← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§145.23-146.15

四枢德的中道与实践推论中的行动原因

在界定了灵魂的四种伦理德性及其各自的中道之后,作者讨论了在实践推论中普遍前提与特殊前提何者为行动的主要原因,并阐明了通向作为终极目的的善的普遍性的不动性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.11#2

καὶ φρόνησις μέν ἐστιν ἕξις μετὰ λόγου ἀληθοῦς περὶ τὰ ὄντως ἀνθρώπινα ἀγαθὰ πρακτικὴ καὶ εὑρετική· σωφροσύνη δὲ ἕξις ἀνένδοτος περὶ τὰς σωματικὰς ἡδονὰς μετὰ ὀρθοῦ λόγου κατὰ προαίρεσιν· ἀνδρία δὲ ἕξις ἐκ προαιρέσεως ὁρμητικὴ κατὰ λόγον ὀρθὸν πρὸς τοὺς ὑπὲρ ἀγαθοῦ κινδύνους ἐν ὑπομονῇ τῶν κατ’ ἄνθρωπον ἀλγεινῶν· δικαιοσύνη δὲ ἕξις προαιρετικὴ κατὰ τὸν ὀρθὸν λόγον τοῦ κατ’ ἀξίαν παρεκτική. καὶ μεσότης μὲν ἡ σωφροσύνη ἀκολασίας καὶ ἠλιθιότητος, ἀνδρία δὲ δειλίας καὶ θράσους, ἀφροσύνης δὲ καὶ πονηρίας ἡ φρόνησις, καὶ πλεονεξίας δὲ καὶ μειονεξίας ἡ δικαιοσύνη. τούτων οὖν οὕτως ἐχόντων ἐπεὶ ἐκ δύο τοὐλάχιστον προτάσεων συλλογισμὸς ἅπας συμπεραίνεται, τῶν δὲ ἡ μὲν μερικὴ καὶ ἐλάττων, ἡ δὲ καθόλου καὶ μείζων, ποία μᾶλλον αἰτία τῆς τοῦ ἀνθρώπου κινήσεως; ὡς ἐπὶ παραδείγματος “ἐγὼ φιλόσοφος, πάντα φιλόσοφον εὖ ποιεῖν δεῖ, ἐμὲ ἄρα εὖ ποιεῖν δεῖ”· πάλιν “ἐγὼ ἠρίστευσα, πάντα ἀριστέα στεφανοῦσθαι δεῖ, ἐμὲ ἄρα στεφανοῦσθαι δεῖ”. καὶ πῶς μὲν θεωροῦσιν1 ἡ μερικὴ τὸ κῦρος ἔχειν φανήσεται· αὕτη γάρ ἐστιν ἡ ἐπὶ τὴν πρᾶξιν κινήσασα δι’ ἑαυτήν, αὕτη δὲ καὶ ἡ πράττουσα. ἀλλ’ ἔστι πως καὶ ἡ καθόλου αἰτία· εἰ μὴ γὰρ τῷ καθόλου κρίνοι τὸ πρακτὸν ἡ ψυχή, ὅτι πάντα τοιόνδε τόδε δεῖ ποιεῖν, οὐ κινεῖται· ὥστ’ εἰ καὶ ἀμφοτέρας αἰτίας εἴποιμεν, ἀληθὲς ἂν εἴποιμεν. καὶ δὴ ἡ μὲν μερικὴ ἔστιν ὅτε ἀορισταίνει καὶ κινεῖται μεταβαίνουσα, ἡ δὲ καθόλου ἧττον ἢ οὐδαμῶς· ἐνδέχεται γὰρ τὸν λέγοντα “ἠρίστευσα” καὶ μὴ ἀριστεῦσαι· καὶ νῦν μὲν Διομήδης ἠρίστευσε, νῦν δὲ Ἀχιλλεύς, ἄλλοτε Αἴας· ἡ δὲ “πάντα ἀριστέα δεῖ στεφανοῦσθαι” ἵσταται καὶ οὐ μεταβάλλει, εἰ μή τις καὶ τὴν εἰς ἄλλην ὁμοίαν πρᾶξιν μετάβασιν ταύτης ἀλλοίωσιν εἴποι, οἷον “δεῖ πάντα ἀριστέα δωρεὰν λαμβάνειν”. πάσχει δὲ τοῦτο, διότι μᾶλλον πρὸς τοῦ ἑνὸς ἢ τοῦ πλήθους,2 ἡ δὲ ἐλάττων πρὸς τοῦ πλήθους (ἄπειρα γὰρ τὰ καθ’ ἕκαστα), καὶ ὅτι ἐπὶ μὲν τῆς μερικῆς, μιᾶς ὑποκειμένης καὶ τῆς αὐτῆς πράξεως, ἀπειράκις ἐνδέχεται, ὥς γε εἴρηται, μεταβάλλεσθαι, ἡ δὲ καθόλου ἀκίνητος, τότε δὲ κινεῖται ὅτε καὶ ἡ πρᾶξις ἑτέρα γένηται. καὶ ὅσῳ καθολικωτέρα ἐστί, τοσούτῳ μᾶλλον ἀκίνητος· διὸ τὸ πάντων καθολικώτατον καὶ ἀκίνητόν ἐστιν, οἷον τὸ ἀγαθόν· πάντων γάρ ἐστι τελικώτατον αἴτιον καὶ πάντες οἱ συλλογισμοὶ διαφερόντως τοῦ πρακτικοῦ νοὸς εἰς τοῦτο τελευτῶσι· διὰ τοῦτο στεφανοῦσθαι δεῖ ὅτι ἀγαθόν, καὶ διὰ τοῦτο εὖ ποιεῖν δεῖ.

明智是伴随着真实的推论、关于真正属于人的善而具有实践性与发现性的状态;节制是伴随着正确的推论、出于选择、关于身体快适而不可动摇的状态;勇敢是出于选择、按照正确的推论、在忍受属于人的痛苦中趋向为了善的危险的状态;正义则是按照正确的推论、出于选择而提供合乎应得之物的状态。节制是放纵与麻木的中道,勇敢是怯懦与鲁莽的中道,明智是愚钝与奸恶的中道,正义则是过多占有与过少占有的中道。既然这些事情是如此,那么既然每一个推论都至少由两个前提得出结论,而在这些前提中,一个是特殊的且是小前提,另一个是普遍的且是大前提,那么究竟哪一个是人运动的更大原因呢?例如在范例中:“我是哲学家,每个哲学家都应当受到善待,因此我应当受到善待”;又如:“我建立了殊勋,每个立勋者都应当加冠,因此我应当加冠”。在以某种方式考察的人看来,特殊前提似乎具有主导权;因为正是它自身发动了朝向行动的运动,并且它也是施行行动者。然而普遍前提在某种意义上亦是原因;因为如果灵魂不借助普遍前提来判定应当做的事——即每个如此之人皆当做此事——它便不会运动;因此即使我们说二者皆是原因,我们也是说了真话。而且,特殊前提有时是不确定的,并在推移中变动,而普遍前提变动得更少或绝不改变;因为说“我建立了殊勋”的人有可能并未立勋;此时是狄奥墨得斯立了勋,彼时是阿喀琉斯,另一时则是埃阿斯;但“每个立勋者皆当加冠”则保持确立且不变动,除非有人将它过渡到另一类似行动称为其改变,例如“每个立勋者皆当接受赠礼”。它承受这一点,是因为它更多地属于一者而非多者,而小前提则属于多者(因为个别事物是无限的),并且因为在特殊前提的情况下,即便有一且相同的行动作为基础,正如所说,它亦有可能经历无限的变动,而普遍前提则是不动的,唯当行动本身变为另一行动时它才变动。并且它越是具有普遍性,便越是不动;因此在万物中最普遍者亦是不动的,例如善;因为它是万物最根本的目的因,且实践理智的所有推论都尤为归结于此:之所以应当加冠,是因为这是善,之所以应当受到善待,亦是因为此。

语法注2 条
  1. 4.3.11πῶς μὲν θεωροῦσιν

    判断者与格(dativus iudicantis),意为“在以某种方式考察的人看来”。它为主语 ἡ μερική 以及主谓动词 φανήσεται 提供了主观评判的视阈。

  2. 4.3.11πάσχει δὲ τοῦτο, διότι μᾶλλον πρὸς τοῦ ἑνὸς ἢ τοῦ πλήθους

    主语为前文所论及的普遍前提,διότι 从句引出 πάσχει τοῦτο(承受这一点[即相对的不动性])的原因。πρός 搭配属格表示“属于……一侧”或“偏向于……”,句中省略了系动词 ἐστί。与之相对的 ἡ δὲ ἐλάττων πρὸς τοῦ πλήθους 中亦省略了相同的系动词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:145.23-146.15