← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§150.31-152.6

感觉的终极目的与灵魂不朽及肉身复活

在结束关于光照与相对物差异的题外话并总结诸感觉的存在目的(为了生存还是为了福祉)之后,索福尼亚斯总括了前人对灵魂的探讨(数学与逻辑探讨对自然学探讨),阐明了自己融通两者的宗旨,并在全篇结尾处论证了灵魂的不朽、死后的审判、肉身的复活以及践行虔敬的必要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.13#3

διοίσει μέντοι τὰ περὶ φωτὸς τῶν πρός τι, ὡς ἐκεῖ τὸ ἐγγὺς καὶ πόρρω ἀδιάφορον πρὸς τὸ γενέσθαι σχέσιν, καὶ πανταχόθεν δυνατόν, ἐνταῦθα δὲ δεῖ συμμετρίας τῷ ἀποστήματι καὶ κατ’ εὐθεῖαν μόνην. καὶ ταῦτα ὡς ἐν παρεκβάσει παρεξετάσαντες πάλιν ἐπανίωμεν. ἡ μὲν οὖν ἁφὴ τοῦ εἶναι ἕνεκα τοῖς ζώοις (οὔτε γὰρ οἷόν τε μὴ ζῶον ἔχειν αὐτὴν οὔτε ζῶον ἄλλην πρὸ ταύτης), αἱ δὲ ἄλλαι τοῦ εὖ εἶναι, οἷον ὄψις, ἐπεὶ ἐν ἀέρι καὶ ὕδατι, ὅπως ὁρᾷ, καὶ ὅλως ἐπεὶ ἐν διαφανεῖ· γεῦσις δὲ διὰ τὸ ἡδὺ καὶ λυπηρόν, ἵν’ αἰσθάνηται τοῦ ἐν τῇ τροφῇ καὶ ἐπιθυμῇ καὶ κινῆται· ἀκοὴ δὲ ὅπως σημαίνῃ τι αὑτῷ· γλῶσσα δὲ ὅπως σημαίνῃ τι ἑτέρῳ. Καὶ δὴ τούτων οὕτω πεπερασμένων ἔτι βραχύ τι περὶ τῶν κατὰ τὴν παροῦσαν πραγματείαν συμβάντων ἡμῖν ὑπομνήσαντες τέλος ἐπιθῶμεν τοῖς εἰρημένοις. τῶν περὶ ψυχῆς πραγματευσαμένων οἱ μὲν μαθηματικώτερον οἱ δὲ λογικώτερον τὴν σκέψιν πεποίηνται, καὶ προσηκούσας ἑκάτεροι τῇ ἐξ ἀρχῆς προθέσει τὰς ἀποδείξεις ἐπέφερον· καὶ ἄμφω μέντοι ὡς πρὸς νοῦν μᾶλλον ἢ ψυχὴν ἡνωμένην καὶ προσχρωμένην σώματι πεπραγματεῦσθαι ἐγνώσθησαν. ὅσοι δὲ καὶ φυσικῶς τι περὶ αὐτῆς εἰπεῖν ἐπεχείρησαν καὶ τὸ πρὸς τὴν ὕλην κατατεταγμένον αὐτῆς θεωρῆσαι καὶ καθ’ ὅσον κοινωνεῖ σώματος, οὗτοι δέ, οἱ περὶ τῆς τοῦ παντὸς εἰπεῖν ἐπέβαλον φύσεως, ὡς ἐν τοῖς ἄλλοις, κἀν τούτοις περαίνουσιν ἁπλῶς ἐπελθόντες καὶ κατὰ πάρεργον· ὅπως δὲ ὅλη τέ ἐστι καὶ μερῶν ἔχοι, τίς δὲ αὐτῆς καὶ ἡ πρὸς τὴν ὕλην κοινωνία, καὶ ἐφ’ ὅσον τό τε τῶν ἐνεργειῶν καὶ δυνάμεων πολυειδὲς καὶ διάφορον, καὶ περὶ τούτων ἐντελῶς τι παρῆκαν εἰπεῖν. ἔχουσι μέντοι ὅμως χάριν ἰδίως ἀμφότεροι οἵ τε μαθηματικῶς καὶ λογικῶς ζητοῦντες καὶ οἱ φυσικῶς περὶ αὐτῆς σκοποῦντες. ὃ γὰρ οὐκ ἔχει τις παρὰ τούτων λαβεῖν, παρ’ ἐκείνοις ἐντεύξεται· καὶ ὡς μὲν ἀθάνατος δήπουθεν καὶ ἀνώλεθρος οἱ λογικοὶ καὶ μαθηματικοὶ λέγουσι, τὴν δ’ αὖ αὐτῆς πρὸς τὴν ὕλην καὶ τὴν φύσιν σχέσιν μᾶλλον [δ’] ἄν τις παρὰ τῶν φυσικῶν ἐκπορίσαιτο. δῆλον δ’ ἂν ἐκ τούτων εἴη καὶ τῆς προθέσεως τῆς ἡμετέρας τὸ σκόπιμον· ὃ γὰρ ἀμφοτέροις ἐλλεῖπον συνέγνωμεν, τῷ παρ’ ἑκατέροις βοηθοῦμεν ὑπάρχοντι καὶ συνάγομεν ἄμφω (τοῦτο γὰρ ἔδοξε κάλλιον) καὶ τὰς παραδοθείσας ἀρχὰς προάγομεν εἰς τελείωσιν, ἀπὸ μὲν τῆς ὕλης καὶ τῆς αἰσθήσεως διὰ τὸ σαφὲς ἀπαρξάμενοι, πρὸς δὲ τὸν νοῦν καταλήξαντες. εἴ τις δὲ κἀν τοῖς θεωρήμασιν ἐπιθήκη καὶ τῶν εὑρισκομένων ἐπέκτασις, οὐκ ἄχρηστός ἐστι· τίνι γὰρ μᾶλλον ἄν τις ἡσθείη καὶ ὑποίσοι πόνον ἢ αὑτὸν γινώσκων; ἐπεὶ δὲ ἀθάνατος ἡ ψυχὴ οὖσα δέδεικται, ἐπιμελείας δεῖ πλείστης, ὅπως ὡς βελτίστη ἔσται· μὴ καθαρὰ γὰρ ἀπαλλαγεῖσα σώματος πρὸς κακὸν αὐτῇ τὸ γεγενῆσθαι ἀθάνατον.1 εἰ μὲν γὰρ ἦν ὁ θάνατος τοῦ παντὸς ἀπαλλαγή, ἕρμαιον ἂν ἦν τοῖς κακοῖς ἀποθανοῦσι τοῦ τε σώματος ἅμα ἀπηλλάχθαι καὶ τῆς αὑτῶν κακίας μετὰ τῆς ψυχῆς·2 νῦν δὲ ἐπειδὴ τὸ ζῆν αὐτῇ παραμόνιμον φαίνεται, οὐδεμία ἂν εἴη ἄλλη ἀποφυγὴ κακῶν οὐδὲ σωτηρία πλὴν τοῦ ὡς φρονιμωτάτην καὶ δικαιοτάτην γενέσθαι μετὰ ἀνδρίας καὶ σωφροσύνης. τὰς γὰρ ᾀδομένας τῶν ψυχῶν ἐκτίσεις μετὰ τὸν τῇδε βίον καὶ τὰς τῶν ἀνοσίων εἰσπράξεις ἔργων καὶ τὴν εἰς τέλος ἐν πυρὶ τῆς ἀδικίας κατάλυσιν, τάς τε ἀμοιβὰς τῶν ἀγαθῶν κατὰ τὰ ἴσα μέτρα καὶ τὴν τοῦ καλλίστου μετουσίαν καὶ θειοτάτου τὰς ἐλλάμψεις, τὰς θεώσεις, τὰς ἀναβάσεις ἀληθῆ νομίζειν χρή· προνοίας γὰρ οὔσης καὶ λόγου τὸ πᾶν ἐπιστατοῦντος, πῶς οἷόν τε μὴ εἶναι κρίσιν καὶ τῶν βεβιωμένων ἐξέτασιν, ἢ λεγομένην μὴ πιστεύεσθαι ὅσιον; καὶ μέντοι καὶ σωμάτων ἔσται ἀνάστασις ταῖς ἰδίαις ψυχαῖς συνέσεσθαι,3 ἣν δὴ καὶ παλιγγενεσίαν ὁ ἀληθὴς πρεσβεύει λόγος· καὶ τὴν εἰς τοῦτο τῶν πολλῶν συλλογισμῶν καὶ πλοκῶν τοῦ σωτῆρος φωνὴν πιστοτέραν ἡγούμεθα. δεῖ δὴ οὖν ἀρετῆς καὶ πρὸ ταύτης εὐσεβείας· ἑκάτερον γὰρ ἑκατέρου χωρὶς οὐδὲν ἢ μικρὸν ὤνησεν.

然而,关于光的事情与相对之物有所不同,因为在后者中近与远对于关系的产生是无差别的,并且可以从各个方向发生,但在此处则需要距离的相称性,并且仅在直线上进行。既然我们将这些事情作为题外话予以了考察,便让我们再次折返回来。因此,触觉对于动物而言是为了存在(因为非动物不可能拥有它,动物也不可能拥有先于它的其他感觉),而其他感觉则是为了完满的存在,例如视觉,既然它存在于空气和水中,是为了观看,且总体而言既然存在于透明体中;味觉是为了快乐与痛苦,以便感知滋养物中的成分,产生欲望并被运动;听觉是为了向自身传达某种信号;舌头则是为了向他者传达某种信号。 既然这些事情已如此完结,让我们再简短地提示一下在本论著中我们所遭逢的事情,并为所述的内容画上句号。在论述灵魂的人们中,有些人更为数学性地进行考察,另一些人则更为逻辑性地进行考察,双方都提出了与其最初企图相称的证明;然而双方都被认为宁可说是针对理智进行论述,而不是针对与身体结合并使用身体的灵魂。至于那些试图自然学性地就灵魂论述某些事情、并考察它针对质料的配置以及就其分有身体而言的状况的人——即那些着手论述万物本性的人——正如在其他事情中一样,在这些事情中他们也仅仅是浮光掠影、当作副业草草了事;至于灵魂如何是一个整体且如何拥有部分,它与质料的交往是什么,以及它的现实活动与能力的繁复与差异达到何种程度,关于这些事情他们全然遗漏未言。尽管如此,无论是数学性且逻辑性地探究者,还是自然学性地考察灵魂者,双方都各自具有价值。因为人们无法从后者那里获得的,在前者那里便能遇到;逻辑与数学的探究者们固然主张灵魂是不朽且不灭的,而反过来人们更能够从自然学者那里获得灵魂与质料和自然的关系。由此,我们意图的宗旨亦当是清晰的;因为凡我们在双方身上认识到有所欠缺的,我们便借助于各自所具备的予以补足,并将二者结合起来(因为这显得更为优美),使流传下来的原理走向完善,由于清晰之故从质料和感觉出发,最终归结于理智。如果在诸定理中有所增益,且对所发现的内容有所扩展,这亦非毫无用处;因为除了认识自身之外,人们还能在何事上获得更大的快乐并甘愿承受辛劳呢?既然灵魂已被证明是不朽的,便需要最大的关切,以使其尽可能成为最善的;因为如果不纯洁地脱离肉体,成为不朽对它而言反成了祸害。因为如果死亡是对万事的摆脱,对于恶人而言,在死去时连同灵魂一起既摆脱了肉体又摆脱了自身的邪恶,本是一桩幸事;然而既然对于灵魂而言活着显得是恒常的,除了伴随着勇敢和节制而变得尽可能明智和公正之外,便不再有摆脱恶的途径,亦无拯救。因为对于灵魂在此生之后广为传颂的惩戒、对不虔敬行径的追讨、不义在火中最终的毁灭,以及对于善人按照均等尺度的奖赏、对最美与最神圣之物的分有、光照、神化与上升,人们应当认为是真实不虚的;因为既然存在着掌管万物的摄理和理则,怎能没有审判和对生前行径的审查,或者说,不相信所说的这些事情又怎能算是虔敬呢?不仅如此,身体也将复活以与其自身的灵魂结合,这正是真实的理则所尊崇的新生;而针对这一点,比起繁多的三段论和论证纠缠,我们认为救主的言辞更为可信。因此,必须具备德性,且在此之前必须具备虔敬;因为二者若缺乏另一方,便毫无用处或收效甚微。

语法注3 条
  1. 4.3.13πρὸς κακὸν αὐτῇ τὸ γεγενῆσθαι ἀθάνατον

    带冠词的不定词短语 τὸ γεγενῆσθαι ἀθάνατον 作句子的主语,谓语部分省略了系动词(ἐστίν 或 ἔσται)。介词短语 πρὸς κακόν 搭配受害与格 αὐτῇ,表示结果:“对它而言成为祸害”。

  2. 4.3.13ἕρμαιον ἂν ἦν τοῖς κακοῖς ἀποθανοῦσι τοῦ τε σώματος ἅμα ἀπηλλάχθαι καὶ τῆς αὑτῶν κακίας μετὰ τῆς ψυχῆς

    与现在事实相反的条件句(非真实条件句)的归结从句,化用了柏拉图《斐多篇》107c的著名论述。完成时不定词 ἀπηλλάχθαι 支配分离属格 τοῦ σώματος 和 τῆς κακίας,用以说明表语名词 ἕρμαιον(天赐之幸、意外收获)的具体内容。

  3. 4.3.13ταῖς ἰδίαις ψυχαῖς συνέσεσθαι

    将来时不定词 συνέσεσθαι(源自 σύνειμι,“共处、相伴”)紧随名词 ἀνάστασις(复活),表达其目的或预期结果(“以便与其自身的灵魂结合”)。动词 σύνειμι 支配伴随与格 ταῖς ἰδίαις ψυχαῖς。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:150.31-152.6