- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:141.26-142.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚斯依据亚里士多德《论灵魂》卷三第十章,论证了位移运动的首要原因最终归结为欲求能力,并阐释了从脑中精气经由神经与肢体产生运动的身体机制,以及审虑的终点即行动起点的实践推论逆向结构。
Εἰ γοῦν μηδὲν εἴη τῶν ἀπηριθμημένων τὸ κινοῦν, τί ἄν εἴη; ἢ φαίνεταί γε δύο ταῦτα τὰ κινοῦντα, νοῦς καὶ ὄρεξις, ὄρεξις μὲν ἐπὶ τῶν ἐμπαθῶν, νοῦς δὲ ὁ μὲν λογικὸς καὶ πρακτικὸς ἐπὶ τῶν σπουδαίων, ὁ δὲ κατὰ φαντασίαν ἐπὶ τῶν ἀλόγων· ἐν γὰρ ἐκείνοις ἡ νόησις οὐ λογισμός ἐστιν ἀλλὰ φαντασία. καὶ ἡμεῖς δὲ ὅταν ἀπροβουλεύτως μνησθέντες τινὸς ἴωμεν ὄπισθεν αὐτοῦ, κατὰ μόνην φαντασίαν κινούμεθα. τρία οὖν κατὰ τοῦτο τὰ κινητικὰ κατὰ τόπον εἴη ἄν, νοῦς πρακτικὸς φαντασία καὶ ὄρεξις. μήποτε δὲ οὐκ εὐλόγως ἔχῃ λέγειν τοσαῦτα τὰ τῆς κινήσεως αἴτια, ἀλλ’ ἓν τοῦτο τίθεσθαι καὶ κοινὸν τὴν ὄρεξιν. εἰ γὰρ καὶ ἐν πλείοσιν ὑφέστηκε, νῷ καὶ θυμῷ καὶ ἐπιθυμίᾳ, ἀλλ’ οὖν εἰς ἕν τι συνάγεται καθὸ ὄρεξις. εἰ γὰρ δύο νοῦς καὶ ὄρεξις ἐκίνουν, κατὰ κοινὸν ἄν τι εἶδος ἐκίνουν. νῦν δὲ ὁ μὲν νοῦς οὐ φαίνεται κινῶν ἄνευ ὀρέξεως (ἡ γὰρ βούλησις ὄρεξις· ὅταν δὲ κατὰ λογισμὸν κινῆται, καὶ κατὰ βούλησιν κινεῖται), ἡ δὲ ὄρεξις κινεῖ παρὰ τὸν λογισμόν· ἡ γὰρ ἐπιθυμία ὄρεξίς τίς ἐστιν. ἓν δὲ λέγομεν τὸ ὀρεκτικὸν οὐχ ὡς μιᾶς φύσεως οὔσης τῆς τε τοῦ νοῦ καὶ τῆς ἐμπαθοῦς, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν.1 ὄρεξις μὲν οὖν ἀρχὴ κινήσεως τῷ σώματι, ταύτης δὲ τὸ ὀρεκτόν, οἷον κάλλος πόμα νίκη. τοῦτο δὲ τὸ ἀγαθὸν ἢ τὸ ὄντως ἢ τὸ φαινόμενον, καὶ πρακτόν· τοῦτο δέ ἐστι τὸ καὶ ἄλλως ἔχειν δυνάμενον, καὶ περὶ ὃ βουλή, οἷον εἰρηνεῦσαι πολεμῆσαι πλουτῆσαι ὑγιᾶναι. ὅτι μὲν οὖν ἡ τοιαύτη δύναμις τῆς ψυχῆς κινεῖ ἡ καλουμένη ὀρεκτικὴ φανερόν· ὅπως δέ, ὡς ἄν τινος τῇ ψυχῇ ἔφεσις γένηται (τοῦτο δέ ἐστι τὸ ὀρεκτὸν καὶ πρακτὸν ἀγαθόν), καὶ δεῖται τῆς εἰς αὐτὸ μετουσίας καὶ τοπικῆς μεταβάσεως, εὐθὺς τὸ πνεῦμα τὸ ἐν ἐγκεφάλῳ κινεῖ2 (τοῦτο γὰρ αὐτῇ πρῶτον ὄργανον αἰσθήσεως καὶ κινήσεως, λεπτότατον ὂν ὥσπερ τὸ τῆς ζωῆς ἐν καρδίᾳ)· τὸ δὲ τὰ νεῦρα, πάντων ἐν ἐγκεφάλῳ τὰς ἀρχὰς ἐχόντων· τὰ δὲ τὰ ὀργανικὰ τοῦ σώματος μόρια, χεῖρας καὶ πόδας καὶ τὰ λοιπά· τούτοις δὲ τὸ ὅλον σῶμα μετάγεται καὶ οὕτω κίνησις γίνεται. ἐπεὶ δὲ ἡ ὄρεξις ἢ ἐν νῷ ἢ ἐν τῷ πάθει, ποτὲ μὲν κατορθουμένη ποτὲ δ’ ἡμαρτημένη ἡ πρᾶξις γίνεται. εἰ μὲν γὰρ ὁ νοῦς ἄρχοι, κατορθοῖ· πᾶς γὰρ νοῦς ᾗ νοῦς ὀρθός ἐστιν· εἰ δὲ ἡ ἐμπαθής, ἁμαρτάνει. καὶ ἀεὶ μὲν ὁ πρακτικὸς νοῦς ἕνεκά του (τῆς πράξεως3 γάρ), ὁ θεωρητικὸς δ’ οὔ. τέλος δ’ ἐκείνῳ μὲν ἡ πρᾶξις, τῷ δὲ ἡ θεωρία. καὶ μέντοι καὶ ἡ ὄρεξις ἕνεκά του πᾶσα· τοῦ ὀρεκτοῦ γάρ. τὸ δὲ ἀρχὴ μὲν τῷ πρακτικῷ νῷ γίνεται βουλευομένῳ, τέλος δὲ τῆς πράξεως. οἷον ῥιγῶντες βουλευόμεθα ὅτι δεῖ σκέπης· τοῦτο δ’ ἂν γένοιτο, εἰ ἐπινοηθείη τι ἡμῖν περιβόλαιον· τοῦτο δὲ εἰ στήμονα καὶ κρόκην συνάψαιμεν· ταῦτα δὲ ἐξ ἐρίων, ἐκ τῶν προβάτων δὲ τὰ ἔρια· δεῖ οὖν ὠνήσασθαι πρόβατα. καὶ εἰς τοῦτο τοῦ πρακτικοῦ νοῦ λήξαντος ἐντεῦθεν ἡ πρᾶξις ἄρχεται· ὠνούμεθα πρόβατα, κείρομεν τὰ ἔρια, στήμονα καὶ κρόκην ποιοῦμεν· ταῦτα δὲ συμπλέξαντες ποιοῦμεν περιβόλαιον· καὶ ἐνταῦθα κατέληξε πάλιν ἡ πρᾶξις, ἔνθα ἤρξατο ἡ θεωρία.
无论如何,倘若上述列举之物皆非发动运动者,那么究竟何物才是?抑或显而易见正是这两者在发动运动,即理智与欲求:欲求存在于受情欲支配者之中;而理智,其合乎理性且实践者存在于贤良者之中,依表象者则存在于无理性动物之中。因为在那些动物中,思想并非推论,而是表象。当我们未加预先审虑而忆及某物并跟随其后而去时,我们亦是仅依表象而运动。因此依此说来,造成位移运动者当有三者:实践理智、表象与欲求。然而,说运动的原因有如此之多或许并不合乎情理,毋宁应确立这单一且共同者,即欲求。因为纵使欲求存在于较多官能之中——存在于理智、激情与欲望之中——但就其作为欲求而言,终究归纳为单一者。盖若理智与欲求二者发动运动,它们本应依某种共同的形式发动运动。然而事实上,理智若无欲求便似乎无法发动运动(因为意愿亦是一种欲求;凡依推论运动时,亦依意愿运动);反之,欲求却能在违背推论的情况下发动运动,因为欲望乃是某种欲求。我们说欲求能力为一,并非因理智的自然本性与情欲性的自然本性为单一的自然本性,而是如同从单一者出发且朝向单一者之物那样[合而为一]。因此,欲求乃是身体运动的本原,而欲求的本原乃是欲求对象,例如美、饮水、胜利。此即善,不论是真实的善还是表象的善,且为实践之善;此乃能够处于不同状态者,亦即审虑的对象,例如维持和平、进行战争、致富、保持健康。由此可见,灵魂中被称为欲求能力的这一能力发动运动,乃是显而易见的。至于其如何发动运动:一旦灵魂中产生对某物的向往(此〔某物〕即欲求对象与实践之善),且需要对其加以分有以及位移过渡,灵魂便立即运动脑中的气息(因为对它〔灵魂〕而言,这乃是感觉与运动的第一器官,极其精微,正如心脏中属于生命的精气一样);气息随即运动神经(所有的神经其源头皆在脑中);神经再运动身体的器官部分,即手、足及其他部分;整个身体便通过这些部分被带动,运动遂以此方式产生。然而,由于欲求或存在于理智中,或存在于情欲中,故而行动有时成全,有时则陷入过失。因为若理智居于支配地位,便会成全(盖一切理智就其作为理智而言皆是正确的);若情欲性的〔欲求〕居于主导,则会犯错。实践理智始终为了某物(即为了行动),理论理智则不然;对前者而言目的是行动,对后者而言目的则是沉思。不仅如此,一切欲求亦皆为了某物,盖因其为了欲求对象。而这[欲求对象]对于审虑中的实践理智而言成为起点,对于行动而言则成为终点。例如,我们在受冻发抖时审虑道需要遮蔽之物;若我们构想出某种外衣,这便能实现;若我们将经线与纬线相连,这便能实现;而这些来自羊毛,羊毛又来自羊;因此必须购买羊。当实践理智在此处告一段落时,行动便由此开始:我们购买羊,剪下羊毛,制作经线与纬线;将这些织合之后制成外衣;而在沉思开始的原处,行动再次告终。
- 4.3.10ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν
在 οὐχ ὡς μιᾶς φύσεως οὔσης... ἀλλ’ ὡς... 的对比结构中,省略了谓语部分(“合而为一”)。这是亚里士多德哲学中用以表述“核心歧义/指向单一者的同名异义”(focal meaning)的标准公式,意指理智中的意愿与情欲中的欲求并非具有同一种严格的本质,而是以“源自一者并朝向一者”的方式统合为欲求。
- 4.3.10ὅπως δέ, ὡς ἄν τινος τῇ ψυχῇ ἔφεσις γένηται (τοῦτο δέ ἐστι τὸ ὀρεκτὸν καὶ πρακτὸν ἀγαθόν), καὶ δεῖται τῆς εἰς αὐτὸ μετουσίας καὶ τοπικῆς μεταβάσεως, εὐθὺς τὸ πνεῦμα τὸ ἐν ἐγκεφάλῳ κινεῖ
句首的 ὅπως δέ 与前句的 ὅτι μὲν οὖν... φανερόν 相对照,起标题式的转折作用(“至于其如何发动运动”)。接续的 ὡς ἄν... γένηται 为带有虚拟式的时间-条件从句,并与 καὶ δεῖται 并列。主句的主动词为 κινεῖ,其省略的主语是前文所提的灵魂(或灵魂的欲求能力),直接宾语则是 τὸ πνεῦμα τὸ ἐν ἐγκεφάλῳ。
- 4.3.10τὸ δὲ ἀρχὴ μὲν τῷ πρακτικῷ νῷ γίνεται βουλευομένῳ, τέλος δὲ τῆς πράξεως
主语 τὸ δέ 指向前文的中性名词 τοῦ ὀρεκτοῦ(欲求对象)。分词 βουλευομένῳ 与与格 τῷ πρακτικῷ νῷ 保持一致。这体现了典型的亚里士多德目的论结构:欲求对象对于审虑中的实践理智而言是推论的起点,但在具体的行动实行中则是最终的终点(目的)。
