← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§144.29-145.23

动物表象能力的差异与人类伦理状态

在考察仅具触觉与味觉的不完全动物中不确定的表象与欲望之后,作者对比了完全动物以及运用理智与意愿的理性人的有序运动与实践推论,并阐明了基于理性与情状关系的四种伦理状态(节制、放纵、自制、无自制)以及四枢德在灵魂三部分中的分配。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.11#1

Τούτων οὕτω διωρισμένων σκεπτέον καὶ περὶ τῶν ἀτελῶν, τί τὸ κινοῦν αὐτὰ τυγχάνει (ὧδε δὲ ἀτελῆ λέγομεν, οἷς αἴσθησις γεῦσις μετὰ τῆς ἁφῆς ὑπάρχει μόνη), πότερον ἐνδέχεται φαντασίαν ὑπάρχειν καὶ τούτοις, ὥσπερ καὶ τοῖς τελείοις τῶν ζῴων, εἴπερ καὶ τῇ κινήσει φαντασία σύνεστιν, ἢ οὔ. ἢ τοῦτο μὲν καὶ ἀπορεῖν τὴν ἀρχὴν οὐκ εὔλογον· εἰ γὰρ ἐπιθυμίαν αὐτοῖς ἐνοῦσαν ὁρῶμεν τῷ ἥδεσθαι καὶ λυπεῖσθαι (τὸ δέ, ὅτι συστέλλονται καὶ διαχέονται·1 κοχλίαι μὲν γὰρ ὕδατος αὐτοῖς προσιόντος τῶν ὀστράκων ἐξέρπουσι· συγκλείονται δὲ καὶ συνάγονται σκληροῦ τινος προσεγγίσαντος), λείπεται λέγειν καὶ φαντασίαν αὐτοῖς ἐνεῖναι· πλὴν ὥσπερ τὴν κίνησιν, οὕτω καὶ ταύτην ἀόριστον ἕξουσι. τοῖς μέντοι τελειοτέροις, οἷον ἵπποις κυσὶ καὶ μελίτταις, τεταγμένως πως κινουμένοις (ἐπί τε γὰρ νομὰς τὰς συνήθεις καὶ τὰς καταμονὰς οἴκοθεν οἴχονται), καὶ ἡ φαντασία μᾶλλόν τι ἐκείνων ἕξει τεταγμένον. ὡρισμένως δὲ καὶ τελεώτατα ὁ λογικὸς κινηθήσεται ἄνθρωπος νῷ καὶ βουλήσει χρώμενος· καὶ οὐ πάντως τῷ φαινομένῳ ἡδεῖ ἕψεται, εἰ μὴ καὶ ἀγαθὸν εἴη (ἦν γὰρ ἂν περιττὴ ἡ ἐν αὐτῷ ἐπιστασία τοῦ λογισμοῦ), καὶ τόδε πρὸ τοῦδε αἱρήσεται. ἑνὶ γάρ τινι κανόνι τῷ ἀγαθῷ χρήσαιτο, καὶ πρὸς ἐκεῖνο βλέπων τὴν φυγὴν ποιήσεται καὶ τὴν αἵρεσιν. ἄλλως μέντοι καὶ ἄλλως ὁ φαῦλος καὶ ὁ σπουδαῖος πρός τε τὸ ἀγαθὸν βλέπουσι καὶ τῷ συλλογισμῷ χρήσονται· ὁ μὲν γὰρ τῷ φαινομένῳ ὁ δὲ τῷ ὄντι προσβαλεῖ. καὶ ὁ μὲν ὅτι ἡδὺ θήλεος ὁμιλία, τὸ δὲ ἡδὺ κατὰ φύσιν, τοῦτο δὲ ἀγαθόν, τοῦτο δὲ αἱρετόν, ἐπὶ τὴν μῖξιν ἥξεται· ὁ δὲ ἐπειδὴ τόδε ἡδύ, ἡδέων δὲ τὸν σπουδαῖον ἀπέχεσθαι δεῖ, σωφρονήσειεν. ἐπεὶ δὲ ἀντιπεπονθότα τὸν λόγον συνέγνωμεν πρὸς τὰ πάθη, τέσσαρες ἕξεις ἠθικαὶ ἐν ψυχῇ ἀναφανήσονται. ἢ γὰρ μάχονται πάθος καὶ λόγος ἢ οὔ· καὶ εἰ μὴ μάχονται, ἢ τοῦ λόγου κρατήσαντος καὶ τὰ πάθη ἐξευγενίσαντος ἄγει ὅποι καὶ βούλοιτο,2 καὶ καλεῖται σωφροσύνη, ἡ τῶν τεσσάρων ἀρετῶν τῶν γενικῶν περιληπτική, ἢ τὰ πάθη τὸν λογισμὸν ἐδουλώσαντο ἀνδραποδισάμενα, καὶ λέγεται ἀκολασία. εἰ δὲ μάχονται καὶ παρὰ μέρος τὴν ἧτταν καὶ τὴν νίκην ἀντιλαμβάνουσιν, ὥσπερ σφαῖρα ἄνω καὶ κάτω κυλιομένη, ἐγκράτεια καὶ ἀκρασία κατονομάζεται· ἐγκράτεια μὲν εἰ κρατεῖ λόγος, ἀκρασία δὲ εἰ πάθος. τέσσαρες δ’ οὖσαι ἀρεταὶ γενικαὶ τῶν ὅλων καὶ περιεκτικαὶ φρόνησις σωφροσύνη ἀνδρία καὶ δικαιοσύνη τρία μέρη τῶν τῆς ψυχῆς διενείμαντο· καὶ φρόνησις μὲν ἐν τῷ λογιστικῷ, σωφροσύνη δὲ ἐν τῷ ἐπιθυμητικῷ, ἀνδρία δὲ ἐν τῷ θυμικῷ, ἡ μέντοι δικαιοσύνη ἐν ἀμφοτέροις θυμῷ καὶ ἐπιθυμίᾳ.

在这些事情被如此规定之后,亦须考察关于不完全的动物,究竟是什么在发动它们(在此我们称那些除触觉之外仅具有味觉者为不完全的动物),是否它们也有可能像完全的动物那样具备表象——倘若表象确实伴随着运动的话——抑或不然。或者,根本不应当对此产生疑难;因为如果我们看到通过体验快适与痛苦,欲望便内在于它们(而这一点从它们收缩与舒展中是明显的;因为蜗牛在水靠近它们时便爬出壳外,但在硬物临近时则闭合并蜷缩),那么便只能说表象亦内在于它们;只是正如它们的运动一样,它们所具有的这一[表象]亦是不确定的。然而对于更完全者,如马、狗与蜜蜂,由于它们在某种程度上依序运动(因为它们从栖所自行前往惯常的牧地与停留处),其表象亦将比那些动物具有更多的秩序。而理性的人则将以确定且最完全的方式被发动,运用理智与意愿;且如果那并非同时是善的,他绝不会无条件地顺从表象上的快适(否则理智在其中的监督便会成为多余),并且他将选取此物而非彼物。因为他将以善为单一的准绳,目睹着它来进行逃避与选取。然而,卑劣之人与有德之人以不同的方式目睹善并运用推论;因为前者投向表象上的善,而后者投向真实的善。前者因为与女子的交媾是快适的,快适符合自然,而这是善的,这应当被选取,从而走向交媾;而后者则由于这是快适的,但有德之人应当克制快适,从而守持节制。既然我们认识到理性相对于诸情状处于相互受动的关系中,灵魂中便将显现出四种伦理状态。因为情状与理性要么争斗,要么不争斗;如果不争斗,要么是理性取得支配并使诸情状高尚化,向所意愿之处引导,这被称为节制,它总括了四种一般的德性;要么是诸情状将推论降为奴隶并加以奴役,这被称为放纵。但如果它们争斗并如上下滚动的球体般轮流领受挫败与胜利,则被称为自制与无自制:如果理性支配便是自制,如果情状支配便是无自制。而四种一般的、总括整体的德性——明智、节制、勇敢与正义——分占了灵魂的三个部分:明智在推论部分,节制在欲望部分,勇敢在激怒部分,而正义则在激怒与欲望两者之中。

语法注2 条
  1. 4.3.11τὸ δέ, ὅτι συστέλλονται καὶ διαχέονται

    插入句中的简略省略句。省略了表征判断的谓语(如 δῆλόν ἐστιν),意即“而这一点[即它们具有快苦感受]从它们收缩与舒展中是明显的”。后接带有 γάρ 的句子对此给出了具体的事实论据。

  2. 4.3.11ἢ τοῦ λόγου κρατήσαντος καὶ τὰ πάθη ἐξευγενίσαντος ἄγει ὅποι καὶ βούλοιτο

    从属格绝对结构转向主句限定动词的破格句法。属格绝对结构 τοῦ λόγου κρατήσαντος... 的逻辑主语(即 ὁ λόγος)直接充当了后续限定动词 ἄγει 的主语。语法上原本常作 ὁ λόγος κρατήσας... ἄγει,但在前述条件从句的影响下以属格绝对结构开始。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:144.29-145.23