← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§14.38-16.21

早期灵魂学说总结与灵魂运动的本质

索福尼亚斯总结了将灵魂视作血液(克里提亚)以及由元素构成的学说,在赞赏阿那克萨哥拉的理智说的同时指出了其在认识论上的困难。随后在着手检视前人学说之际,他阐明了自身的立场,即灵魂的运动并非物体性运动,而是从潜能向现实的推进及理知活动,并以此对柏拉图的自运说表示赞同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.2#4

ἐλέγχει δὲ καὶ τοὺς αἷμα φάσκοντας τὴν ψυχήν,1 ὅτι ἡ γονὴ οὐχ αἷμα· ταύτην δ’ εἶναι τὴν πρώτην ψυχήν. ἕτεροι δ’ αἷμα, καθάπερ Κριτίας, τὸ αἰσθάνεσθαι τῆς ψυχῆς οἰκειότατον ὑπολαμβάνοντες· τοῦτο δ’ ὑπάρχει διὰ τὴν τοῦ αἵματος φύσιν· τὰ γὰρ ἄναιμα καὶ ἀναίσθητα, οἷον ὀστᾶ, τρίχες, ὄνυχες. πάντα οὖν τὰ στοιχεῖα ἄλλο παρ’ ἄλλων ὡς ἀρχὴ ψυχικὴ συνεισήνεκται, καὶ κριτήν τινα τούτων ἕκαστον καὶ προστάτην ἀπείληφε πλὴν τῆς γῆς· ταύτην δ’ οὐδεὶς ἀπεφήνατο, πλὴν εἴ τις εἴρηκεν ἐκ πάντων εἶναι τῶν στοιχείων ἢ ὃς πάντα.2 Ἀνακεφαλαιούμενοι δὲ τὰ εἰρημένα λέγομεν ὡς πάντες ὁρίζονται τὴν ψυχὴν τρισὶν ὡς εἰπεῖν, κινήσει, αἰσθήσει, τῷ ἀσωμάτῳ· τούτων δ’ ἕκαστον ἀνάγεται πρὸς τὰς ἀρχάς. ὡς γὰρ τὰ αἴτια οὕτω καὶ τὰ αἰτιατά. ὅθεν καὶ οἱ τῷ γινώσκειν, ὡς εἴρηται, αὐτὴν ὁριζόμενοι ἢ στοιχεῖον ἢ ἐκ τῶν στοιχείων ποιοῦσιν, λέγοντες παραπλησίως ἀλλήλοις, πλὴν ἑνὸς τοῦ Ἀναξαγόρου· φασὶ γὰρ διὰ τοῦτο ἐκ τῶν ἀρχῶν, ἵνα τῷ ὁμοίῳ γινώσκῃ τὸ ὅμοιον, καὶ ἐπεὶ πάντα γινώσκει, συνιστῶσιν αὐτὴν ἐκ πασῶν τῶν ἀρχῶν. ὅσοι μὲν οὖν μίαν τινὰ λέγουσιν αἰτίαν καὶ στοιχεῖον ἕν, καὶ τὴν ψυχὴν ἓν τιθέασιν, οἷον πῦρ ἢ ἀέρα· οἱ δὲ πλείους λέγοντες τὰς ἀρχὰς καὶ τὴν ψυχὴν πλείω ποιοῦσιν. ὅσοι δ’ αὖ ἐναντιώσεις ποιοῦσιν ἐν ταῖς ἀρχαῖς, καὶ τὴν ψυχὴν ἐκ τῶν ἐναντίων συνιστῶσιν· οἳ δὲ θάτερον τῶν ἐναντίων, οἷον θερμὸν ἢ ψυχρὸν ἤ τι τοιοῦτον ἄλλο, καὶ τὴν ψυχὴν ὁμοίως τιθέασιν. διὸ καὶ τοῖς ὀνόμασιν ὁμοίως ἀκολουθοῦσιν, οἱ μὲν τὸ θερμὸν ψυχὴν λέγοντες, ὅτι διὰ τοῦτο καὶ τὸ ζῆν ὠνόμασται, οἱ δὲ τὸ ψυχρὸν διὰ τὴν ἀναπνοὴν καὶ τὴν κατάψυξιν καλεῖσθαι ψυχήν. μόνος δ’ Ἀναξαγόρας τὸν παρ’ αὐτῷ νοῦν ἀπαθῆ φησιν εἶναι καὶ κοινὸν οὐθὲν οὐθενὶ τῶν ἄλλων ἔχειν· μόνον γάρ φησι τῶν ὄντων αὐτὸν ἁπλοῦν εἶναι καὶ ἀμιγῆ καὶ καθαρόν, πάντων συντεθέντων ἐκ τῶν ὁμοιομερῶν. τοῦτον δὲ τὸν θεῖον εἶναι συννενοήκαμεν, ὃν καὶ ἀρχὴν τῶν ὅλων μάλιστα τίθεται· εἰ δὲ καὶ τὸν ψυχικὸν οὕτω λέγει, πῶς νοήσει τοιοῦτος ὤν, εἴπερ καθ’ ὁμοιότητα τὸ γινώσκειν, αὐτός τε οὐκ εἶπε καὶ ἐκ τῶν εἰρημένων ἀσυμφανές ἐστι. πλὴν τοῦτο αὐτοῦ χάριεν, ὅτι τῶν σωμάτων ἐχώρισε, καὶ αὕτη δοξῶν ἡ καιριωτάτη· νοῦν γὰρ ἀρχὴν καὶ ποιητὴν τῶν ὄντων πρῶτος ἐπέστησε καὶ νήφων ἐφάνη παρ’ εἰκῆ λέγοντας. κοινῶς δὲ περὶ πάντων εἰπεῖν δεῖ ὡς τὴν ψυχὴν ἐκ τῶν στοιχείων λέγοντες οὐχ ὡς τἄλλα λέγουσι τροπῇ καὶ μεταβολῇ (τί γὰρ τοῦ τυχόντος ζῴου δεήσειεν ἢ φυτοῦ;) ἀλλὰ μοῖράν τινα καθαρὰν καὶ εἰλικρινῆ κατὰ μόνην τὴν σχέσιν πρὸς τὰς ἀρχὰς τὴν διαφορὰν ἔχουσαν, ὡς αἱ μὲν τινῶν (τῶν ἐξ ἐκείνων γάρ), ἡ δὲ οὔ· καὶ αἱ μὲν ὅλον, ἡ δὲ μέρος. τὰ μὲν οὖν παραδεδομένα περὶ ψυχῆς καὶ δι’ ἃς αἰτίας λέγουσιν οὗτοι, ταῦτα. ἤδη δὲ καὶ πρὸς τὴν ἐξέτασιν τῶν λεγομένων κατὰ τὴν προτέραν ὁμολογίαν ἰτέον· ἐκεῖνο δὲ ποιοῦμεν δῆλον ὡς οὐ παντάπασι τὰ τῶν ἀνδρῶν ἀθετήσομεν. οὐ γὰρ ἐκεῖνοι πάντα κακῶς εἰρήκασιν, εἰ καὶ παρὰ τὴν τῶν ἐλέγχων ἀγωγὴν τοῦτο δόξειεν· τοῖς γὰρ φαινομένοις ὁ λόγος ἐνστήσεται. οὔτε γὰρ ὅτι κίνησιν ἔδωκαν ἁπλῶς τῇ ψυχῇ μεμφόμεθα οὔτ’ εἰ γινώσκειν εἶπον τὰ πράγματα· τὸ γὰρ ἀσώματον καὶ νοερὸν αὐτόθεν ἡμέτερόν ἐστιν· ἀλλ’ ὅτι κίνησιν εἰπόντες οὐ διεστείλαντο τὴν ποίαν καὶ πῶς, καὶ παρῆκαν τοῖς πολλοῖς τὰς σωματικὰς δὴ ταύτας νοεῖν καὶ ἐπὶ ψυχῆς. καὶ γινώσκει μέν, οὐχ ὡς λέγεται δέ· οὐ γὰρ ἑαυτοὺς λελήθαμεν, ἅ τε ἐν ἄλλοις εἴπομεν καὶ προϊόντες ἐροῦμεν, ὡς ἔνεστι κἀν τῇ ψυχῇ κίνησις. εἰ γὰρ τὸ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπ’ αὐτῆς (μανθάνει γὰρ καὶ ἐπιστήμων ἐξ ἀνεπιστήμονος γίνεται, καὶ παρὰ μέρος ἀρετήν τε καὶ κακίαν μεταβεβλημένη δέχεται), κίνησις δέ ἐστιν ἡ ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ πρόοδος, πῶς οὐ κινηθήσεται; ποῦ δὲ θήσει τις καὶ τὰς νοητικὰς αὐτῆς καὶ τελείας ἐνεργείας καὶ τὰς τῶν θεωρημάτων διεξοδικὰς ἀνελίξεις καὶ ἀπὸ προτάσεων ἐπὶ τὰ συμπεράσματα ἀγωγάς; ὥστε καὶ Πλάτωνι (οὗτος γὰρ μάλιστα οὐσιοῖ τῇ ψυχῇ τὴν κίνησιν) εἰ πρὸς ταῦτα βλέψαντι, πρὸς δὲ εἰ καὶ τὴν ζωοποιὸν αὐτῆς ὀνειρώξαντι δύναμιν αὐτοκίνητον αὐτὴν καὶ ἀεικίνητον προσαγορεῦσαι ἐπῆλθε, τοσοῦτον τοῦ ἐγκαλεῖν ἀπέχομεν, ὅσῳ καὶ προσεπαινοῦμεν3 καὶ ὡς τὰ ἡμέτερα πρεσβεύοντα τὸν ἄνδρα γνωρίζομεν· τέως δὲ πιεσθήτω καὶ διδότω τὰς εὐθύνας τῷ λόγῳ ὁ τῶν πολλῶν ὀλιγωρῶν καὶ μὴ διαιρῶν τὸ κατὰ τὸ φαινόμενον ἄτοπον.4

他也驳斥了那些主张灵魂是血液的人,理由是种子不是血液,而这[种子]乃是第一灵魂。另一些人则把血液设定为灵魂,犹如克里提亚那样,他们假定感觉是灵魂最固有之特质;而这之所以属于灵魂,乃是由于血液的本性;因为无血之物亦无感觉,例如骨、毛发、爪甲。因此,除了土之外,各个元素都被不同的人作为灵魂的本原引入,且这些元素中的每一个都获得了一位裁决者和倡导者;但没有任何人宣布土是灵魂,除非有人曾说灵魂是由所有元素构成,或者说灵魂自身就是万物。概括上述所言,我们说,所有人都可谓依据三点来定义灵魂:运动、感觉与非物体性;而这三者中的每一者都被引回到诸本原。因为原因如何,由原因所造成之物亦如何。由此,正如所言,那些以认识来定义灵魂的人,亦将灵魂作为元素或使之由诸元素构成,除阿那克萨哥拉一人外彼此说法相似;因为他们说由此由诸本原构成,是为了以同类认识同类,且既然灵魂认识万物,他们便由所有的本原构成灵魂。因此,凡说一个原因和一个元素的人,亦将灵魂确立为一个,例如火或空气;而说诸本原较多的人,亦使灵魂更为多数。另一方面,凡在诸本原中设立对立的人,亦使灵魂由诸对立物构成;而那些设定对立物之一(例如热或冷,或其他类似之物)的人,亦同样确立灵魂。因此他们亦同样顺从名称,有些人称热为灵魂,因为由于这[热]生活亦得名,另一些人则说由于呼吸与冷却,冷被称为灵魂。唯独阿那克萨哥拉说他那里的理智是无受的,且与其余事物无任何共同之处;因为他说在存在者中唯有它是单纯、未混杂且纯粹的,而万物皆由同质部分组合而成。我们已领会到这乃是神圣的理智,他尤其将其确立为万物的本原;但如果他亦如此谈论灵魂的理智,那么既然认识是依据相似性,它具有如此状态又将如何思想呢,这一点他自己未曾说明,且从所言之事中亦不清晰。只是他在这一点上是可取的,即他将理智从诸物体中分离开来,而在诸见解中这是最合时宜的;因为他是第一位把理智作为存在者的本原与创造者而设立的人,并且与那些妄言者相比显现为一个清醒的人。但关于所有人必须共同说明的是,当他们说灵魂由诸元素构成时,并不是像他们谈论其余事物那样通过转折和变化来谈论(否则灵魂与任何偶然的动物或植物又有何差别?),而是说它是某种纯粹且不杂的配额,仅在对诸本原的关系上具有差别,即诸本原是某些事物的本原(因为是来自它们之物的本原),而灵魂则不然;且诸本原是整体,灵魂则是部分。因此,关于灵魂流传下来的学说,以及这些人据以说明的原因,便是这些。如今亦必须依据先前的约定走向对所言之事的考察;但我们要表明这一点:我们绝非全然废弃这些人的学说。因为即使从驳斥的展开过程来看似乎是这样,他们也并未把一切都说得一无是处;因为论辩将针对表面所现加以反驳。因为我们既不谴责他们简单地将运动赋予灵魂,也不谴责他们如果说了灵魂认识事物;因为非物体性与理知性直接就是我们自己的立场;我们所谴责的乃是,他们虽说了运动,却未曾分辨是何种运动以及如何运动,并任由大众在灵魂上也设想正是这些物体的运动。灵魂确实进行认识,但不是以所说的那种方式;因为对于我们在别处已经说过以及继续推进时将要说的内容,我们并非不知,即运动亦存在于灵魂之中。因为如果潜能与现实亦存在于灵魂之中(因为它学习,并从无知识者变成有知识者,且交替地在变化中接受美德与恶德),而运动乃是从潜能向现实的推进,它又怎能不运动呢?人们又将把它的理知性的完全现实活动、定理的推论性展开以及从前提向结论的引导演绎安置在何处呢?因此,即使对于柏拉图而言(因为正是他最将运动实体化给灵魂),如果他着眼于这些,并且如果他亦梦想着它的赋予生命的能力,从而想到了将灵魂称为“自运者”和“永动者”,那么我们远离归咎他的程度,正如同我们进而赞赏他并将此人认同为主张我们观点的人一样;但眼下,让那个忽视大众且不分辨依表面看来的荒谬之处的人受到压制,并向论辩交纳账目吧。

语法注4 条
  1. 2.1.2ἐλέγχει δὲ καὶ τοὺς αἷμα φάσκοντας τὴν ψυχήν, ὅτι ἡ γονὴ οὐχ αἷμα· ταύτην δ’ εἶναι τὴν πρώτην ψυχήν.

    主动词 ἐλέγχει 的主语是前一分块末尾提及的希彭(Ἵππων)。ὅτι 引导的原因从句“种子不是血液”陈述了反驳的依据,接续的 ταύτην δ’ εἶναι... 为宾格加不定式结构,补充说明希彭的前提主张(“且此[种子]乃是第一灵魂”)。

  2. 2.1.2πλὴν εἴ τις εἴρηκεν ἐκ πάντων εἶναι τῶν στοιχείων ἢ ὃς πάντα.

    由 πλὴν εἰ(除……之外)引导的例外句式。后半句 ἢ ὃς πάντα 为高度省略的紧缩结构,意为“或者如果有某人曾说[灵魂]自身即是万物”。

  3. 2.1.2τοσοῦτον τοῦ ἐγκαλεῖν ἀπέχομεν, ὅσῳ καὶ προσεπαινοῦμεν

    由 τοσοῦτον... ὅσῳ... 构成的相关结构。动词 ἀπέχω 支配属格 τοῦ ἐγκαλεῖν 表示“远离归咎”,全句表达“我们远离责难他的程度,恰与我们进一步赞赏他的程度相当(即不但不指责,反而极力称赞)”。

  4. 2.1.2ὁ τῶν πολλῶν ὀλιγωρῶν καὶ μὴ διαιρῶν τὸ κατὰ τὸ φαινόμενον ἄτοπον

    充当句末第三人称命令式动词 πιεσθήτω καὶ διδότω 之主语的分词短语。指代忽视大众见解且未区分表面荒谬之处的论者(此处特指在此点上易受攻击的柏拉图)。分词 ὀλιγωρῶν 支配属格 τῶν πολλῶν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:14.38-16.21