← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§143.27-144.28

作为工具因的精气与两种表象

作者论述了作为工具动因的精气如何具有如同合页般结合始端与终端的结构,并通过具体事例阐明了源自理智的推论性表象与源自感觉的非理性表象之间的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.10#3

ὅθεν καὶ εἴ τις ἔμφραξις ἐν νεύρῳ γένοιτο τοῦ πνεύματος κωλύουσα τὴν δίοδον, τὸ μὲν ἀνωτέρω κινήσεται τὸ κάτω δ’ οὔ. εἰδικὸν δὲ αὐτὴ ἡ κίνησις,1 ἧς ζητοῦμεν τὰ αἴτια. κινούμενον δὲ τὸ ζῶον. τὸ μέντοι πνεῦμα καὶ ἀρχὴ καὶ τέλος ἐστί· καθὸ μὲν γὰρ μέσον ὂν τῆς ἀσωμάτου καὶ ἀύλου φύσεως καὶ τοῦ παχέος τούτου σώματος, καὶ δι’ αὐτοῦ δευτέρως καὶ κίνησις χορηγεῖται καὶ αἴσθησις, εἴη ἂν ἀρχή· καθὸ δὲ ἄλλοθεν κινεῖται καὶ εἰς αὐτὸ ἀποτελευτῶσιν αἱ τῆς ψυχῆς ἐλλάμψεις καὶ ζωαί, γένοιτ’ ἂν τελευτή. ὅθεν ἕν ἐστι καὶ οὐχ ἕν, καὶ κινούμενον καὶ ἀκίνητον. θεωρητέον δὲ περὶ αὐτοῦ ὕστερον ἐν τοῖς κοινοῖς ἔργοις ψυχῆς καὶ σώματος διεξοδικώτερον· νῦν δ’ ὡς ἐν κεφαλαίῳ εἰπεῖν ὅτι τὸ κινοῦν ὀργανικῶς, ὅπου ἂν ἀρχὴ καὶ τελευτὴ τὸ αὐτό, ὡς ἐν θύρᾳ καὶ κιβωτίῳ ὁ γίγγλυμος· ἐνταῦθα γὰρ τὸ κυρτὸν καὶ τὸ κοῖλον τὸ μὲν τελευτή, τὸ δ’ ἀρχή. διὸ τὸ μὲν ἠρεμεῖ τὸ δὲ κινεῖται, λόγῳ μὲν ἕτερα ὄντα, μεγέθει δὲ ἀχώριστα· πάντα γὰρ ὤσει καὶ ἕλξει κινεῖται. διὸ ὥσπερ ἐν κύκλῳ δεῖ μένειν τι καὶ ἐντεῦθεν ἄρχεσθαι τὴν κίνησιν. ὅλως μὲν οὖν, ὥσπερ εἴρηται, ᾗ ὀρεκτικὸν τὸ ζῷον, ταύτῃ ἑαυτοῦ κινητικόν· ὀρεκτικὸν δὲ οὐκ ἄνευ φαντασίας· αὕτη δὲ ἢ λογιστικὴ ἢ αἰσθητική, ὡς κἀν τοῖς περὶ φαντασίας ἐλέγετο. τῆς δὴ αἰσθητικῆς καὶ τὰ ἄλλα ζῷα μετέχει. ἡ γὰρ φαντασία ἢ ἀπὸ τοῦ νοῦ τὰς ἀρχὰς λαμβάνουσα κινεῖται ἢ παρὰ τῆς αἰσθήσεως. καὶ ἀπὸ μὲν τοῦ νοῦ τὸν τρόπον τοῦτον· ὅταν γὰρ ὁ νοῦς ὁ πρακτικὸς ὀρεχθῇ διά τι φέρε εἰπεῖν ἀγαθὸν κινῆσαι τὸ ζῷον ἐπὶ τὸ Βυζάντιον, εὐθὺς ἡ φαντασία τυποῦται ὑπὸ τῆς τοῦ νοῦ ὀρέξεως, τοῦτο δέ ἐστι τῆς βουλήσεως, καὶ μορφοῦται τὸν τύπον τῆς πόλεως ἢ ἀληθῆ, εἰ ἔφθη διὰ τῆς αἰσθήσεως τυπωθῆναι, τότε μνημονεύουσα, ἢ ἐξ ὁμοιότητος τῶν ἄλλων καὶ πεπλασμένον· εἶτα βουλευομένου, πότερον διὰ γῆς ἢ θαλάσσης πορεύσεται, καὶ ἡ φαντασία μορφοῦται τὸν πλοῦν ἢ τὴν γῆν· καὶ προκρίναντος θάτερον,2 εἰ τύχοι, τὴν διὰ γῆς καὶ τὴν διὰ τῶνδε ἢ τῶνδε τῶν τόπων ὁδόν, πάλιν ἡ φαντασία μορφοῦται κατ’ ἐκεῖνο, εἰς ὅπερ ἡ τοῦ νοῦ ἔκλινε βούλησις, καὶ τότε κινεῖ κατὰ ταύτην τὸ ζῷον συνθεῖσα πάντα τὰ φαντάσματα εἰς ἕν· λέγω δὴ τὴν ἐπὶ τόνδε τὸν τόπον πορείαν διὰ γῆς καὶ τῶνδε τῶν τόπων. καὶ τοιαύτη μὲν ἡ λογικὴ τήν τε ἀρχὴν ἀπὸ τοῦ νοῦ ἔχουσα καὶ κατὰ μέρος εἰς ἓν συντιθεῖσα. ἡ μέντοι ἄλογος ἀπὸ τῶν αἰσθήσεων τὰς ἀρχὰς λαμβάνει· τὸ γὰρ ἐγγινόμενον ἐν αἰσθήσει πάθος τοῦ αἰσθητοῦ προσβαλόντος ἐναπομαξαμένη μορφοῦται, εἴτε ἡδὺ εἴτε λυπηρόν, καὶ κινεῖ τὴν ὄρεξιν ἐπὶ τὸ φυγεῖν ἢ ἑλεῖν, ἡ δὲ τὸ ζῷον· οἷον ὑπὸ τῆς τοῦ μέλιτος ὀσμῆς οὔσης ἡδείας πάσχει προσβαλὸν τὸ τῶν μυιῶν ὀσφραντικόν, τὸ δὲ τυποῖ τὸ φανταστικόν, ἐκ τούτου δὲ ὄρεξις, ἡ δὲ ἐπὶ τὸ μέλι τὰς μυίας ἄγει· τάς τε μελίσσας κατὰ τὰ αὐτὰ λυποῦσα διώκει ἡ τοῦ καπνοῦ προσβολή. ἐκ δὴ τῆς αἰσθήσεως ἡ ἄλογος φαντασία τὴν ἀρχὴν ἴσχει, καὶ τὰ πολλὰ φαντάσματα εἰς ἓν συνθεῖναι ἀδυνατεῖ, ὥσπερ ἡ λογική, ἀλλὰ συμπαρομαρτεῖ τῇ αἰσθήσει τοῦτο μόνον φανταζομένη, οὗπερ ἡ αἴσθησις ἀντελάβετο, ἐπιλανθανομένη τῶν ὄπισθεν· διὸ οὐδὲ δοξάζειν τὰ ἄλογα δύναται, εἴπερ ἡ δόξα τοῦ καθόλου.

因此,如果在神经中出现精气的某种阻塞而阻碍其通过,则较高的部分能够运动,而较低的部分则不能。而形式[原因]乃是此运动本身,我们所探求的正是其诸原因;而被运动者乃是动物。然而,精气既是始端又是终端;因为就其居于无形体且无质料的本性与这粗重身体之间,并且通过它而次级地供给运动与感觉而言,它会是始端;而就其由他物发动,且灵魂的照亮与诸生命活动归宿于它而言,它便会成为终端。因此它是一又非一,既被运动又是不动的。关于它,今后在灵魂与身体的共同功用中应当更详细地加以考察;而现在概括地说,作为工具发动运动者,乃是存在于始端与终端为同一之物的地方,如同门与箱子中的合页;因为在那里,凸面与凹面一者为终端,另一者为始端。因此一者静止而另一者运动,它们在定义上相异,在量度上却不可分离;因为一切事物皆由推与拉而运动。因此如同在圆周中一样,必须有某种东西保持静止,而运动从那里开始。因此总的来说,正如已经说过的,动物在多大程度上具有欲求能力,就在多大程度上能够发动自身运动;但若没有表象,欲求能力便不可能存在;而表象或为推论性的,或为感觉性的,正如在论表象的部分中所说的那样。其他动物亦分有感觉性表象。因为表象或是从理智获得始端而运动,或是从感觉获得始端。从理智出发的方式如下:每当实践理智为了某种善(比方说)欲求将动物运动至拜占庭时,表象便立刻被理智的欲求(即意愿)所印刻,并塑造该城市的印象——若先前曾通过感觉而被印刻,则此时便通过回忆塑造真实印象;或者依据与其他城市的相似性塑造虚构的印象;随后,当[理智]权衡是通过陆路还是海路行进时,表象亦塑造航海或陆地;而在[理智]偏选了其中一者时(设若是经由陆路以及经由这些或那些地方的道路),表象便再次按照理智之意愿所倾向的方向而塑造自身,并在此时把所有的表象像合成为一个,进而依此发动动物运动;我指的是经由陆路与这些地方前往该处的行进。推论性表象便是如此,它从理智获得始端,并逐部分地合成为单一者。然而,非理性表象则从感觉获得诸始端;因为在感觉对象接触时,它印取感觉中所产生的感受,并将其塑造成型,无论快适还是痛苦,进而发动欲求去逃避或夺取,而欲求再发动动物;例如苍蝇的嗅觉[器官]在接触时受到快适的蜂蜜气味的作用,而此作用印刻了表象能力,欲求由此而生,欲求进而将苍蝇引向蜂蜜;同样地,烟雾的接触使蜜蜂痛苦而将其驱走。因此,非理性表象从感觉获得始端,并且无法像推论性表象那样将众多的表象像合成为单一者,而是依随感觉,仅表象感觉所把握到的这一事物,而忘却先前的事物;因此,如果意见确实是针对普遍者的,非理性动物甚至无法具有意见。

语法注2 条
  1. 4.3.10εἰδικὸν δὲ αὐτὴ ἡ κίνησις

    承接前一语段所论述的四因(作为动力因的欲求、作为工具因的精气、作为目的因的欲求对象),εἰδικὸν [αἴτιον] 作为主语 αὐτὴ ἡ κίνησις 的表语,系动词 ἐστί 在此被省略。

  2. 4.3.10εἶτα βουλευομένου, πότερον διὰ γῆς ἢ θαλάσσης πορεύσεται... καὶ προκρίναντος θάτερον

    βουλευομένου 与 προκρίναντος 是没有明确主语的属格绝对结构(独立属格)。根据上下文,前文的 ὁ νοῦς ὁ πρακτικός(实践理智)或具有该理智的人作为其逻辑主语被补出。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:143.27-144.28