- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:149.19-150.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚通过印章与介质的类比论述了感觉与反射的机制,否定了光线发散说,阐明视觉反射乃是通过连续空气的承受与折返而实现的。他进一步介绍了将照亮与视觉视为无时间的相对关系而非介质质变的另一学说,指明其与随时间展开的感觉之间的差异。
ὥσπερ ἂν εἴ τις εἰς κηρὸν βάψειέ τι σφραγιστήριον,1 μέχρι τούτου ἔβαψεν, ἕως ὁ κηρὸς ἐνεδίδου κινούμενος, λίθος δὲ οὐδὲν πάθοι οὐδὲ κινηθείη διὰ σκληρότητα, ἐν ὕδατι δέ, ὅτι καὶ κηροῦ πολλῷ μαλακώτερον, μέχρι πόρρω βάψει, ἔτι δὲ μάλιστα ὁ ἀὴρ ἐπὶ πλεῖστον κινηθήσεται καὶ ποιήσει καὶ πάθοι, ἐάν περ μένῃ καὶ εἷς ᾖ, κατὰ τὰ αὐτὰ δὴ συμβαίνει καὶ τὰ περὶ αἴσθησιν. διὸ καὶ περὶ ἀνακλάσεως βέλτιον λέγειν τὸν ἀέρα πάσχειν ὑπὸ τοῦ σχήματος καὶ τοῦ χρώματος ἢ τὴν ὄψιν ἐξιοῦσαν ἀνακλᾶσθαι, καὶ πάσχειν καὶ κινεῖν, μέχρις οὗ ἂν ᾖ εἷς (ἐπὶ δὲ τοῦ λείου ἔστιν εἷς), διόπερ οὗτος πάλιν τὴν ὄψιν κινεῖ. καθόλου δὲ περὶ ὁράσεως οὕτω διωριστέον, ὡς οὐκ ἀκτίνων ἐκπεμπομένων κωνικῶς ἢ σωματικῶς ἢ ἀσωμάτως, ὥς τινες λέγουσιν, αἱ ἀνακλάσεις γίνονται, ἀλλὰ τῷ τὰς ἐνδιδομένας ἐνεργείας ἀπὸ τῶν ὁρατῶν τῷ ἀέρι ὡς διαφανεῖ ὄντι εἰδοποιεῖν αὐτὸν ἕνα ὄντα2 καὶ τῇ συνεχείᾳ καὶ τῇ κατ’ εἶδος ταὐτότητι καὶ τῇ συμμετρίᾳ τοῦ διαστήματος, καὶ τῷ μὲν ὁρατικῷ προσπιπτούσας αἰσθητηρίῳ κινεῖν αὐτό· λείῳ δέ τινι καὶ πεφωτισμένῳ καὶ πυκνῷ προσπεσούσας καὶ οὔσας ἐν τῷ δεξαμένῳ ἀέρι ὡς ἔτι μένοντι ἑνὶ καὶ μὴ διακοπέντι ἢ διὰ τραχύτητα ἢ ἀραιότητα ἢ διὰ σκοτεινότητα, τοῦ ἀντερείσαντος λείου καὶ στερεοῦ ὄντος, καὶ διὰ τοῦτο οὐ πορρωτέρω προϊούσας, ἀλλ’ οἷον εἰς τοὐπίσω ἐπανιούσας καὶ τῷ ἐνδόντι αἰσθητῷ, ἐὰν ὁρατικὸν ᾖ, γινομένας ὁρατάς, ποιεῖν τὴν ἀνάκλασιν τὴν ἐπὶ τῆς ὄψεως· οἷον ἀπὸ τοῦ χρώματος καὶ τοῦ σχήματος τοῦ ἐμοῦ προσώπου ἐνδοθείσης τῆς ὁρατικῆς ἐνεργείας τῷ μεταξὺ ἀέρι τοῦ τε προσώπου καὶ κατόπτρου καὶ μενούσης δι’ ὅλου τοῦ μεταξύ, καὶ διὰ τὸ τὴν πρόσω κωλύεσθαι φορὰν ὑπὸ τοῦ λείου ἅμα καὶ φυλάσσοντος ἕνα τὸν μεταξὺ ἀέρα ἐπανακαμπτούσης ἕως τοῦ ἐμοῦ προσώπου πάλιν· ὅπερ ἐπειδὴ οὐ μόνον ἐστὶν αἰσθητὸν ἀλλὰ καὶ ὁρατικόν, ὄψεται3 τὴν ἐνδιδομένην αὐτῷ ὡς ἀπὸ τοῦ ὁρατοῦ ἐνέργειαν, τουτέστιν ὡς ἀπὸ χρώματος καὶ σχήματος· καὶ τοῦτο καλεῖσθαι ἀνάκλασιν, τὴν οἷον ἐπανάκαμψιν καὶ εἰς τὸ ἐξ ἀρχῆς ἐνδεδωκὸς ἐνέργειαν. κατὰ τὸν αὐτὸν τρόπον, καὶ τὰς ἄλλας γίνεσθαι ἀνακλάσεις, ὅσαι καὶ μὴ κατ’ ὀρθὰς γίνονται γωνίας ὁραταὶ καὶ ἀκουσταί, ὅσαι τε δι’ ἀέρος καὶ ὕδατος καὶ ὅσαι κατὰ διάφορα σχήματα τῶν λείων γίνονται· ἡ γὰρ ἀνάκλασις οὐ μόνον κατ’ ὀρθὰς γίνεται γωνίας ἀλλὰ καὶ κατὰ πάσας τὰς κατ’ ἰσότητα πρὸς τὸ ὑποκείμενον ἐπίπεδον ἀντικειμένας, ὡς καὶ τοῖς μαθηματικοῖς διώρισται. διὸ οὐ πρὸς τὸ ἐνδεδωκὸς μόνον ἀντανακλᾶται ἡ ἐνέργεια (τοῦτο γὰρ ὅτε κατ’ ὀρθάς), ἀλλὰ καὶ πρὸς ἄλλα τὰ κατ’ ἰσότητα τὴν εἰρημένην ἔχοντα πρὸς τὸ κάτοπτρον σχέσιν. εἰ δέ τι τῶν ἐνταῦθα λεγομένων περὶ ὁράσεως μὴ συνᾴδει τοῖς ἔμπροσθεν, οὐ δεῖ θαυμάζειν· ἐπὶ γὰρ τῶν οὕτω δυσχερῶς ἐχόντων πρὸς τὴν περίληψιν μόλις ἄν τις τῇ τῶν διαφόρων λόγων ἐντυχίᾳ καὶ γυμνασίᾳ ἴσχυσέ τι λαβεῖν πρὸς τὴν τοῦ ἀληθοῦς κατανόησιν. καὶ περὶ τοῦ φωτίζειν δὲ ὅλως καὶ ὁρᾶν εἰσὶν οἳ λέγουσιν ἕτερα καὶ τῶν νῦν καὶ τῶν προτέρων, ὡς τῇ ποιᾷ σχέσει τοῦ τε φωτίζοντος καὶ φωτιζομένου καὶ ὁρῶντος καὶ ὁρωμένου γίνεσθαι, καὶ μὴ διά τινος μεταξὺ ἐνεργείας ἢ ἀλλοιώσεως, ὡς ἐπὶ τῶν ἄλλων εἶχεν αἰσθήσεων. ἐπ’ ἐκείνων μὲν καὶ διὰ χρόνου καὶ τῶν μεταξὺ ἡ κίνησις ἦν, οἷον ἐπ’ ἀκοῆς καὶ ὀσφρήσεως· οὐ γὰρ ἅμα ὁ ἐγγὺς καὶ πόρρω τοῦ αὐτοῦ ψόφου ἢ ὀσμῆς ᾔσθετο, ὅτι κατὰ φορὰν καὶ ἀλλοίωσιν· ἐπὶ δὲ φωτὸς καὶ ὁράσεως ἀθρόως ἀχρόνως ἅμα, ὅτι κατὰ σχέσιν· τοιαῦτα γὰρ τὰ πρός τι. δεξιὸν γάρ του ἢ ἴσον ἢ διπλάσιον ἀχρόνως γίνεται· καὶ ὡς ἐπὶ τούτων ἅμα τῷ τὸ ἓν ἀπεῖναι οὐδὲ τὸ ἕτερον ἔσται (ἅμα γὰρ τῷ μεταβληθῆναι διπλάσιον καὶ ἥμισυ ἔφθαρτο), οὕτω καὶ ἐπὶ τοῦ φωτός· ἅμα τῷ φανῆναι ἐφώτισε καὶ τῷ ἀπεῖναι ἐσκότισεν. ἐπὶ δὲ τῶν κατ’ ἀλλοίωσιν οὐχ οὕτως· οὐ γὰρ εὐθὺς τοῦ θερμάναντος οἰχομένου καὶ ὁ ἀὴρ ἀπέβαλε τὴν θερμότητα, ἀλλ’ ἔτι ἔχει.
正如有人若将印章浸入蜡中,蜡在被运动时退让到何处,他便浸入到何处,而石头由于坚硬则不承受任何作用也不被运动,但在水中,由于水比蜡柔软得多,他将浸入得更深,而空气若保持完整且合为一体,则将最充分地被运动,并施行作用且承受作用,关于感觉的事情也完全以同样的方式发生。因此,关于反射,更好的说法是空气受到形状和颜色的作用,而不是说视觉发散出去并发生反射,并且只要空气合为一体(在光滑表面上它便合为一体),它便承受作用并施行运动,正因如此这空气反过来又运动了视觉。总体而言,关于视觉应当作如下规定:反射的产生并不像某些人所说的那样,是通过以圆锥形方式——无论是物体性地还是非物体性地——发射出光线而产生的,而是由于从可见之物赋予的现实活动赋予空气以形式,只要空气作为透明体在连续性、形式同一性以及距离的相称性上合为一体;并且当这些现实活动落入视觉器官时便运动它;然而当它们落入某种光滑、被照亮且致密之物,并存在于接纳它们的空气中,只要空气由于抗衡之物的光滑与坚固而未因粗糙、稀疏或黑暗被阻断,因而仍保持合为一体,且因此不再向前行进,而是仿佛折返回去,并且只要赋予现实活动的可感觉之物具有看的能力,便对它成为可见的,从而引起了视觉中的反射。例如,从我脸部的颜色和形状赋予视觉的现实活动于脸部与镜子之间的空气,并贯穿于整个中介物之中,由于向前行进的运动被光滑且同时保持中介空气合为一体之物所阻碍,便再次折返回来,直到我的脸部;而脸部既然不仅是可感觉之物,而且具有看的能力,它便将看见那赋予自身的、仿佛来自可见之物的现实活动,即仿佛来自颜色和形状的现实活动;而这便被称为反射,即仿佛折返以及朝向最初赋予〔它〕之物的现实活动。以同样的方式,其余的反射亦由此产生,包括那些并非以直角产生的可见与可听的反射、通过空气和水产生的反射,以及根据光滑物的不同形状产生的反射;因为反射不仅以直角产生,而且正如数学家们所规定的那样,以相对于基底平面的相等性而相对的一切角度产生。因此,现实活动不仅朝向赋予它之物发生反向反射(因为这发生在直角情形下),而且也朝向与镜子具有前述相等关系的其他事物发生反射。如果此处关于视觉所说的某些事情与先前的内容并不完全相合,亦不足为怪;因为对于如此难以把握的事物而言,人们唯有通过接触不同的论说并加以操练,才能勉强为理解真理领会到某些东西。关于一般的照亮与观看,在当代人与古人中都有人持有别样的主张,认为这是通过照亮者与被照亮者、观看者与被观看者之间的某种关系而产生的,而不是通过某种中介的现实活动或质变而产生的,不像在其他感觉中那样。在那些其他感觉中,正如在听觉和嗅觉中那样,运动是通过时间与中介物发生的;因为邻近者与遥远者并不同时感知到同一种声响或气味,这是由于它是通过位移和质变发生的;但在光与视觉中,则是整体地、无时间地且同时发生的,因为它是通过关系发生的;因为相对之物便是具有这种本性。例如,处于某物之右、相等或两倍,都是无时间地生成的;正如在这些事物中,伴随着一者的缺席另一者亦不复存在(因为两倍一旦发生改变,半数亦同时毁灭),在光的情形中亦是如此:一旦显现它便照亮,一旦缺席它便使之变暗。但在通过质变产生的事物中则并非如此;因为温热之物一旦离去,空气并不会立刻丧失热度,而是仍然保有它。
- 4.3.13ὥσπερ ἂν εἴ τις εἰς κηρὸν βάψειέ τι σφραγιστήριον
短语 ὥσπερ ἂν εἰ 搭配祈愿语气(βάψειε)引入虚拟比喻(“正如有人若将……浸入”),与后文的直陈式过去时 ἔβαψεν 呼应,表明依照材料退让程度而达到的浸入范围。
- 4.3.13ἀλλὰ τῷ τὰς ἐνδιδομένας ἐνεργείας ἀπὸ τῶν ὁρατῶν τῷ ἀέρι ὡς διαφανεῖ ὄντι εἰδοποιεῖν αὐτὸν ἕνα ὄντα
带有与格定冠词的不定式结构(ἀλλὰ τῷ... εἰδοποιεῖν... καὶ... κινεῖν... ποιεῖν...)表示反射产生的方式/原因,与前文表否定的独立属格 οὐκ ἀκτίνων ἐκπεμπομένων 相对立。宾格短语 τὰς ἐνδιδομένας ἐνεργείας 充当不定式 εἰδοποιεῖν、κινεῖν 和 ποιεῖν 的逻辑主语。
- 4.3.13ὅπερ ἐπειδὴ οὐ μόνον ἐστὶν αἰσθητὸν ἀλλὰ καὶ ὁρατικόν, ὄψεται
关系代词 ὅπερ 指向前文的中性名词 πρόσωπον(“脸”),并作主句动词 ὄψεται 的语法主语。它表明脸部既是可感觉的对象,又具备看的能力,因而能够感知折返至自身的现实活动。
