← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§146.16-147.13

营养与感觉能力的必然性及具魂者的差异

在确证欲望是位置运动的原因之后,作者通过考察植物与动物中营养能力与感觉能力的必然性及其身体构成,探讨为何并非一切具灵魂之物皆能进行位置运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.12#1

Τούτων οὕτω διαιτηθέντων καὶ τὸ τῆς κατὰ τόπον κινήσεως αἴτιον τοῖς ζώοις ὃ τυγχάνει ὂν εἰπόντες, ὅτι ὄρεξις ἁπλῶς, καὶ ᾗ μὲν ὄρεξις, ἕν,1 ᾗ δὲ ἐν πλείοσι μορίοις, οὐχ ἕν, νῦν ζητήσωμεν, τί δήποτε μὴ πάντα κινητικὰ κατὰ τόπον τὰ ἔμψυχα, καὶ ἵνα ταῦτα καλῶς διαρθρωθείη, τὸν περὶ τῶν μορίων τῆς ψυχῆς λόγον ἀναλάβωμεν. τὸ μὲν οὖν θρεπτικὸν ἀναγκαίως ἐν παντὶ ἐμψύχῳ θεωρεῖται· πᾶν γὰρ τὸ γενόμενον αὔξησιν ἔχει καὶ ἀκμὴν καὶ φθίσιν καὶ δεῖται τοῦ προσκρινομένου καὶ αὔξοντος, ὃ δὴ τῷ ὑποκειμένῳ ἐξομοιούμενον ποιήσει τὴν αὔξησιν· τοῦτο δὲ τροφή. οὐ μόνον δὲ διὰ τὴν αὔξησιν τροφῆς δεῖται τὰ ἔμψυχα (οὐ γὰρ διὰ παντὸς αὔξεται), ἀλλὰ καὶ δι’ ἣν ὑπομένει διηνεκῆ φθίσιν καὶ ἀπορροὴν δεῖται τοῦ εἰσιόντος καὶ ἀναπληροῦντος τὴν κένωσιν. διὰ ταῦτ’ ἄρα τὴν θρεπτικὴν δύναμιν ἐν πᾶσι τοῖς ἐμψύχοις ἀνάγκη εἶναι. τὴν δὲ αἰσθητικὴν οὐκ ἀνάγκη ἐν πᾶσιν· αὐτίκα γὰρ ὅσα ἁπλᾶ τῶν σωμάτων, οἷον τὰ τέσσαρα στοιχεῖα, καὶ ὅσα σύνθετα, ἐξ ἑνὸς δὲ ἐπικρατοῦντος συνέστηκεν, οἷα τὰ φυτά, οὐκ αἰσθήσεται· γεωδέστερα γάρ, γῆ δὲ ἥκιστα τῶν ἄλλων συμβαλεῖται πρὸς αἴσθησιν, βαρύτατον ὂν καὶ ἀκίνητον. ὅθεν καὶ τὰ ἐν τοῖς ζώοις μόρια, οἷον ὀστᾶ τρίχες ὄνυχες, κατὰ τοσοῦτο τῶν ἄλλων 〈μᾶλλον〉 ἀναίσθητα, ὅσῳ καὶ γεωδέστερα. δεῖ δὲ τὴν αἴσθησιν ἐν μεσότητι εἶναι, ἵν’ εἴη τῶν εἰς ἑκάτερα ἐκκλινόντων κριτήριον. ἔτι ἁπλοῦν ὂν τὸ σῶμα οὔτε τοῦ οἰκείου αἰσθήσεται (οὐ γὰρ ἄν παθεῖν ὑφ’ ὁμοίου τὸ ὅμοιον δύναιτο· πάθοι γὰρ ἄν ὑφ’ αὑτοῦ· πάθος δὲ ἡ αἴσθησις), οὔτ’ αὖ γνωριεῖ τὸ ἀλλότριον· φθαρήσεται γὰρ ὑπὸ τοῦ ἐναντίου. οὔτ’ οὖν ἁπλοῦν σῶμα ἕξει ἁφὴν ἢ ὅλως αἴσθησιν ὡς τὰ καθόλου, οὔθ’ ὅσα μὴ τῶν εἰδῶν δεκτικὰ ἄνευ τῆς ὕλης. καὶ τὸ ἁπτικὸν καὶ αἰσθητικὸν σύνθετον ἔσται καὶ μῖγμα ἐκ πάντων, ἵνα τὰς ὑπερβολὰς γινώσκῃ τῶν στοιχείων· τοῦ γὰρ ἀέρος ψυχροτέρου ἢ θερμοτέρου γεγονότος ἐπαισθησόμεθα, μένοντος δ’ εὐκραοῦς οὔ. μῖξιν δὲ στοιχείων καὶ σύνθεσιν λέγομεν τὴν κατὰ τὸ ἀνάλογον· ὅσα γὰρ ἐλαττοῦνται τῷ ποσῷ, ἐν τῇ συνδρομῇ πλεονεκτοῦσι τῇ δυνάμει, οἷον πέπονθε τὸ πῦρ πρὸς τὴν γῆν ἐν τοῖς τῶν ζώων σώμασιν· ἡ μὲν γὰρ πλείστη τῷ ποσῷ, τὸ δὲ δραστικώτερον. ἀναίσθητα μὲν οὖν τὰ φυτά, ὅτι ἁπλᾶ καὶ κατὰ τὴν ἑνὸς συντέθεινται ἐπικράτειαν. τὸ δὲ ζῶον, ὅτι σύνθετον, ἀναγκαῖον αἴσθησιν ἔχειν· καὶ ἔτι δεῖ αὐτὰ σώζεσθαι (τοῦτο δὴ καὶ σκοπὸς τῆς φύσεως), ἵνα δὲ σώζηται, τρέφεσθαι, ἵνα δὲ τραφείη, κινεῖσθαι ἐπὶ τὰ τρέφοντα. μὴ ἔχοντα δὲ αἴσθησιν κἂν περιέπεσε τοῖς τρέφουσιν, οὐκ ἂν ἔγνω,2 μὴ γινώσκοντα δὲ οὐκ ἂν ἐτράφη· καὶ εἰ τοῦτο, μάτην ἄρα καὶ τὴν ἀρχὴν ἐκινήθη. ἀλλ’ οὐδὲν μάτην ἡ φύσις ποιεῖ, ἀλλὰ πάντα ἕνεκά του τὰ φύσει ἢ συμπτώματα τῶν ἕνεκά του, ὡς τὸ πολιοῦσθαι ἐν γήρᾳ ἢ ξανθὰς ἔχειν τὰς τρίχας τὰ μειράκια συμπτώματα δὴ τῶν ἕνεκά του γινομένων παρὰ τῆς φύσεως, τὸ μὲν διὰ τὸ φλέγμα τὸ δὲ διὰ τὸ αἷμα.

在这些事情得到如此裁定,并且我们已经说明了对动物而言位置运动的原因究竟是什么——即无条件地说是欲望,就其为欲望而言是一,就其存在于多个部分而言则不是一——之后,现在让我们探究,究竟为何并非所有具灵魂之物都具有位置运动的能力;为了使这些事情得到良好的厘清,让我们重新拿起关于灵魂各部分的论说。首先,营养能力必然在一切具灵魂之物中被考察;因为凡是生成之物,皆有生长、鼎盛与衰退,并需要那被附加上并使之生长的东西,这东西通过同化于基底之物而产生生长;而这就是滋养物。具灵魂之物需要滋养物不仅是因为生长(因为它们并非始终在生长),而且由于它们所承受的持续衰退与流失,它们需要那进入并补充耗竭之物。因此由于这些缘故,营养能力必然存在于一切具灵魂之物中。但感觉能力却并非在一切之中都是必然的;因为显而易见,诸物体中凡是简单的,例如四元素,以及凡是复合的但由某一占主导的元素所构成的,例如植物,都将没有感觉;因为它们含有更多的土性,而土作为最重且不动的,在所有元素中对感觉贡献最小。由此,动物体内的各部分,例如骨、毛发、指甲,也与其土性更多成比例地比其他部分[更为]无感觉。然而感觉必须处于中道,以便成为向两端偏斜之物的判定准则。再者,物体若为简单的,既不会感知与其亲和之物(因为相似者不可能受相似者作用;否则它就将受自身作用,而感觉乃是一种承受作用),也不会认识相异之物;因为它是会被相反者消灭的。因此,无论是简单的物体——正如普遍的物体那样——还是凡不能不带质料而接受形式之物,都绝不会具有触觉或总体上的感觉。而具有触觉与感觉之物将是复合的,且是源于万物的混合体,以便能够认识元素的过度;因为当空气变得较冷或较热时我们会感知到,但当它保持调和时则不然。而我们所称的元素的混合与复合,是指依比例而言的;因为那些在数量上处于劣势的,在结合中以力量占优,正如在动物身体中火相对于土的情形那样;因为土在数量上最多,而火则更有能动性。因此植物是无感觉的,因为它们是简单的且依照单一者的主导结合而成。而动物由于是复合的,必然具有感觉;而且它们还必须得保全(这正是自然的目的),而为了得保全,必须受滋养,为了受滋养,必须朝向滋养之物运动。然而若无感觉,它们纵然遭遇了滋养之物,亦不能认出它们,而若不认识,便不能受到滋养;若是如此,它们起初的运动便是徒然的了。但自然不做任何徒然之事,相反,本然的事物皆是为了某目的,或者是为了某目的之物的附随结果,正如老年变白发或青年长有黄发,皆是自然为了某目的而生成之物的附随结果,前者是由于粘液,后者是由于血液。

语法注2 条
  1. 4.3.12καὶ ᾗ μὲν ὄρεξις, ἕν, ᾗ δὲ ἐν πλείοσι μορίοις, οὐχ ἕν

    副词性阴性关系代词与格 ᾗ ... ᾗ 构成对比:前者意为“就其为欲望而言”,后者意为“就其存在于多个部分而言”,起限定和对比的作用,两分句中均省略了系动词 ἐστί。

  2. 4.3.12μὴ ἔχοντα δὲ αἴσθησιν κἂν περιέπεσε τοῖς τρέφουσιν, οὐκ ἂν ἔγνω

    分词 μὴ ἔχοντα 充当与过去事实相反的条件从句(相当于 εἰ μὴ εἶχεν),主句则采用过去反事实结论结构(ἄν + 不定过去时直陈式:οὐκ ἂν ἔγνω)。连词 κἄν(源自 καὶ εἰ ἄν)引出让步条件(“纵然遭遇……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:146.16-147.13