← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§139.25-140.25

灵魂的划分以及运动潜能与营养潜能之辨

通过释读亚里士多德《论灵魂》卷三第九章,文本转向探究灵魂发动位移运动的能力,指出传统灵魂三分或二分法在容纳营养、感觉、想象和欲求潜能时的困难,并论证行进运动的发动者绝非营养潜能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.9#1

Ἐπεὶ δὲ ἡ ψυχὴ κατὰ δύο ὥρισται δυνάμεις τῶν ζῴων,1 τῷ τε κριτικῷ, ὃ διανοίας ἔργον ἐστὶ καὶ αἰσθήσεως, καὶ ἔτι τῷ κινεῖν τὴν κατὰ τόπον κίνησιν, περὶ μὲν αἰσθήσεως καὶ νοῦ διωρίσθω ταῦτα· περὶ δὲ τοῦ κινοῦντος, τί ποτέ ἐστι τῆς ψυχῆς, σκεπτέον, πότερον ἕν τι μόριον αὐτῆς χωριστὸν ὂν μεγέθει καὶ τόπῳ ἢ λόγῳ ἢ καὶ πᾶσα ἡ ψυχή· κἂν εἰ μόριόν τι, πότερον ἴδιόν τι παρὰ τὰ εἰωθότα λέγεσθαι καὶ τὰ εἰρημένα, ἢ τούτων ἕν τι. ἔχει δὲ ἀπορίαν2 εὐθύς, πῶς τε δεῖ μόρια ψυχῆς λέγειν καὶ πόσα. τρόπον γάρ τινα ἄπειρα φαίνεται, καὶ οὐ μόνον ἅ τινες λέγουσι διορίζοντες λογικὸν θυμικὸν ἐπιθυμητικόν, οἱ δὲ τὸ λόγον ἔχον καὶ τὸ ἄλογον. κατὰ γὰρ τὰς διαφοράς, δι’ ἃς ταῦτα χωρίζουσι, καὶ ἄλλα φανεῖται μόρια μείζω διάστασιν ἔχοντα τούτων, περὶ ὧν καὶ νῦν εἴρηται, τό τε θρεπτικόν, ὃ καὶ τοῖς φυτοῖς ὑπάρχει καὶ πᾶσι τοῖς ζώοις, καὶ τὸ αἰσθητικόν, ὃ οὔτε ὡς ἄλογον οὔτε ὡς λόγον ἔχον θείη ἄν τις ῥᾳδίως. ἔτι δὲ τὸ φανταστικόν, ὃ τῷ μὲν εἶναι πάντως ἕτερον, τίνι δὲ τούτων ταὐτὸν ἢ ἕτερον, ἔχει πολλὴν ἀπορίαν, εἴ τις θείη κεχωρισμένα μόρια τῆς ψυχῆς. πρὸς δὲ τούτοις τὸ ὀρεκτικόν, ὃ καὶ λόγῳ καὶ δυνάμει ἕτερον ἂν εἶναι δόξειε πάντων. καὶ ἄτοπον δὴ τὸ τοῦτο διασπᾶν· ἔν τε τῷ λογικῷ ἡ βούλησις γίνεται ὄρεξις οὖσα τοῦ ἀγαθοῦ, καὶ ἐν τῷ ἀλόγῳ θυμὸς καὶ ἐπιθυμία· εἰ δὲ τρία ἡ ψυχὴ κατὰ τοὺς τριμερῆ λέγοντας, καὶ ἐν ἑκάστῳ ἔσται ὄρεξις. ἀλλ’ οὐ δεῖ οὔτε μίαν οὖσαν τὴν ψυχὴν τεμαχίζειν εἰς διάφορα μόρια οὔτε διαφόρων οὐσῶν τῶν δυνάμεων διοικίζειν ἄλλην ἐν ἄλλῳ μορίῳ τοῦ σώματος. εἰ μὴ γὰρ πᾶσαι διὰ παντὸς ἥκουσι, πῶς ὅλον τραφήσεται ἢ αὐξηθείη ἢ κινηθήσεται; Πάλιν οὖν ἀναλαβόντες λέγομεν τί τὸ κινοῦν τὸ ζῷόν ἐστι. τὴν μὲν γὰρ κατ’ αὔξησιν καὶ φθίσιν κίνησιν, ἅπασιν ὑπάρχουσαν, τὸ πᾶσιν ὑπάρχον δόξειεν ἂν κινεῖν τὸ γεννητικὸν καὶ θρεπτικόν. περὶ δὲ ἀναπνοῆς καὶ ἐκπνοῆς καὶ ὕπνου καὶ ἐγρηγόρσεως (κινήσεις γάρ πως τοπικαὶ καὶ αὗται) ὕστερον ἐπισκεπτέον· ἔχει γὰρ καὶ ταῦτα πολλὴν ἀπορίαν. ἀλλὰ περὶ τῆς κατὰ τόπον κινήσεως τί τὸ κινοῦν τὸ ζῷον τὴν πορευτικὴν κίνησιν, σκεπτέον. ὅτι μὲν οὐχ ἡ θρεπτικὴ δύναμις, δῆλον· ἀεί τε γὰρ ἡ τοπικὴ κίνησις ἕνεκά του καὶ μετὰ φαντασίας ἢ ὀρέξεως· οὐθὲν γὰρ μὴ ὀρεγόμενον ἢ φεῦγον κινεῖται, ἀλλ’ ἢ βίᾳ μεταβὰν ἔσται,3 ὡς Ἱππόλυτος τυχὸν ὑπὸ τῶν ἵππων συναρπασθείς. ἡ δὲ θρεπτικὴ εἰ καὶ ἕνεκά του, ἀλλ’ οὐ μετὰ φαντασίας. ἔτι τὰ φυτὰ τὴν θρεπτικὴν ἔχοντα δύναμιν ἦσαν ἂν καὶ πορευτικὰ καὶ εἶχον ἂν μόριον ὀργανικὸν πρὸς τὴν κίνησιν ταύτην. τί δ’ ἂν εἴποιμεν περὶ τῆς βώλου, ὅταν ἐπὶ τὰ κάτω φέρηται, ἢ ὅταν ἐπὶ τὰ ἄνω τὸ πῦρ; οὐ γὰρ βίαιος αὕτη ἡ κίνησις, καὶ ὅμως οὐ μετ’ ὀρέξεως. ἢ οὐ περὶ πάσης ἡμῖν ἐνταῦθα πρόκειται4 τοπικῆς διασκοπῆσαι κινήσεως, ἀλλὰ περὶ μόνης τῶν ζῴων. ὁ οὐρανὸς δὲ καὶ τὰ οὐράνια κύκλῳ φερόμενα κατ’ ὄρεξιν ποιοῦνται τὴν κίνησιν· νοὸς γὰρ μιμοῦνται τὴν εἰς αὑτὸν συστροφήν.

既然动物的灵魂由两种能力所界定——即作为推论思索与感觉之功用的辨析能力,以及发动位移运动的能力——那么关于感觉与理智的讨论便就此确立。然而关于那发动运动者,必须考量它是灵魂的何种事物:究竟是其在量度与位置上可分离的一个部分,抑或在定义上可分离,还是整个灵魂;假若是某种部分,它究竟是惯常所说和上述那些之外的某种特有部分,还是其中的某一个。随之立即产生困难:究竟应当如何表述灵魂的部分,以及有几个部分。因为在某种意义上它们显得是无限的,而不仅是某些人所界定称述的理性、激情与欲望,或是其他人所称述的具逻各斯者与无逻各斯者。因为依据他们区分这些部分的相异之处,亦将显现出比方才提及的这些具有更大间隔的其他部分:既有植物和一切动物皆具备的营养部分,又有人们不能轻易将其归入无逻各斯亦不能归入具逻各斯的感觉部分。此外还有想象部分,其在存在本质上全然相异,但若有人设定灵魂具有分离的部分,则它究竟与这些部分的哪一个同一或相异,包含着极大的困难。除这些之外还有欲求部分,它在定义与潜能上似乎都与一切其他部分不同。将这一部分撕裂开来确实是荒谬的;因为在理性部分中产生的是作为对善之欲求的意愿,而在无理性部分中产生的则是激情与欲望;若按照主张灵魂由三部分构成者的说法,灵魂是三重的,那么在每一个部分中都会有欲求。但是,既不应将本为一体的灵魂切碎为相异的部分,也不应因其潜能各异而将不同的潜能安置在身体的不同部位。因为若非一切潜能贯穿于全身,全体又如何得以滋养、增长或运动呢? 因此,让我们重新阐明究竟何者在发动动物的运动。因为对于一切动物皆具备的依增长与衰减的运动而言,属于一切动物的生殖与营养能力似乎在发动之。至于吸气与呼气、睡眠与清醒(因为这些在某种意义上亦是位移运动),必须在后文考察;因为这些亦包含极大的困难。然而关于位移运动,究竟何者发动动物的行进步行运动,必须加以考量。显然绝非营养能力;因为位移运动始终为了某种目的,且伴随着想象或欲求;若非欲求或躲避,没有任何事物会运动,除非是受暴力移位,正如希波吕托斯碰巧被马匹卷走拖拽那样。而营养能力即使为了某种目的,却不伴随想象。此外,具备营养能力的植物也将具有行进运动的能力,并拥有用于此种运动的器官部分。然而,当泥块向下运动,或火向上运动时,我们又该如何说明?因为这种运动并非强迫的,却依然不伴随欲求。抑或在此处摆在我们面前的任务并非考察一切位移运动,而仅仅是动物的位移运动?天与诸天体环绕运行,正是循着欲求进行运动;因为它们在摹仿理智向自身的内旋回转。

语法注4 条
  1. 4.3.9Ἐπεὶ δὲ ἡ ψυχὴ κατὰ δύο ὥρισται δυνάμεις τῶν ζῴων

    属格 τῶν ζῴων 虽然在语序上形成了隔置,但在句法上从属于主语 ἡ ψυχὴ(意为“动物的灵魂”,呼应亚里士多德原文 432a15 的 ἡ ψυχὴ τῶν ζῴων)。虽然在语法上亦可理解为修饰 δυνάμεις(“动物的两种潜能”),但依从主语名词短语最为自然。

  2. 4.3.9τῷ μὲν εἶναι πάντως ἕτερον, τίνι δὲ τούτων ταὐτὸν ἢ ἕτερον, ἔχει πολλὴν ἀπορίαν

    带冠词不定词 τῷ εἶναι 为限制与格(“在本质/存在上”)。紧随其后的 τίνι δὲ τούτων ταὐτὸν ἢ ἕτερον 是间接疑问节,充当后续 ἔχει πολλὴν ἀπορίαν(“包含诸多困难”)的实质主题或主语成分。

  3. 4.3.9ἀλλ’ ἢ βίᾳ μεταβὰν ἔσται

    紧承否定词 οὐθὲν 之后的 ἀλλ’ ἤ 为惯用句式,意为“除了……之外”。μεταβὰν ἔσται 是将来时 ἔσται 与不定过去分词 μεταβάν 构成的迂回式,表示由于外力被迫发生空间位移的例外情况。

  4. 4.3.9ἢ οὐ περὶ πάσης ἡμῖν ἐνταῦθα πρόκειται

    句首的 ἢ 用于引出回应此前关于自然下落和上升的反例的解答(“抑或是……”)。无人称动词 πρόκειται 支配动作主与格 ἡμῖν 与不定词 διασκοπῆσαι,构成“摆在我们面前的任务是考察……”的句式结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:139.25-140.25