- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:147.14-148.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者阐明了为何动物与植物不同而需要位置运动和感觉,探讨了天体是否具有感觉(即视觉与听觉),并论证了为何触觉对于动物的生存不可或缺,而其余诸感觉则是为了更好地生存。
φανερὸν δὲ ἐντεῦθεν καὶ ὃ ζητῆσαι προεθυμήθημεν, διὰ τί μὴ 〈πάντα〉 μεταβατικὰ κατὰ τόπον τὰ ἔμψυχα· εἰ γὰρ ἡ κίνησις διὰ τὴν τροφήν, τροφὴ δὲ τῷ ὁμοίῳ τὸ ὅμοιον, οὐδὲν χρεία φυτοῖς τῆς τοπικῆς κινήσεως, ἁπλοῖς οὖσι καὶ συμπεφυκόσι τῇ γῇ κἀκεῖθεν παρακειμένην ταῖς ῥίζαις τὴν τροφὴν ἕλκουσι. τοῖς δὲ ζώοις, ἐπεὶ σύνθετα καὶ δεῖται τῷ καταλλήλῳ τραφήσεσθαι, ἡ τοῦ τόπου μετάβασις προσγίνεται, ἵν’ ἐκ διαφόρων τὸ πρόσφορον τῆς τροφῆς ἐρανίζηται· τοῖς δὲ αὐτοῖς καὶ αἴσθησις διὰ τὴν τοῦ βλαβεροῦ καὶ ὠφελίμου διάκρισιν. καὶ τοῦτο μὲν ἐπὶ τῶν ἐν γενέσει καὶ φθορᾷ. Μήποτε δὲ ὁ λόγος φθάνει καὶ ἐπὶ τῶν ἀεικινήτων αἰθερίων σωμάτων, καὶ αἴσθησις αὐτοῖς ὑπολείπεται, εἴπερ καὶ ψυχὴ καὶ νοῦς· τοῖς γὰρ οὕτω περὶ αὐτῶν δοξάζουσι καὶ τοῦτο συνυποληφθείη. καὶ γεῦσιν μὲν ἐν αὐτοῖς καὶ ἁφὴν οὐ πάνυ τις, φασίν, ἀναγκάσει λόγος διὰ τὸ ἀπαθὲς καὶ ἀνενδεὲς τῆς φύσεως, ἢ θυμὸν καὶ ἐπιθυμίαν, ἀκοὴν δὲ καὶ ὅρασιν τὰς τιμιωτέρας ἐνεῖναι τοῖς τιμιωτάτοις διισχυρίσαιτο. τί γὰρ κάλλιον ψυχῇ καὶ σώματι νοῦν ἐλλάμπειν ἐν ἀναισθήτῳ σώματι ἢ ἐν αἰσθητικῷ; καὶ εἰ τὸ πρῶτον, ἡ μὲν οὐ μᾶλλον νοήσει τῶν εἰς σοφίαν συμβαλλόντων ἐστερημένη κρατίστων καὶ τιμιωτάτων (ὄψει γὰρ καὶ ἀκοῇ τὸ τῆς φιλοσοφίας ἡμῖν θηρᾶται γένος), τὸ δὲ οὐδὲν ἑαυτῷ ἔσεται χρήσιμον.1 τίς δὲ κοινωνία ἢ ἕνωσις γένοιτο τῶν ἄκρως ἐναντίων, μὴ ὄντος τοῦ μεσιτεύοντος νοὸς καὶ σαρκός,2 ἀπούσης αἰσθήσεως; λείπεται τὸ δεύτερον λέγειν καὶ ἀκόλουθον τοῖς τὰ οὐράνια σώματα ἔμψυχα καὶ ἔννοα λέγουσι τὸ αἰσθητικὰ τίθεσθαι. Ταῦτα μὲν οὖν οὕτως. ἔτι δὲ κἀκεῖνο συνεξετάσωμεν, τί δήποτε πέντε οὐσῶν αἰσθήσεων, εἴ τις τῶν ἄλλων ἐκλείψειεν, οὐ φθείρει τὸ ὑποκείμενον καὶ ἔστιν οἷς τῶν ζῴων οὔθ’ ὅρασις οὔτ’ ἀκοὴ φύσει προσγέγονεν, ἁφῆς δὲ ἀναιρουμένης εὐθὺς καὶ ζῷον ἀναιρεῖται, καὶ μόνη ἀναγκαιοτάτη καὶ κοινοτάτη καὶ τῶν ἄλλων πρώτη. λέγομεν οὖν ὅτι, εἴπερ, ὡς δέδεικται, δεῖ τὸ ἔμψυχον τρέφεσθαι, καὶ οὐχ οἷόν τε μόνιμα εἶναι τὰ ζῷα καὶ κατερριζῶσθαι σύνθετα ὄντα, ἡ δὲ τροφὴ σῶμά ἐστιν ἁπτόν, τρεφόμεθα δὲ ἐξ ὧν συνεστήκαμεν, συνιστάμεθα δὲ ἐκ ψυχρῶν καὶ θερμῶν καὶ ξηρῶν καὶ ὑγρῶν (οἱ γὰρ χυμοὶ ἥδυσμα τούτοις εἰσὶν ὡς πεπλεγμένοι, διὸ καὶ αὐτοὶ ἁπτοί πώς εἰσι καὶ ἡ γεῦσις ἁφή), ἀνάγκη ἄρα ἔχειν τὸ ζῶον κριτικὴν δύναμιν τῶν τρεφόντων καὶ μή, ἁπτῶν δὲ ὄντων, καὶ αὐτὸ δεῖ ἁπτικὸν εἶναι. ἡ γὰρ τροφὴ ἁπτομένη τοῦ τρεφομένου τρέφει, οὐ πόρρω κειμένη· εἰ γοῦν μὴ ἔχει τὴν ἁφήν, οὐδὲ πλησιάζον τὸ τρέφον γνωρίσει· μὴ γνωρίζον δὲ οὐκ ἂν ἕλοιτο· μὴ ἑλόμενον δὲ οὐκ ἂν τραφείη· μὴ τρεφόμενον δὲ οὐδὲ εἶναι δυνήσεται, ὥστε πρὸς αὐτὸ τὸ εἶναι συντελεῖ τοῖς ζώοις αὐτὴ ἡ ἁπτικὴ αἴσθησις. αἱ δὲ ἄλλαι πρὸς τὸ εὖ εἶναι· διὸ ἐνεῖναι οὐκ ἀνάγκη πᾶσι πάσας, ἀλλὰ τοῖς τελειοτέροις καὶ τελειωθεῖσι. καὶ ἔτι τὰ μὲν κατὰ φύσιν σωστικά τε καὶ βλαβερὰ τῇ ἁφῇ κρίνεται, χρώματα δὲ καὶ ὀσμαὶ καὶ ψόφοι, ὧν αἱ λοιπαὶ αἰσθήσεις, οὔτε σωστικὰ οὔτε φθαρτικά· διὸ καὶ οὐκ ἀνάγκη ἐν πᾶσιν εἶναι τὰς τούτων κριτικάς.
由此,我们先前热切探究的问题也变得清楚了:为何并非一切具灵魂之物都能改变位置。因为,如果运动是为了滋养物,而滋养物对同类者而言是同类的,那么对于植物而言便全然不需要位置运动,因为它们是简单的,并与大地结合生长,从那里汲取靠近其根部的滋养物。但对动物而言,既然它们是复合的且需要由相适宜之物来滋养,位置的变更便被附加给它们,以便它们能够从不同事物中采集适合的滋养物;而对这同样的动物而言,为了辨别有害与有益,感觉也同样具有。而这乃是就处于生成与消灭之中的事物而言的。然而或许这一论说也触及那些永恒运动的以太物体,并且感觉也被保留给它们,倘若灵魂与理智确实也属于它们;因为对于关于它们持有如此见解的人来说,这一点也会一同被假定。正如人们所说,全然没有任何论说会由于其本性的无受动性与无欠缺性而迫使味觉与触觉存在于它们之中,或者迫使激情与欲望存在于其中;但人们可以坚称,听觉与视觉作为较尊贵的感觉,乃存在于最尊贵的事物中。因为对于灵魂与身体而言,理智是辉映在无感觉的身体中更美好,还是辉映在有感觉的身体中更美好?如果是前者,灵魂被剥夺了有助于智慧的最有力且最尊贵的事物(因为借助视觉与听觉,哲学的种属才被我们捕捉),将不会更好地思想,而身体对自己也将毫无用处。再者,若由于感觉的缺席,在理智与肉体之间起中介作用者并不存在,极端相反之物又怎能有任何交通或结合?因此剩下的只能是主张第二种可能,并且对于那些称天体具灵魂且有理智的人而言,将它们设定为具有感觉乃是相符的推论。关于这些事情就谈到这里。此外,让我们也共同考察那一点:为何在五种感觉中,如果其他任何一种感觉丧失,并不会消灭基底之物,并且在某些动物中本性上既未附加视觉亦未附加听觉,而触觉一旦被取消,动物便立刻也被取消,且触觉独自是最必然的、最共通的以及在其余诸感觉中居首的。因此我们说,如果确实如所证明的那样,具灵魂之物必须受到滋养,而动物既然是复合的,便不可能固定不动且扎下根基,且滋养物是可触知的物体,我们又是由构成我们的那些东西来滋养的,而我们是由冷、热、干、湿所构成的(因为各种滋味作为与这些东西交织在一起的调味品,故而它们自身在某种意义上也是可触知的,而味觉亦是一种触觉),那么动物便必然具有一种能够辨别何者滋养、何者不滋养的评判能力,且既然这些是可触知的,动物自身也必须具有触觉。因为滋养物是通过接触受滋养之物而提供滋养的,并非在远处便能如此;至少,如果它没有触觉,便连靠近的滋养物也不会认识;若不认识,它就不会选取;若不选取,它就不会受到滋养;若不受滋养,它甚至不能够存在;以至于这种触觉本身对动物的存有自身起着促成作用。而其余的感觉则是为了良好地存有;因此并非一切感觉都必然存在于一切动物中,而是存在于较为完备和已达到完满的动物中。此外,依本性而言具有保全性与有害性的事物是由触觉来判定的,而颜色、气味与声响——其余各感觉所针对的对象——既非保全性的亦非毁灭性的;因此评判这些对象的感觉也并非必然存在于一切动物中。
- 4.3.12ἡ μὲν οὐ μᾶλλον νοήσει ... τὸ δὲ οὐδὲν ἑαυτῷ ἔσεται χρήσιμον
此句为呼应前句“τί γὰρ κάλλιον ψυχῇ καὶ σώματι ...”中阴性名词 ψυχή 与中性名词 σῶμα 的对举结构。因此,“ἡ μέν”以灵魂为主语,而“τὸ δέ”以身体为主语,对比了在无感觉物体中两者皆无所获的境况:灵魂缺失促成智慧的视听而无法更好地思想,身体对自身而言也毫无用处。
- 4.3.12τοῦ μεσιτεύοντος νοὸς καὶ σαρκός
分词 τοῦ μεσιτεύοντος 所带的属格 νοὸς καὶ σαρκός 是由动词 μεσιτεύω 要求表示中介两端的属格决定的,意为“在理智与肉体之间充当中介者”(即感觉),紧随其后的独立属格短语 ἀπούσης αἰσθήσεως 正是对其进一步的同义阐释。
