- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:148.16-149.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段基于亚里士多德《论灵魂》卷三第十三章,论证了由于触觉的不可或缺性与中道性,动物身体不可能由单一元素构成;仅有可触知之物的过度才会消灭动物自身;并阐明了远隔感觉通过中介物的连锁传递而发生的机制。
Φανερὸν οὖν ἐκ τούτων καὶ ὅπως οὐχ ἁπλοῦν οἷόν τε εἶναι τὸ τοῦ ζώου σῶμα, οἷον πύρινον ἢ ἀέρινον ἢ ὑδάτινον· καὶ εἰ μὴ πόνος τὸ πολλάκις περὶ τῶν αὐτῶν λέγειν, εἴπωμεν πάλιν. ἄνευ γὰρ ἁφῆς, ὡς εἴρηται, οὐδεμίαν ἄλλην αἴσθησιν ἔχειν τὸ ζῶον ἐνδέχεται· ἅπαν γὰρ σῶμα ἔμψυχον ἁπτικόν. τὰ μὲν οὖν ἄλλα στοιχεῖα ἔξω γῆς αἰσθητήρια μὲν ἂν γένοιτο, δι’ ἑτέρου δ’ αἰσθήσεται καὶ τοῦ μεταξύ· ἡ μέντοι ἁφὴ τῷ αὐτῶν ἅπτεσθαί ἐστι,1 διὸ καὶ τοῦτο τοὔνομα ἔχει. ὥστε τῶν ἄλλων τριῶν στοιχείων οὐδὲν ἂν εἴη σῶμα τοῦ ζώου. οὐδὲ δὴ γήινον. πάντων γὰρ ἡ ἁφὴ τῶν ἁπτῶν ἐστι μεσότης, καὶ ἔστι δεκτικὸν τὸ αἰσθητήριον οὐ μόνον ὅσαι γῆς εἰσι διαφοραί, ἀλλὰ καὶ θερμοῦ καὶ ψυχροῦ καὶ τῶν ἄλλων ἁπτῶν ἁπάντων. διὰ τοῦτο τοῖς ὀστοῖς καὶ ταῖς θριξὶ καὶ τοῖς τοιούτοις μορίοις οὐκ αἰσθανόμεθα, ὅτι γῆς. διὰ τοῦτο καὶ τὰ φυτὰ ἀναίσθητα. ταῦτ’ ἄρα οὐχ οἷόν τε ἁπλοῦν εἶναι τὸ τοῦ ζώου σῶμα. τούτων οὕτως ἐχόντων, ἐπεὶ ἄνευ ἁφῆς οὐδεμίαν οἷόν τε ἄλλην εἶναι, αὕτη δὲ οὔτε γῆς οὔτ’ ἄλλου τῶν στοιχείων ἑνός, ὡς οὐδὲ τὸ τοῦ ζώου σῶμα, φανερὸν ὡς ἀνάγκη μόνης ταύτης στερισκόμενα τὰ ζῷα θνήσκειν· ταύτῃ γὰρ τὸ ζῴῳ εἶναι ὥριστο. ἐντεῦθεν καὶ τὰ μὲν ἄλλα αἰσθητὰ ταῖς ὑπερβολαῖς οὐ διαφθείρει τὸ ζῶον, οἷον χρῶμα ψόφος καὶ ὀσμή, ἀλλὰ μόνα τὰ αἰσθητήρια, ἂν μὴ ᾖ τι κατὰ συμβεβηκός, οἷον εἰ ἅμα τῷ ψόφῳ ὦσις καὶ πληγὴ γένηται, καὶ ὑπὸ ὁραμάτων ἐκπληκτικῶν καὶ ὑπ’ ὀσμῆς ἕτερα κινεῖται, ἃ τῇ ἁφῇ φθείρει (καὶ ὁ χυμὸς δὲ τῶν δηλητηρίων, ᾗ ἅμα συμβαίνει ἁπτικὸς εἶναι, ταύτῃ φθείρει)· ἡ δὲ τῶν ἁπτῶν ὑπερβολὴ οἷον θερμοῦ καὶ ψυχροῦ καὶ σκληροῦ ἀναιρεῖ τὸ ζῶον. παντὸς μὲν γὰρ ὑπερβολὴ αἰσθητοῦ ἀναιρεῖ τὸ αἰσθητήριον, ὥστε καὶ τὸ ἁπτὸν ὑπερβάλλον τὴν ἁφήν· ταύτῃ δ’ ὥρισται τὸ ζῆν. καὶ σύνεστι μὲν ἀεὶ αὕτη τῷ ζῴῳ ἐξ ἀνάγκης· τοῦ εἶναι γὰρ ἕνεκα, αἱ δὲ ἄλλαι τοῦ εὖ, καὶ γένει ζῴων οὐ τῷ τυχόντι, ἀλλὰ τισίν. οἷον τῷ πορευτικῷ ἀνάγκη ὑπάρχειν· εἰ γὰρ μέλλει σώζεσθαι, ὡς ἐλέγετο, οὐ μόνον δεῖ ἁπτόμενον αἰσθάνεσθαι, ἀλλὰ καὶ ἄποθεν· τοῦτο δ’ ἂν εἴη, εἰ διὰ τοῦ μεταξὺ αἰσθητικὸν εἴη, τῷ ἐκεῖνο μὲν τὸ μεταξὺ ὑπὸ τοῦ αἰσθητοῦ πάσχειν καὶ κινεῖσθαι, αὐτὸ δὲ ὑπ’ ἐκείνου.2 ὥσπερ γὰρ τὸ κινοῦν κατὰ τόπον μέχρι τινὸς μεταβάλλειν ποιεῖ, καὶ τὸ ὦσαν ἕτερον ποιεῖ ὥστε ὠθεῖν καὶ αὐτὸ καὶ ἐστι διὰ μέσου ἡ κίνησις μία κατ’ ἀλληλουχίαν, πολλῶν ὄντων τῶν ἑξῆς κινούντων καὶ κινουμένων, τὸ πρῶτον δὲ κινοῦν ἀκίνητον καὶ κινεῖ καὶ ὠθεῖ αὐτὸ οὐκ ὠθούμενον, καὶ αὖ πάλιν τὸ ἔσχατον αὐτὸ ἀκίνητον καὶ μόνως ὠθεῖται οὐκ ὦσαν, τὰ δὲ μέσα ἄμφω, οὕτω καὶ ἐπὶ τῆς ἐν αἰσθήσει ἀλλοιώσεως. οἷον ὁ μὲν ἄνθρωπος κινεῖ τὴν χεῖρα, ἡ δὲ τὴν βακτηρίαν, αὕτη δὲ τὴν θύραν, κἀκείνη πρὸς ἀκίνητον ὠθίσθη τὸν τοῖχον. ὁ μὲν οὖν ἄνθρωπος μόνως ἐκίνησεν, ἡ δὲ θύρα μόνως ἐκινήθη, τὰ δὲ μεταξὺ καὶ ἐκινήθη καὶ ἐκίνησε. κατὰ τὰ αὐτὰ δὴ καὶ ἐπὶ τῶν αἰσθανομένων γίνεται, οἷον ἐπὶ τῆς ὄψεως· ὁ μὲν γὰρ ἥλιος κινεῖ τὴν ἐν ταῖς σφαίραις διαφάνειαν, ἐκεῖναι δὲ τὸν ἀέρα, ὁ δὲ τὸ ὕδωρ, τὸ δὲ τὸ αἰσθητήριον τοῦ ὄντος ἐν τῷ ὕδατι· καὶ διὰ τοῦτο καὶ ἐν ὕδατι ὄντες ὁρᾶν δυνάμεθα τὸν ἥλιον καὶ τὰ ἄστρα. ὁ μὲν οὖν ἥλιος μόνως κινεῖ καὶ τὰ ἄστρα, τὸ δὲ αἰσθητήριον μόνως κινεῖται, τὰ δὲ μεταξὺ καὶ κινεῖται καὶ κινεῖ. ἔτι ἐπὶ τοῖς αὐτοῖς καὶ ἑτέρῳ παραδείγματι χρησόμεθα πρὸς σαφήνειαν.
因此,由这些事情也可明了,动物的身体为何不可能由单一元素构成,例如完全由火、由气或由水构成;如果反复谈论同样的事情并非徒劳之累,就让我们再次说明。因为正如已经说过的,动物没有触觉便不可能具有任何其他感觉;因为一切具灵魂的身体都是具有触觉的。大地之外的其他元素固然能够成为感觉器官,但它们将通过别的东西以及通过中介来感知;然而触觉却是通过触及对象自身而存在的,正因如此它才具有这个名称。所以其他三种元素中的任何一种都不可能是动物的身体。当然,它也不可能是土性的。因为触觉是一切可触知事物的中道,其感觉器官不仅能够接受属于大地的各种差异,而且能接受冷、热以及所有其他可触知之物。因此我们不用骨骼、毛发和类似的部分来感知,因为它们属于土。也正因如此,植物是无感觉的。因此,基于这些理由,动物的身体不可能是由单一元素构成的。在这些情况属实的前提下,既然没有触觉就不可能存在任何其他感觉,而这种触觉既不属于土,也不属于其他任何单一元素,正如动物的身体也是如此,那么显而易见,动物仅当被剥夺这一种感觉时便必然会死亡;因为动物的存在正是由此界定的。由此也可见,其余的可感觉事物并不会因其过度而毁灭动物,例如颜色、声响与气味,而只会毁灭感觉器官,除非存在某种偶性情况,例如在声响的同时伴随着推挤与撞击,或者由于骇人的景象与气味而引发了其他通过触觉带来毁灭的事物(毒物的滋味也是在其碰巧同时具有可触知性的限度内由此带来毁灭的);但可触知之物的过度,例如过热、过冷和过硬,则会消灭动物。因为任何可感觉事物的过度都会消灭感觉器官,所以过度的可触知物也会消灭触觉;而活着正是由此界定的。并且这种感觉必然总是与动物同在;因为它是为了存有,而其他感觉则是为了良好地存有,并且不属于随意的动物门类,而是属于某些特定的动物。例如,对于能行走的动物而言,具备其他感觉乃是必然的;因为正如先前所言,如果它要得到保全,就不仅必须通过接触来感知,而且必须从远处感知;而这一点只有在它能通过中介来进行感觉时才会成立,其方式在于:那中介受到可感觉之物的承受与运动,而自身则受到中介的运动。因为,正如在位置上推动之物使变异发生到一定程度,推动了另一物者也使那另一物自身去推动,并且由于中介的存在,这一运动按相承的顺序合为一体——尽管相继存在着许多推动者与被推动者,最初的推动者是不动的,它推动并推挤却自身不被推挤;相反,最后的物自身亦是不动的,仅仅被推挤而不去推挤,而中介物则兼具两者——,在感觉中的质变情形下亦是如此。例如,人运动其手,手运动拐杖,拐杖运动门,而门被推向不动的墙。于是人仅仅施行运动,门仅仅被运动,而中介物既被运动又施行运动。在进行感知的事物中情形亦完全相同,例如在视觉的情形中:太阳运动天球中的透明体,天球运动空气,空气运动水,水运动水中存在之物的感觉器官;也正因如此,即使身处水中,我们也能看见太阳与群星。因此,太阳与群星仅仅施行运动,感觉器官仅仅被运动,而中介物既被运动又施行运动。为了明晰起见,我们还将就同样的事情使用另一个例子。
- 4.3.13τῷ αὐτῶν ἅπτεσθαί ἐστι
带冠词不定式 τῷ ἅπτεσθαι 是表示手段或方式的与格。αὐτῶν 是指代可触知事物本身(τῶν ἁπτῶν)的宾格性属格,表明触觉是通过直接触及对象本身而非通过外部中介发生作用的。
- 4.3.13τῷ ἐκεῖνο μὲν τὸ μεταξὺ ὑπὸ τοῦ αἰσθητοῦ πάσχειν καὶ κινεῖσθαι, αὐτὸ δὲ ὑπ’ ἐκείνου
表原因或方式的与格冠词 τῷ 统辖着两个带宾格主语的不定式短语(ἐκεῖνο τὸ μεταξὺ ... πάσχειν καὶ κινεῖσθαι 与 αὐτὸ ... [κινεῖσθαι])。该句构阐释了中介物(ἐκεῖνο τὸ μεταξύ)承受可感觉物的作用并被其运动,而动物自身(αὐτό)又被该中介物(ὑπ’ ἐκείνου)运动的因果链条。
