται φορᾷ· ὥστε καὶ ἡ ψυχὴ μεταβάλοι ἂν κατὰ τὸ σῶμα ἢ ὅλη, ὅτι καὶ τὸ σῶμα ἐν τῇ ἅλσει ὅλον, ἢ κατὰ μόρια ὡς ἄν καὶ χεὶρ καὶ ποὺς κινηθείη. εἰ δὲ τοῦτο ἐνδέχεται, καὶ ἐξελθοῦσαν εἰσιέναι πάλιν ἐνδέχοιτ’ ἄν, τούτῳ δ’ ἕποιτο τὸ ἀνίστασθαι τὰ τεθνεῶτα. εἰ γὰρ μή τινι ζωτικῇ δυνάμει τῇ παρουσίᾳ τῆς ψυχῆς τὸ σῶμα συνέχεται, ἀλλὰ μόνον ὡς ὤσει καὶ μοχλείᾳ τινὶ κινεῖ, οὐδὲν κωλύει ταῦτα γίνεσθαι. οὕτω [καὶ] γάρ φησι Δημόκριτος καὶ οἱ περὶ αὐτόν, οἳ τὰς σφαιρικὰς ἀτόμους εἰσῆγον, κινεῖσθαι τὴν ψυχήν· τῷ γὰρ ἀεὶ ταύτας κινεῖσθαι διὰ τὸ πεφυκέναι μηδέποτε μένειν συνεφέλκειν τε καὶ κινεῖν τὸ σῶμα πᾶν ψυχὴν οὔσας, παραπλήσια λέγοντες Φιλίππῳ τῷ κωμῳδιοδιδασκάλῳ εἰπόντι ποιῆσαι τὸν Δαίδαλον κινουμένην τὴν ξυλίνην Ἀφροδίτην ἐγχέαντα τοῖς ἔνδον κοιλώμασιν ἄργυρον χυτόν. ἡμεῖς δὲ ἐρωτήσομεν αὐτούς, εἰ καὶ ἠρέμησιν τοῦτο ποιεῖ αὐτό. πῶς δὲ ποιήσει, χαλεπὸν ἢ καὶ ἀδύνατον εἰπεῖν· τὰ δὲ ζῷα οὐ μόνον κινούμενα φαίνεται ὑπὸ ψυχῆς ἀλλὰ καὶ ἠρεμοῦντα. τί οὖν τῆς ἠρεμήσεως αἴτιον; ἀεικίνητοι γὰρ αἱ σφαιρικαὶ ἄτομοι. ἔτι εἰ κινεῖ αὐτὴ ἑαυτήν, καὶ αὐτὴ κινοῖτο ἄν, ὥστ’ εἰ πᾶσα κίνησις ἔκστασίς ἐστι τοῦ κινουμένου ᾗ κινεῖται, καὶ ἡ ψυχὴ ἂν ἐκσταίη τῆς οὐσίας αὐτῆς, εἴπερ καθ’ αὑτὴν ἀλλὰ μὴ κατὰ συμβεβηκὸς ἑαυτὴν κινεῖ. εἰ δὲ τοῦτο, καὶ φθαρείη ἄν, καὶ τοσούτῳ πλέον, ὅσῳ καὶ ἀσώματος· τῷ γὰρ ἀσωμάτῳ πάσης ἄλλης ἐξῃρημένης κινήσεως ἡ κατ’ οὐσίαν αὐτῷ καὶ ζωώδης ὑπολειφθήσεται. εἰ δὲ μὴ τοῦτο διὰ τὰ ἑπόμενα ἄτοπα, ἀλλὰ κατὰ συμβεβηκὸς καὶ ὑπ’ ἄλλου (ὁρῶμεν γὰρ μάλιστα ὑπὸ τῶν αἰσθητῶν τὴν ψυχὴν κινουμένην· κατανοήσασα γὰρ τὸν κόσμον ἔρχεται εἰς τὴν τοῦ θεοῦ ἔννοιαν, καὶ ἐκ τῶν μερικῶν καὶ καθ’ ἕκαστα εἰς τὴν τοῦ καθόλου γνῶσιν ἀνάγεται, καὶ τὸ ὀρεκτὸν ἰδοῦσα πρὸς τὴν λῆψιν ὑπὸ τῆς ἐφέσεως ὥρμησε, καὶ τὸν λυπήσαντα εἰς ὀργήν· ὅθεν καὶ εἴ τισιν ἐκ γενετῆς ἐξέλιπεν αἴσθησις, καὶ ἡ κατ’ αὐτὴν ἐκλέλοιπε κίνησις), πάλιν ἰδίως πρὸς ταῦτα τῷ Πλάτωνι ἀπολογίας δεήσει· πῶς γὰρ αὐτοκίνητον τὸ ἑτεροκίνητον; ἢ πῶς καθ’ αὑτὸ τὸ κατὰ συμβεβηκός; οὐ δεῖ γάρ, ᾧ τὸ ὑφ’ ἑαυτοῦ κινεῖσθαι ἐν τῇ οὐσίᾳ, τοῦτο ὑπ’ ἄλλου κινεῖσθαι, ὥσπερ οὐδὲ τὸ καθ’ αὑτὸ ἢ δι’ αὑτὸ ἀγαθὸν τὸ μὲν δι’ ἄλλο τὸ δ’ ἑτέρου ἕνεκέν ἐστι. καθ’ αὑτὰ δὲ καὶ δι’ αὑτὰ ἀγαθὰ τὸ φιλοσοφεῖν, τὸ ὑγιαίνειν, ἡ ἀρετή· οὐ γὰρ ἑτέρων ταῦτα χάριν σπουδάζεται. δι’ ἄλλο καὶ ἑτέρου ἕνεκεν ἡ ἰατρική, πλοῦτος, ἰσχύς.
因为凡起点在外部、受动者或行动者毫无贡献的事物,皆是非自愿的且出于强力;而善人通过不向任何刺激之物屈服亦表明了这一点。因此,如果反自然的运动亦伴随着合乎本性的运动,而灵魂并未反自然地被推动,那么它亦不会合乎本性地被推动。不过天体应当被除外,它们既合乎本性地运动且绝不会由于强力被推向反面,或者由于它们是由某种更卓越的潜能所引导,甚至不能严格地被称为合乎本性地运动。而动物的运动是双重的,既由灵魂引起(犹如灵魂依意愿而推动),又由自然引起。因为每当动物飞翔、游泳或行走时,乃是依灵魂而运动;而自然地运动,则是指因构成它的简单物体中之一者的优势,由于重力而向下运移。再者,如果灵魂向上运动,它将是火;如果向下,则是土;因为这些物体的运动就是这些。而如果那些合乎本性的固有运动相同的事物自身亦是同一的,那么火与灵魂就将是同一的,全体与全体同一,部分与部分同一。但人们并不是这样说的,而是说它是来自那里的部分。关于中间的空气和水,亦是同样的道理。因此,如果它不作任何元素的运动,它根本就不是由元素构成的。再者,既然在推动者中,唯有依位移推动者自身亦在这同一运动中被推动(因为致使增长者或致使变白者并无必然自身增长或变白),而灵魂显现为推动物体者,那么说灵魂推动那些它自身亦被推动的运动乃是合乎情理的。而若是如此,将命题倒转过来说亦是真实的,即物体作何种运动,灵魂自身亦作何种运动。而物体是依位移而运动的;因此灵魂亦将随物体而改变其场所,或者作为整体(正如物体在跳跃中是作为整体那样),或者依各部分(正如手和脚亦可能被运动那样)。而如果这是可能的,那么它在走出之后再次进入亦将是可能的,而紧随这一点的则是死去之物重新复活。因为如果物体不是通过灵魂的临在而由某种生命潜能所维系,而〔灵魂〕仅仅犹如通过推搡和某种杠杆作用那样推动〔它〕,就没有任何东西阻止这些事情发生。实际上,引入球形原子的德谟克利特及其同道就是这样说灵魂运动的:因为这些原子由于绝不静止的本性而永远运动,作为灵魂的它们便一同拖拽并推动整个物体,他们的说法类似于喜剧作者腓力普,后者曾说代达罗斯通过将流动的银注入内部空洞而使木制的阿佛洛狄忒雕像运动起来。但我们将询问他们,这同一事物是否亦引起静止。然而它如何引起静止,是难以说明甚至不可能说明的;但动物显现为不仅由灵魂所推动,而且亦由灵魂而静止。那么静止的原因是什么?因为球形原子是永恒运动的。再者,如果灵魂推动自身,它自身亦将被推动;因此,如果一切运动在被推动者被推动的限度内都是该被推动者的逸脱,那么灵魂若确实依自身而非依附带性推动自身,它亦将逸脱其自身的实体。而若是如此,它亦将毁灭,且因其是非物体的而愈发如此;因为对于非物体而言,在排除了所有其他运动之后,唯有依实体的、生命的运动才被留给它。但如果由于随后产生的荒谬而不采取这一主张,而是认为灵魂依附带性且由他者被推动(因为我们看到灵魂尤其由感觉对象所推动:因为在省察了宇宙之后它达到了关于神的观念,且从特殊和个别之物被引向普遍者的知识,而在见到欲求对象后便出于向往而冲向获取,见到致使其痛苦者便冲向愤怒;由此,如果在某些人身上自出生就缺失了感觉,依该感觉的运动亦缺失了),那么柏拉图将再次尤其需要就这些问题进行辩解:因为由他者推动者又如何是自运者?或者依附带性者又如何是依自身的?因为凡以由自身推动存在于其实体中的事物,就不应当由他者推动,正如依自身或因自身而为善的事物,绝非因他者或为了他者而存在。而依自身且因自身而为善者乃是从事哲学、健康和德性;因为追求这些并非为了他物。而因他者且为了他者而存在者,则是医术、财富和强力。
- 2.1.3οὐ δεῖ γάρ, ᾧ τὸ ὑφ’ ἑαυτοῦ κινεῖσθαι ἐν τῇ οὐσίᾳ, τοῦτο ὑπ’ ἄλλου κινεῖσθαι
无人称动词 οὐ δεῖ 统辖一个带有主语 τοῦτο 和不定式 κινεῖσθαι 的“宾格加不定式”结构。带有所有与格 ᾧ 的关系从句 ᾧ τὸ ὑφ’ ἑαυτοῦ κινεῖσθαι ἐν τῇ οὐσίᾳ [ἐστίν](“以由自身推动存在于其实体中的事物”)被前置于其先行词 τοῦτο 之前。
- 2.1.3ὑπεξῃρήσθω δὲ τὰ οὐράνια καὶ κατὰ φύσιν κινούμενα καὶ οὔποτε πρὸς βίαν ἀντιφερόμενα, ἢ οὐδὲ κατὰ φύσιν ἂν κυρίως κινεῖσθαι λέγοιτο, παρ’ ὅσον ὑπὸ κρείττονός τινος δυνάμεως ἄγονται.
第三人称完成时被动命令语气 ὑπεξῃρήσθω 在此设定了一个例外。紧随其后由 ἢ 引导的分句补充了另一种观点或保留意见,其中潜在希求语气 λέγοιτο 与主语 τὰ οὐράνια 呼应,后接 παρ’ ὅσον 引导的原因从句。
- 2.1.3ἐπεὶ τῶν κινούντων μόνον τὸ κατὰ φορὰν ἐν τούτῳ [δὲ] καὶ αὐτὸ κινεῖται (οὔτε γὰρ τὸ αὖξον ἢ λευκαῖνον ἀνάγκη αὔξεσθαι ἢ λευκαίνεσθαι), φαίνεται δὲ ἡ ψυχὴ κινοῦσα τὸ σῶμα, ταύτας εὔλογον κινεῖν λέγειν τὰς κινήσεις, ἃς καὶ αὐτὴ κινεῖται.
由 ἐπεὶ 引导的原因从句夹带有插入成分(οὔτε γάρ...),延续至 φαίνεται δέ,并引向主句 ταύτας εὔλογον κινεῖν λέγειν τὰς κινήσεις(“说它推动那些运动乃是合情理的”);主句中的 ταύτας ... τὰς κινήσεις 作为先行词引领关系从句 ἃς καὶ αὐτὴ κινεῖται。
