← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§142.26-143.27

理论与实践理智的区别及运动诸原因的划分

作者探讨了理论理智与实践理智在对象及参与运动方面的差异,解释理论理智并非直接发动运动,而是通过实践理智促动身体。随后分析了理性与欲望冲突所致的欲求交战,并将运动原因划分为欲求本身(动力因)、欲求对象(目的因)与脑中精气(工具因)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.10#2

καὶ δὴ περὶ τοῦ αὐτοῦ λογίσαιτ’ ἂν πολλάκις καὶ ὁ θεωρητικὸς νοῦς, εἰς ὃ καὶ ὁ πρακτικός,1 οὐχ ὁμοίως δέ· ὁ μὲν γὰρ αὐτὴν τὴν φύσιν τοῦ πράγματος ἐπισκέψαιτο μόνην ὅπως ἔχοι, οὐκ εἰδὼς εἴτε πρακτόν ἐστιν εἴτε μή, οἷον τίς ποτε φύσις ὑγείας καὶ τίς ἡ τῶν σωμάτων κρᾶσις, καὶ οὐ πρὸς μερικὸν ἀλλὰ καθόλου· ὁ δὲ ὅπως ἂν τόδε τὸ σῶμα ψυχρὰν ἔχον δυσκρασίαν ἰάσαιτο, πάντα μερικά. μήποτε δὲ καὶ ὁ θεωρητικὸς κινεῖ· ὅτι μὲν γάρ ἐστί τις ὄρεξις καὶ αὐτῷ, πρόδηλον. ὀρεγόμεθα γὰρ μαθημάτων καὶ τῆς τῶν πραγμάτων θεωρίας καὶ τῆς πρὸς τὸ θεῖον ἀνατάσεως· ἔνθεν καὶ πρὸς τοὺς διδασκάλους φοιτῶμεν ἑαυτοῖς ἐξευρεῖν μὴ δυνάμενοι, οἵ τε διδάσκαλοι πρὸς τοὺς διδαχθῆναι ὀφείλοντας ἔρχονται ὀρεχθέντες τούτου. κἄν τελειωθέντα δέ τις ὑποθοῖτο τὸν ἡμέτερον νοῦν καὶ γενόμενον ἐνεργείᾳ, καὶ τότε προσδεὴς ἔσται τῆς ἀπ’ ἄλλου γνωστοῦ ἐπ’ ἄλλο μεταβάσεως, ὡς καὶ νῦν ὁρῶμεν τοὺς ἐπιστήμονας· οὐ γὰρ δὴ πάντα προχείρως ἕξει ὡς ὁ θεῖος ἀθρόως καὶ μιᾷ ἐπιβολῇ καὶ ἀεὶ πάντων τῶν ὄντων ἑστῶσαν ἔχων τὴν θεωρίαν, ἀλλ’ ἀφ’ ἑτέρου ἐφ’ ἕτερον θεώρημα μεταβαίνων ἔσται· τοῦτο δὲ ὀρέξεως ἄνευ ἀδύνατον. ὥστε γένοιτ’ ἄν ποτε καὶ ἡ ἐν τῷ θεωρητικῷ νῷ ὄρεξις αἰτία τῷ σώματι τῆς κατὰ τόπον κινήσεως. ἢ πρὸς ταῦτα ἐκεῖνο συντόμως εἰπεῖν,2 ὡς οὐκ αὐτόθεν ἡ ἐν τῷ θεωρητικῷ ὄρεξις κινητική ἐστι τοῦ σώματος, ἀλλ’ ὀρεχθεὶς τοῦ μαθεῖν τι ἢ διδάξαι, ἐπεὶ μὴ οἷόν τε τοῦτο γενέσθαι ἄνευ τῆς κατὰ τόπον κινήσεως, ἐπιτρέπει τῷ πρακτικῷ νῷ ποιήσασθαι τὴν τοῦ σώματος κίνησιν, ὁ δὲ κινεῖ· ἐπεὶ καὶ ὑγιαίνειν τὸ σῶμα βούλεται, ἵνα μὴ πρὸς τὴν ἐνέργειαν ἐμποδίζηται, καὶ λουτροῖς ἔνθεν καὶ γυμνασίοις χρῆται· οὐχ ᾗ δὲ θεωρητικός, ἀλλ’ ᾗ πρακτικός, ὡς εἷς τῷ τέλει διαφέρων.3 ὅτι μὲν οὖν κατ’ ὄρεξιν ἐν τοῖς ζώοις ἡ κίνησις, δῆλον ἐκ τούτων. Ἐπεὶ δ’ ὀρέξεις γίνονται ἐναντίαι ἀλλήλαις, τοῦτο δέ, ὅταν λόγος ἐπιθυμίᾳ μάχηται, σκεπτέον ὅπως ποτὲ ταῦτ’ ἔχει. ὁ μὲν γὰρ λόγος σωφροσύνης καὶ δικαιοσύνης ὀρέγεται, τὰ δὲ πάθη τὸ μὲν ἐπὶ τὸ φιλήδονον, τὸ δὲ ἐπὶ τὸ φιλότιμον ἐκκαλεῖται· καὶ ὁ μὲν διὰ τὸ μέλλον ἀνθέλκειν κελεύει, ἡ δὲ ἐπιθυμία διὰ τὸ ἤδη ἡδύ· φαίνεται γὰρ τὸ ἤδη ἡδὺ καὶ ἁπλῶς ἡδὺ καὶ τὸ παρὸν ἀγαθὸν καὶ ἁπλῶς ἀγαθὸν διὰ τὸ μὴ ὁρᾶν τὸ μέλλον. καὶ δήπου τῷ πυρέττοντι ψυχροῦ ἐφιεμένῳ ὁ μὲν νοῦς ὁρῶν τὸ μέλλον κακὸν ἐκ τῆς πόσεως ἀποτρέπει πιεῖν, ἡ μέντοι ἐπιθυμία τὸ παρὸν ὁρῶσα βιάζεται· καὶ οὕτω λοιπὸν συμβαίνει τὴν μάχην τῶν ὀρέξεων γίνεσθαι. τοῦτο δ’ ἐν μόνοις ἀνθρώποις τοῖς καὶ χρόνου αἴσθησιν ἔχουσιν, οὔτε δὲ ἐν τοῖς κρείττοσιν οὔτε ἐν τοῖς χείροσι· τοῖς μὲν γὰρ οὐκ ἔστιν ἀλογία, τοῖς δ’ οὐκ ἔστι λόγος. τούτων οὕτως ἐχόντων ἀνάγκη τὸ κινοῦν τὴν κατὰ τόπον κίνησιν τὸ ζῶον μὴ ἓν εἶναι, ἀλλὰ γένει μὲν ἕν, εἴδει δὲ καὶ ἀριθμῷ πλεῖστα. αὐτίκα ποιητικὸν μὲν καὶ πρῶτον αἴτιον αὐτὴ ἡ ὄρεξις· δεύτερον δὲ ᾧ κινεῖ. τοῦτο δὲ διττόν, τὸ μὲν κινοῦν μέν, οὐ κινούμενον δέ, ὡς τὸ ὀρεκτόν, οἷον ὑγεία, νίκη, ὃ δὴ καὶ τελικὸν κινήσεως αἴτιον· τὸ δὲ κινούμενόν τε καὶ κινοῦν, ὅπερ ἐστὶν ὀργανικόν, τὸ ἐν ἐγκεφάλῳ πνεῦμα· τούτῳ γὰρ ὀργάνῳ πρώτῳ πρὸς τὴν αἴσθησιν καὶ κίνησιν ἡ ψυχὴ χρῆται.

事实上,理论理智往往也能就实践理智所思考的同一事物进行思考,但方式并不相同。因为前者仅考察事物本身的自然本性究竟如何,而不知其是否可行,例如健康究竟是何种自然本性,身体的混合状态究竟是什么,并且不是针对个别事物,而是就普遍而言;反之,后者则考察如何医治具有寒冷失调的这个具体身体,凡此种种皆是个别之事。然而,理论理智或许也在发动运动;因为其自身中亦存在某种欲求,乃是显而易见的。因为我们欲求知识、对事物的沉思以及向神性之物的升华;由此,当我们无法自行探明时便造访导师,而导师们亦因对此产生了欲求而来到应当受教者那里。即便有人假定我们的理智已经完满并已现实化,即便在彼时,它仍会需要从一个已知对象过渡到另一个已知对象,正如我们如今在具有科学知识者身上所见的那样;因为它绝不会像始终一次性地、以单一的直观对一切存在者保持稳定沉思的神圣理智那样现成地拥有一切,而是会从一个定理过渡到另一个定理;而若没有欲求,这便是不可能的。因此,理论理智中的欲求有时亦可能成为身体位移运动的原因。抑或针对这些论点可以简要地表述为:理论理智中的欲求并非直接发动身体运动,而是当欲求学习某事或教学时,由于若无位移运动此事便无法实现,它遂将使身体产生运动的任务委托给实践理智,而由实践理智发动运动。因为它亦意愿身体保持健康,以免其现实活动受到阻碍,并因此而使用沐浴和体操;但这并非就其作为理论理智而言,而是就其作为实践理智而言,二者本为同一理智,仅在目的上有所差异。因此,动物中的运动乃是依欲求而生,由这些论述便一目了然。 然而,由于欲求之间会产生相互冲突,而这发生在理性与欲望交战之时,故必须考察这些情况究竟如何。因为理性欲求节制与正义,而各种情欲则或诱导朝向爱嗜享乐,或诱导朝向爱慕荣誉;理性因未来的缘故吩咐抗拒,而欲望则因眼前的快适而吩咐;因为由于不见未来,眼前的快适便显现为绝对的快适,当下的善亦显现为绝对的善。正如对渴望冷饮的发热者而言,理智看到饮水所带来的未来祸害便阻止其饮用,然而欲望只看到眼前的事物便强行逼迫;欲求之间的交战遂由此产生。这只发生在亦具有时间感觉的人类之中,而既不发生在更优越者之中,亦不发生在更低劣者之中;因为前者不存在非理性,而后者不存在理性。既然这些情况如此,则发动动物位移运动者必然非单一之物,而是属上为一,但在种与数目上却极多。具体而言,动力因与第一原因乃是欲求本身;第二则是借以发动运动者。这具有两重性:其一是在不被运动的情况下发动运动,即欲求对象,例如健康、胜利,这亦是运动的目的因;其二则是既被运动又发动运动者,即器官性的东西,亦即脑中的精气;因为灵魂乃是将此物作为感知与运动的第一器官来加以使用的。

语法注3 条
  1. 4.3.10εἰς ὃ καὶ ὁ πρακτικός

    关系代词从句 εἰς ὅ 中省略了前文主句的谓语动词 λογίσαιτ’ ἄν。关系从句中的介词短语 εἰς ὅ 与主句中的 περὶ τοῦ αὐτοῦ 相应,意为“正如实践理智亦[思考]该事物一样”。

  2. 4.3.10ἢ πρὸς ταῦτα ἐκεῖνο συντόμως εἰπεῖν

    不定式 εἰπεῖν 为独立不定式(绝对不定式),用以引出对前文假定(μήποτε...)的解答,意为“抑或针对这些可以简要地表述为……”。

  3. 4.3.10ὡς εἷς τῷ τέλει διαφέρων

    此处述及理智本质上为单一者(εἷς,阳性单数主格补足语),与分词 διαφέρων 搭配,仅在目的(τῷ τέλει,关涉与格)上区分为理论理智与实践理智。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:142.26-143.27