← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§16.22-17.38

驳斥灵魂为自运者之说

本节基于亚里士多德《论灵魂》I 3(405b31–406a30),驳斥了灵魂是自运者的学说,论证了并非所有推动者自身都必然被推动,并且如果灵魂依其实体而运动,它就必然具有场所、可分性与物体性,这与其非物体的本性相矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.3#1

Ἐπισκεπτέον δὲ πρότερον περὶ κινήσεως λογικώτερον· ἴσως γὰρ οὐ μόνον ψεῦδος ἂν φανείη τὸ τὴν οὐσίαν αὐτῆς τοιαύτην εἶναι οἵαν φασὶν οἱ λέγοντες αὐτοκίνητον ἢ δυναμένην κινεῖν, ἀλλὰ καὶ ἕν τι τῶν ἀδυνάτων τὸ ὑπάρχειν αὐτῇ κίνησιν, οἵαν δίδωσιν ἐννοεῖν τὰ παρ’ αὐτῶν εἰσαγόμενα. ὅτι μὲν γὰρ οὐκ ἀναγκαῖον πᾶν τὸ κινοῦν καὶ αὐτὸ κινεῖσθαι, καθάπερ ᾠήθησαν, εἴρηται πρότερον ἐν τοῖς πρώτοις περὶ κινήσεως. εἰ γὰρ τὸ πρώτως κινοῦν κἀκεῖνο κινοῖτο, οὐκέτι ἐν κινήσει τὰ κινούμενα συμμεταβληθέντα τῷ αἰτίῳ. καὶ τὸ ὀρεκτὸν κινοῦν, οἷον τὸ κάλλος τὸν ἐραστήν, ἀκίνητόν ἐστιν. ἓν μὲν οὖν καὶ πρῶτον τοῦτο παρόραμα τῇ ἀρχῇ τῶν λόγων αὐτῶν· τῷ γὰρ οἰηθῆναι ἅπαν τὸ κινοῦν κινεῖσθαι, ὡς κινοῦσαν τὸ σῶμα τὴν ψυχὴν καὶ αὐτὴν τῶν κινουμένων ὑπέλαβον. δεύτερον δέ, ἐπεὶ κινεῖται πᾶν ἢ καθ’ ἕτερον καὶ κατὰ συμβεβηκὸς ἢ καθ’ αὑτὸ καὶ κατ’ οὐσίαν, καὶ τῶν καθ’ ἕτερον καὶ κατὰ συμβεβηκὸς τὰ μὲν ἔχουσιν ἰδίαν καὶ καθ’ αὑτὰ κίνησιν, ὡς οἱ πλωτῆρες τὴν διὰ ποδῶν βάδισιν (αὕτη γὰρ ἀνθρώπων· τὸ γὰρ τῷ πλοίῳ συμφέρεσθαι αὐτοῖς οὐ καθ’ αὑτό), τὰ δὲ οὔ, μόνῳ δὲ τῷ ἐν ἑτέρῳ εἶναι τὴν κίνησιν ἴσχοντα ὡς ἡ λευκότης (οὐ γάρ ἐστιν ἰδία λευκότητος κίνησις καὶ τῶν ἄλλων παθῶν παρὰ τὴν ἐν οἷς εἰσι σώμασι), καὶ τῶν αὖ καθ’ αὑτὸ κινουμένων τὰ μὲν οὐσιώδη καὶ συμπληρωτικὴν τῆς οὐσίας ἔχουσι τὴν κίνησιν καὶ ἀεὶ ὡς τὰ οὐράνια, τὰ δὲ οὔ, ἀλλὰ τὸ ποτὲ κινεῖσθαι τοιῶσδε φύσει ἔχουσιν τὴν δύναμιν, ὡς ἡ βῶλος τὸ κάτω φέρεσθαι, τοσαυταχῶς οὖν λεγομένου τοῦ κινεῖσθαι ἐπισκοποῦμεν1 περὶ ψυχῆς, εἰ ὅλως καθ’ ἕτερον τῶν τρόπων δυνατὴ κινεῖσθαι τὸν κατ’ οὐσίαν· κατὰ συμβεβηκὸς γὰρ κἂν ἡμεῖς δοίημεν. ἀλλ’ εἰ ἔστιν ἡ οὐσία τῆς ψυχῆς τὸ κινεῖν ἑαυτήν, οὐ κατὰ συμβεβηκὸς αὐτῇ τὸ κινεῖσθαι ὑπάρξει, ὥσπερ τῷ λευκῷ ἢ τριπήχει. κινεῖται γὰρ καὶ ταῦτα, ἀλλὰ κατὰ συμβεβηκός· ᾧ γὰρ ὑπάρχουσιν, ἐκεῖνο κινεῖται τὸ σῶμα. διὸ καὶ οὐκ ἔστιν τόπος αὐτῶν, τῆς δὲ ψυχῆς ἔσται, εἴπερ φύσει κινήσεως μετέχει. τριῶν δὲ οὐσῶν κινήσεων φυσικῶν (παρείσθω γὰρ ἡ κατὰ τὴν οὐσίαν νῦν ὡς μᾶλλον μεταβολὴ ἢ κίνησις), τῆς ἐν ποσῷ καὶ ποιῷ καὶ ποῦ, εἴτ’ οὖν φορᾶς, ἀλλοιώσεως, αὐξήσεως καὶ μειώσεως, ἢ μίαν τούτων κινοῖτ’ ἂν ἢ πλείους ἢ πάσας· ὅπως δ’ ἂν κινηθείη κατ’ αὐτὰς μόνον, εἰ φυσικῶς ἐν τόπῳ ἔσται·2 πᾶσαι γὰρ αὗται κατὰ τόπον. τούτῳ δ’ ἕπεται τὸ σῶμα εἶναι. πῶς οὖν ἀσώματος κατ’ Ἀναξαγόραν καὶ Πλάτωνα; καὶ φορὰ μὲν ὅτι κατὰ τόπον αὐτόθεν δῆλον, ἔτι δὲ αὔξησις καὶ μείωσις· ὅτι δὲ καὶ ἀλλοίωσις καὶ ἡ αἰσθητὴ καὶ παθητικὴ μεταβολή, ὧδ’ ἔσται· τὸ γὰρ κινούμενον κατ’ ἀλλοίωσιν καθ’ αὑτὸ μεριστόν ἐστιν, τοῦτο δὲ σῶμα, τοῦτο δὲ ἐν τόπῳ. καὶ καθόλου εἰπεῖν πᾶν τὸ κινούμενον μεθίσταται ἐξ οὗ ἐστιν εἰς τὸ ἐν ᾧ ἔσται· ἔκ τινος γὰρ εἴς τι πᾶσα μεταβολή. τὸ δὲ τοιοῦτον οὔτ’ ἐξ οὗ μετέβαλεν, ἐν ἐκείνῳ ἐστὶν ὅλον (οὐδέπω γὰρ μεταβάλοι), οὔτε εἰς ὅ· ἤδη γὰρ ἂν καὶ μεταβεβληκὸς εἴη καὶ οὐκέτι μεταβάλλον. λείπεται τὸ μέν τι αὐτοῦ ἐν ἐκείνῳ εἶναι ἐξ οὗ, τὸ δὲ εἰς τὸ ἐν ᾧ ἔσται. μεριστὸν ἄρα καὶ διὰ τοῦτο σῶμα. αἰσθητὰς δ’ ἀλλοιώσεις λέγομεν διὰ τὰς ψυχικάς, ἀρετὴν καὶ κακίαν, γνῶσιν καὶ ἄγνοιαν, ἃς τῷ κατὰ φύσιν διαφερούσας καὶ παρὰ φύσιν οὐδὲ κυρίως ἂν ἀλλοιώσεις λέγοιμεν ὡς καὶ ὑγείαν καὶ νόσον, γενέσεις δὲ μᾶλλόν τινας καὶ φθοράς. ἔτι εἰ φύσει κινεῖται, κἂν βίᾳ κινηθείη, κἂν εἰ βίᾳ, καὶ φύσει· ἐξ ἀμφοτέρων δὲ δῆλον ὅτι τόπον ἕξει. τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ ἠρεμίας· εἰς ὃ γὰρ κινεῖται φύσει, καὶ ἠρεμεῖ ἐν τούτῳ φύσει· ὁμοίως δὲ καὶ εἰς ὃ κινεῖται βίᾳ, καὶ ἠρεμεῖ ἐν τούτῳ βίᾳ. ποῖαι δὲ βίαιοι τῆς ψυχῆς κινήσεις ἔσονται καὶ ἠρεμίαι αὐτοπροαιρέτου καὶ αὐτοκινήτου καὶ κατ’ αὐτοὺς οὔσης, οὐδὲ πλάσσειν βουλομένοις ῥᾴδιον. αἱ γὰρ δοκοῦσαι καθόλου καὶ μάλιστα καὶ πρῶται κινήσεις αὐτῆς, κρίσις καὶ ὄρεξις, οὔποτ’ ἂν βίᾳ κινηθεῖεν, ἀλλὰ τυράννου μὲν ἀσεβές τις δόγμα ἄκων ὁμολογήσειε χείλεσιν, ἐντὸς δὲ συνθέσθαι ἢ δοξάσαι βίᾳ πῶς ἔχει χώραν; δόξοι δ’ ἄν κατὰ θυμὸν καὶ ἐπιθυμίαν βιάζεσθαι, ὅταν ἐρεθίζηται ὑπὸ τῶν ἔξωθεν. οὐκ ἔστι δέ· εἰ γὰρ μὴ ὁ λόγος τῷ πάθει ἐνδοίη, οὔ ποτ’ ἄν ἐξαχθείη.

但我们必须首先以更具论辩性的方式考察运动;因为正如那些声称灵魂是自运者或具有运动能力的人所说的那样,不仅灵魂的实体是如此这般也许显现为虚妄,而且甚至由他们引入的诸前提所让人领会的那种运动属于灵魂,亦会显现为不可能之事之一。因为,先前在关于运动的首要讨论中已经说过,并非凡推动者自身亦必然如他们所认为的那样被推动。因为如果首先推动者自身亦被推动,那么被推动者随着原因一同变化,就将不再处于运动之中。且欲求的对象虽推动——例如美推动爱慕者——自身却是未被推动的。因此,这是他们论证起点上的一个且是第一个疏漏:因为他们认为凡推动者皆被推动,所以由于灵魂推动物体,他们便假定灵魂自身亦是被推动者之一。其次,既然一切被推动者要么由他者且依附带性被推动,要么依自身且依实体被推动;而在由他者且依附带性被推动者中,有些具有固有且依自身的运动,例如水手具有用脚步行(因为这是属于人的;因为随船同载对他们而言不是依自身的),有些则不然,仅因存在于他者之中而具有运动,例如白色(因为在白色及其他情状所存在的物体中的运动之外,并无其固有的运动);而在依自身被推动者中,有些具有作为实体的、充实其实体的运动且永远如此,例如天体,有些则不然,而是自然地具有在某时以如此方式被推动的潜能,例如土块具有向下运移的潜能——因此,在“被推动”有如此多种说法的情况下,我们关于灵魂考察它是否全然可能依这两种方式中的一种、即依实体的方式被推动;因为至于依附带性,即便我们亦会承认。但是,如果灵魂的实体是推动自身,那么被推动就不会依附带性属于它,犹如属于白或三肘长那样。因为这些固然亦被推动,却是依附带性被推动的;因为它们所属的那个物体被推动。因此它们亦没有场所,但对于灵魂而言则将有场所,如果它确实自然地分有运动。而在三种自然运动中(因为依实体的变化眼下且放下不提,因其更多是变化而非运动),即在量、质和场所中的运动,亦即位移、变质、增减,灵魂或者在这三者之一中运动,或者在多者中,或者在全部中运动;但无论灵魂如何依这些运动而被推动,仅当它自然地在场所中时才是可能的;因为所有这些运动都是依据场所的。而紧随这一点的则是成为物体。那么依据阿那克萨哥拉和柏拉图,灵魂又如何是非物体的呢?位移依据场所是直接显而易见的,此外增减亦是如此;至于变质、即感觉的与受动性的变化亦是如此,其情况将如下:因为依变质而被推动者依自身是可分的,而这是物体,这又在场所之中。且普遍而言,一切被推动者皆从其所在之处迁转至其将要在之处;因为一切变化皆是从某物到某物。而此类事物既非全体都在其所由变化而出的那事物中(因为那时它尚未变化),亦非在它所到达的事物中(因为那时它就已经是变完的而非仍在变化着的)。剩下的只能是它的一部分在所由出发之物中,而另一部分在它将要在之物中。因此它是可分的,且由于这一原因乃是物体。我们谈论感觉的变质是由于灵魂的变质,即德性与恶德、知识与无知,它们因合乎本性与违反本性而互异,以至于我们甚至不能严格地称它们为变质,犹如健康与疾病那样,而宁可称其为某种生成与毁灭。再者,如果它是自然地运动,它亦将由于强力而运动;如果由于强力,亦将自然地运动;而从这两方面显而易见它将具有场所。关于静止亦是同样的方式;因为它自然地向何处运动,它亦自然地在何处静止;同样,它因强力向何处运动,它亦因强力在何处静止。然而,当灵魂如他们所说乃是出于自愿选择且是自运者时,灵魂的何种运动与静止将会是强力的,这即便对于意欲虚构者而言亦非易事。因为灵魂那些通常看来尤其且首要的运动,即判断与欲求,绝不会由于强力而运动;相反,某人或许会因违心而用唇舌附和僭主的亵渎教条,但在内心深处以强力来赞同或持有信念又如何能有容足之地?它或许显现为在气愤和欲望上被迫,当它受到来自外在事物的刺激时;但事实并非如此:因为若非理性屈从于情状,灵魂绝不会被引偏。

语法注2 条
  1. 2.1.3δεύτερον δέ, ἐπεὶ κινεῖται πᾶν ἢ καθ’ ἕτερον... τοσαυταχῶς οὖν λεγομένου τοῦ κινεῖσθαι ἐπισκοποῦμεν

    这是一个复合句结构:由引导原因/前提的连词 ἐπεὶ 引出对运动之多义分类的长从句(由他者导致的运动与依自身的运动,及其各自的细分),随后通过独立属格结构 τοσαυταχῶς οὖν λεγομένου τοῦ κινεῖσθαι 进行总结概括,最终连接到主句 ἐπισκοποῦμεν περὶ ψυχῆς。句首的 δεύτερον δέ 引入第二条批判,与前文的 ἓν μὲν οὖν καὶ πρῶτον τοῦτο παρόραμα 相对应。

  2. 2.1.3ὅπως δ’ ἂν κινηθείη κατ’ αὐτὰς μόνον, εἰ φυσικῶς ἐν τόπῳ ἔσται

    ὅπως ἂν κινηθείη 是一个让步性/普遍化的从句(“无论它以何种方式依这些运动而被推动”),此处省略了主句谓语成分。它与后面的限制性条件 μόνον, εἰ...(“仅当……时”)相连,构成“[这唯有]在它自然地在场所中时[才是可能的]”之意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:16.22-17.38