← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§140.25-141.25

感觉、理智与欲求不足以单独引发位移运动的论据

阐明何以感觉能力、理论理智与实践理智以及受情欲驱使的欲求皆不能单独作为动物位移运动的主因,并在此过程中解答了一个关于自然发生动物与灵魂潜能位阶关系的附带疑问。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.9#2

ἀλλ’ οὐδὲ τὸ αἰσθητικὸν τὸ κινοῦν ἐστι· πολλὰ γάρ ἐστι τῶν ζῴων, ἃ αἴσθησιν μὲν ἔχει, μόνιμα δέ ἐστι καὶ ἀκίνητα. εἰ οὖν ἡ φύσις μήτε ποιεῖ μάτην μηθέν, μηθ’ ἀπολείπει τι τῶν ἀναγκαίων πλὴν ἐν τοῖς πηρώμασι καὶ ἐν τοῖς ἀτελέσι, τὰ δὲ τοιαῦτα τῶν ζῴων τέλειά εἰσι καὶ οὐ πηρώματα (σημεῖον δὲ ὅτι γεννητικά, εἰ καὶ μὴ ὡς τὰ ζῷα ἐκ συνδυασμοῦ, ἀλλ’ ὡς τὰ φυτά, καὶ ἀκμὴν ἔχει καὶ φθίσιν)· ὥστ’ εἶχεν ἂν καὶ τὰ ὀργανικὰ μόρια τῆς πορείας.1 ἀπορήσειε δ’ ἄν τις, εἰ καὶ παρεκβατικώτερον· εἰ δὴ πολλὰ τῶν ζῴων τὴν αἰσθητικὴν ἔχει δύναμιν, τελειοτέραν οὖσαν, τῆς γεννητικῆς ἐστερημένα ταύτης οὔσης ὑποδεεστέρας, πῶς ἐλέγετο ἐν τοῖς ἔμπροσθεν ὅτι οὐ πρότερον τῶν τελειοτέρων ἐνδέχεται μετασχεῖν, εἰ μὴ τῶν καταδεεστέρων τις μετάσχῃ; † ὄρτυγες γὰρ καὶ μυῖαι καὶ σκώληκες καὶ ἄλλ’ ἄττα αἰσθητικὰ ὄντα τῆς γεννητικῆς ἐστέρηνται δυνάμεως τῷ αὐτομάτως ἢ ἐκ σήψεως ὕλης φύεσθαι. ἐκεῖνο δὲ πρὸς τοῦτο λέγομεν ὡς ὅσαι τῶν ψυχικῶν δυνάμεων πρὸς τὸ εἶναι συντελοῦσι, ταύτας ἀνάγκη κατὰ τὴν εἰρημένην τάξιν τοῖς ἐμψύχοις παραγίνεσθαι· ὅσαι δὲ πρὸς τὸ εὖ εἶναι οἷον ἡ γεννητικὴ πρὸς ἀϊδιότητα καὶ διαδοχὴν μόνην, ταύτας οὐκ ἀνάγκη. τοσαῦτα καὶ περὶ τούτων. αὖθις δ’ ἐπανιόντες λέγομεν, ὡς οὔτε τὸ λογιστικὸν οὔθ’ ὁ καλούμενος νοῦς ἐστιν ὁ κινῶν, οὔτε ὁ θεωρητικὸς οὔθ’ ὁ πρακτικός, τῷ τὸν μὲν μηδὲν νοεῖν πρακτόν,2 οὗ ἕνεκα ἡ κατὰ τόπον κίνησις, ἀλλὰ τῶν καθόλου καὶ νοητῶν ἀντιλαμβάνεσθαι, καὶ μήτε περὶ φευκτοῦ ἢ διωκτοῦ λέγειν· ἡ δὲ κίνησις ἢ φεύγοντος ἢ διώκοντος τί ἐστι. καὶ μᾶλλον δ’ ἄν ὑπονοηθείη ἠρεμίας αἴτιος ἢ κινήσεως· θεωρῶν γὰρ προσδεής ἐστι τῆς κατὰ σῶμα ἠρεμίας ὡς ἐκκρουόμενος τῇ κινήσει. οὔτε δὲ ὁ πρακτικὸς ἢ τοιοῦτος κινήσεως αἴτιος· πολλάκις μὲν γὰρ θεωροῦμεν τῶν φευκτῶν τι ἢ διωκτῶν, καὶ οὐ κινούμεθα ἀλλ’ ἐν μόνῃ ψιλῇ τῇ τοῦ πράγματος ἱστάμεθα θεωρίᾳ, ὡς ἄν τις περὶ πολέμου βουλεύοιτο, πῶς ἄν τροπώσαιτο πολεμίους ἐπιόντας ἢ φυγῇ χρήσαιτο· πολλάκις δὲ καὶ μὴ θελόντων κινηθῆναι3 ἐν τῇ φοβερῶν ἢ ἡδέων διανοήσει, ἡ μέντοι καρδία ἀντιτείνουσα κινεῖται καὶ αἱ τρίχες φρίττουσι. καὶ πάλιν διψῶντος ἐν στρατοπέδῳ στρατιώτου καὶ κελεύοντος τοῦ πάθους ἵεσθαι ἐπὶ πότον, ὁ νοῦς μένειν παρακελεύεται ἐν θεωρίᾳ τοῦ καλοῦ καὶ συμφέροντος. καὶ αὖθις ἐπιτάττοντος τοῦ νοῦ καὶ κελευούσης τῆς διανοίας τῆς πρακτικῆς φεύγειν τι ἢ διώκειν, οὐ κινεῖται ὁ ἄνθρωπος ἀλλὰ κατὰ τὴν ἐπιθυμίαν πράττει, οἷον ἐπὶ τῶν ἀκρατῶν· ἑταίρας γὰρ φανείσης ὁ μὲν νοῦς φεύγειν παρακελεύεται, ἡ δὲ ἐπιθυμία μένειν βιάζεται. καὶ ἔτι αἱ τέχναι πᾶσαι νοῦς οὖσαι πρακτικὸς οὐκ ἐνεργοῦσιν, ὡς ἑτέρου τινὸς ὄντος κυρίου τοῦ ποιεῖν κατὰ τὴν ἐπιστήμην, ἀλλ’ οὐ τῆς ἐπιστήμης. ὁρῶμεν γὰρ ὅτι ὁ ἔχων τὴν ἰατρικὴν οὐκ ἰᾶται οὐδὲ ἔρχεται ἐπὶ τὸν ἄρρωστον, ἕως ἂν ἢ τὸ φιλοχρήματον ἢ φιλότιμον κινήσῃ ἢ καὶ ἄλλο τι. ἀλλὰ μὴν οὐδ’ ἡ ὄρεξις ἡ ἐμπαθὴς ἥ τε θυμικὴ καὶ ἐπιθυμητικὴ κυρία τῆς κινήσεως· οἱ γὰρ ἐγκρατεῖς ὀρεγόμενοι καὶ ἐπιθυμοῦντες οὐ πράττουσιν ὧν ἔχουσι τὴν ὄρεξιν, ἀλλ’ ἀκολουθοῦσι τῷ νῷ.

然而,感觉能力亦非那发动运动者;因为有许多动物虽具备感觉,却是定着而不能运动的。因此,如果自然既不做任何徒劳之事,亦不在必要之物上有所遗漏(除非在残疾和不完全之物中),而此类动物乃是完全的而非残疾的(证据在于它们具有生殖能力,即便并非像动物那样通过交配,而是如植物一般,且拥有极盛期与衰减期),那么它们本应当亦拥有用于行进运动的器官部分。不过,或许有人会提出疑问,尽管这多少有些偏离主题:倘若确实有许多动物拥有作为较完全者的感觉能力,却缺乏作为更低阶者的生殖能力,那么在前文中何以曾言,若不分有更低阶者,便不可能分有较完全者?†因为鹌鹑、苍蝇、蠕虫以及某些其他事物虽具有感觉,却因自然发生或从物质的腐坏中生成而缺乏生殖能力。然而对此我们回答说:凡有助于“存在”的灵魂能力,必然依上述秩序存在于具灵之物中;而凡有助于“善在”者,例如仅仅为了永恒与延续的生殖能力,则非必然。关于这些讨论至此。我们再次返回并指出,无论是推论能力还是所谓理智皆非发动运动者,无论理论理智抑或实践理智皆非如此。因为理论理智完全不思索作为位移运动之目的的实践之事,而是把握普遍者与可知解者,亦不谈论应躲避者或应追求者(而运动属于躲避或追求某物者)。毋宁说,它更可被设想为静止的原因而非运动的原因;因为在理论沉思时,它因受运动的干扰而需要身体的静止。另一方面,实践理智,或此类理智,亦非运动的原因;因为我们常常沉思某些应躲避或追求的事物,却并不运动,而是停留于对该事物的单纯孤立沉思之中,正如有人在筹划战事,考虑如何击溃来犯之敌或采取溃逃那样;而且往往在思索可怖或令人愉悦之事时,即便我们并不愿运动,心脏却依然违抗着运动,毛发耸立。再者,当营地中的士兵口渴而情欲命令他奔向饮水时,理智却劝告他停留在对崇高与有利之事的沉思之中。此外,即便理智下达命令且实践思辨指示去躲避或追求某物,人却并不运动,而是依从欲望行事,正如在不能自制者身上所见;因为当交际花出现时,理智劝告逃避,欲望却强迫留下。再者,一切技艺作为实践理智皆不产生效用,因为依科学施展作为的主宰乃是另外的某物,而非科学自身。因为我们看到,具备医术者既不医治亦不走向病患,直到贪财或好名抑或其他事物发动他为止。然而,受情欲驱使的欲求,即激情与欲望,亦非运动的主宰;因为自制者虽有欲求与欲望,却并不做出其所欲求之事,反而跟从理智。

语法注3 条
  1. 4.3.9ὥστ’ εἶχεν ἂν καὶ τὰ ὀργανικὰ μόρια τῆς πορείας

    表结果的连词 ὥστε 后接 ἄν 与未完成过去直陈式 εἶχεν,表示反事实推论的后结(“它们本应当亦拥有[但实际上并无]”)。这构成了紧承前文直陈式现在时条件从句 εἰ οὖν ἡ φύσις μήτε ποιεῖ... 的归谬法推导结果。

  2. 4.3.9τῷ τὸν μὲν μηδὲν νοεῖν πρακτόν

    由中性单数与格定冠词 τῷ 引导不定词短语构成的表示原因的与格结构(“由于……/因为……”)。τὸν μέν 作为不定词 νοεῖν 的宾格主语,指代前文的 ὁ θεωρητικός(理论理智)。

  3. 4.3.9πολλάκις δὲ καὶ μὴ θελόντων κινηθῆναι

    由分词 θελόντων 构成的属格绝对结构。由于其逻辑主语(泛指的人们,或承接前文 θεωροῦμεν 的“我们”ἡμῶν)在语境中显而易见而被省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:140.25-141.25