← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§13.20-14.38

由数构成的灵魂认识能力与本原诸说

索福尼亚斯根据形式与数的类比,详述了将灵魂的认识能力(理智、知识、意见、感觉)由数(一至四)构成的柏拉图学说,并梳理与考察了早期思想家关于构成灵魂的本原(火、气、水及自运之数)的诸种理论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.2#3

καὶ ἔτι πᾶς ἀριθμὸς καὶ μεμερισμένος ἐστὶ καὶ ἀμερής, τὸ μὲν κατὰ τὰς ἐν αὐτῷ μονάδας, τὸ δὲ κατὰ τὴν ὁλότητα· ἀμερῆ δὲ καὶ τὰ ἐν τῷ δημιουργῷ εἴδη, μεμερισμένα δὲ τὰ ἐν τῇ ὕλῃ. ἔτι ἀριθμοὶ τὰ εἴδη καὶ οὕτως (εἴδη δὲ λέγομεν, ἃ τοῖς κυρίοις ὁρισμοῖς ἀφορίζεται)· ὡς γὰρ ἀπὸ τοῦ ἀριθμοῦ εἰ ἀφέλῃς μονάδα ἢ προσθήσεις ἢ ἕτερον αὐτοῦ μόριον, αὐτίκα ἕτερος ἀριθμὸς γίνεται, οἷον ὁ ἕξ, εἰ ἀφέλῃς μονάδα, ἕτερος ὁ πέντε γίνεται, οὕτω καὶ ἐπὶ τῶν εἰδῶν εἴτ’ οὖν τῶν λόγων τῶν ὁριστικῶν, εἰ ἀφαιρήσεις ἢ προσθήσεις λέξιν, ἕτερον εἶδος ἐποίησας. ἐπεὶ δὲ καὶ στοιχεῖον τῶν ἀριθμῶν ἡ δεκάς, ταύτης δὲ ἡ τετράς, διὰ τοῦτο τὰς τῶν ἀριθμῶν ἀρχὰς καὶ τῶν ἰδεῶν ἀρχὰς ἐτίθετο. ἐκ τούτων οὖν καὶ τὴν ψυχὴν συνιστᾷ, νοῦν μὲν τὸ ἓν λέγων, ἐπιστήμην δὲ τὰ δύο· μοναχῶς γὰρ ἐφ’ ἕν·1 τὸν δὲ τοῦ ἐπιπέδου ἀριθμὸν δόξαν, αἴσθησιν δὲ τὸν τοῦ στερεοῦ. ἐπεὶ γὰρ τὰ εἴδη αὐτὰ ἀριθμοὶ καὶ ἀρχαὶ τῶν ὄντων ἐλέγετο, εἰσὶ δὲ ἐκ τῶν στοιχείων, κρίνεται δὲ τῇ ψυχῇ τὰ πράγματα τὰ μὲν νῷ, τὰ δὲ ἐπιστήμῃ, τὰ δὲ δόξῃ, τὰ δ’ αἰσθήσει, συνεστάναι δεῖν καὶ ταύτην ἐκ τῶν τεττάρων λέγει· ἀπὸ μὲν τοῦ αὐτοενὸς τὸν νοῦν αὐτῇ ἁπλοῦν ὄντα καὶ ἀμερῆ (ἑνὰς δὲ καὶ τὰ νοητά), ἀπὸ δὲ τῆς δυάδος τὴν ἐπιστήμην· δυὰς γὰρ τὰ ἐπιστημονικὰ τὸ ποθὲν πῃ ὡρισμένως ἔχοντα· τριὰς δὲ ἡ δόξα· τριττὰ γὰρ καὶ τὰ δοξαστὰ διὰ τὸ ἀμφιρρεπές· ἀπὸ δὲ τῆς τετράδος τὴν αἴσθησιν, ὅτι περὶ τὸ σῶμα, ὃ τετράδι συντέθειται. ἐντεῦθεν οὖν ἐκεῖνο δῆλον, ὅτι οἱ τὰς ἰδέας εἰσάγοντες καὶ ταύτας ἀρχὰς τῶν ὄντων ὑποτιθέμενοι τούτων πάλιν ἑτέρας ἀρχὰς ᾤοντο τὰς εἰρημένας. ἐπεὶ δὲ καὶ κινητικὸν ἐδόκει ἡ ψυχὴ εἶναι καὶ γνωστικὸν οὕτως, ἔνιοι ἐξ ἀμφοῖν ἀπεφήναντο τὴν ψυχὴν ἀριθμὸν κινοῦνθ’ ἑαυτόν. διαφέρονται δὲ περὶ τῶν ἀρχῶν, τίνες καὶ πόσαι. οἱ μὲν γὰρ σωματικὰς ἐποίουν, ὡς οἱ φυσικοί, οἱ δὲ ἀσωμάτους, ὡς οἱ Πυθαγόρειοι, οἱ δὲ μικτάς· καὶ οἱ μὲν πολλὰς οἱ δὲ μίαν ἐτίθεντο. καὶ τὸ μὲν ἐπὶ πλέον τι λέγειν περὶ αὐτῶν παρεῖται (εἴρηται γὰρ ἐν τοῖς καθόλου τῶν φυσικῶν πρότερον), ἐκεῖνο δὲ φανερὸν ἐκ τῶν εἰρημένων ὅτι κοινῶς τὴν ψυχὴν ἐκ τῶν στοιχείων τιθέμενοι, μόνον δὲ πρὸς τὸ εἶδος καὶ τὸ πλῆθος διαφερόμενοι ἀκολούθως ἕκαστος τῇ παρ’ ἑαυτοῦ περὶ ἀρχῶν ὑπολήψει καὶ τὰ περὶ τὴν ψυχὴν συνῆπτον. καὶ πρῶτον οὐκ ἀλόγως παρὰ πᾶσιν ἐκεῖνο εἰσήγηται· τὸ γὰρ κινητικὸν τὴν φύσιν τῶν ἄλλων τῶν πρώτων εἶναι καὶ ἀρχὴν ὑπειλήφασιν.2 τοῦτο δὲ εἶναί τισι τὸ πῦρ ἔδοξε· καὶ γὰρ τοῦτο λεπτομερέστατόν τε καὶ μάλιστα τῶν στοιχείων ἀσώματον, ἔτι δὲ κινεῖται καὶ κινεῖ τἄλλα πρώτως. Δημόκριτος δὲ καὶ γλαφυρωτέραν ἀπέδωκεν αἰτίαν ἀποφηνάμενος, διότι τούτων ἑκάτερον τῷ πυρί·3 τὰ γὰρ πρῶτα καὶ ἀδιαίρετα τῶν σωμάτων τὰ σφαιρικά, ἃ πῦρ ἔθετο καὶ ψυχήν, κινητικώτατα τῶν ἄλλων καὶ δραστικὰ διά τε τὴν μικρομέρειαν καὶ τὸ σχῆμα· τοιοῦτον δὲ καὶ πῦρ καὶ νοῦς. ἔοικε δὲ καὶ Θαλῆς, ἐξ ὧν ἀπομνημονεύουσιν, ἐκ τῶν ἀρχῶν τὴν ψυχὴν καὶ κινητικὸν ὑπολαβεῖν, εἴπερ τὸν Μάγνητα λίθον ἔμψυχον εἶπεν, ὅτι κινεῖ τὸν σίδηρον· λίθου δὲ καὶ πάντων ἀρχὴ κατ’ αὐτὸν τὸ ὕδωρ. Διογένης δ’ ὥσπερ καὶ ἕτεροί τινες ἀέρα ταύτην ὡς ἐξ ἀρχῆς καὶ στοιχεῖον· τοῦτον γὰρ ᾤετο ἔξω πυρὸς τῶν ἄλλων λεπτομερέστατον καὶ κινητικώτατον εἶναι καὶ μανώσει καὶ πυκνώσει τἄλλα γεννᾶν. καὶ ᾗ μὲν πρῶτος καὶ ἐκ τούτου γέγονε τὰ λοιπά, γνωστικὸν ἡ ψυχή, ᾗ δὲ λεπτὸς καὶ κοῦφος, κινητικόν. Ἡράκλειτος δὲ πῦρ, εἴπερ ἐξ ἀναθυμιάσεως αὐτὴν ἔλεγεν, ἐξ ἧς καὶ τἄλλα συνίστησι, καὶ ἀσώματόν τε καὶ ῥέον ἀεί. εἰ γὰρ ἐν κινήσει καὶ φορᾷ τὰ ὄντα, ὥσπερ ἐκεῖνός τε ᾤετο καὶ πολλοὶ ἕτεροι, τὸ δὲ κινούμενον κινουμένῳ γινώσκεται ὡς ὁμοίῳ ὅμοιον, ἔδει τὴν ψυχὴν οὕτως ἔχειν φύσιν, συγκινεῖσθαι τοῖς οὖσι καὶ συμπαραθέειν γνωρίζουσαν. παραπλησίως δὲ τούτοις καὶ Ἀλκμαίων ὁ Κροτωνιάτης, Πυθαγορικὸς ὤν, ὑπολαβεῖν ἔοικε περὶ ψυχῆς· φησὶ γὰρ αὐτὴν ἀθάνατον εἶναι διὰ τὸ ἐοικέναι τοῖς ἀθανάτοις, τοῦτο δ’ ὑπάρχειν αὐτῇ ὡς ἀεὶ κινουμένῃ· κινεῖσθαι γὰρ καὶ τὰ θεῖα πάντα συνεχῶς ἀεί, σελήνην, ἥλιον, τοὺς ἀστέρας καὶ τὸν ὅλον οὐρανόν. τῶν δὲ φορτικωτέρων καὶ ὕδωρ τινὲς αὐτὴν ἀπεφήναντο, καθάπερ Ἵππων ὁ ἄθεος. πεισθῆναι δὲ ἔοικεν ἐκ τῆς γονῆς, ἣν ἔμψυχον ἔλεγεν, ὅτι πάντη ὑγρά, ὡς καὶ τὸ ὕδωρ τῶν ὅλων ἀρχή, ὅτι τῶν φυτῶν ἡ πρώτη καὶ ζώων τροφὴ ὑγρά.

再者,每个数既是被分割的又是不可分的,前者是依据其中的一元而言,后者则是依据其整体性而言;而在造物主中的诸形式亦是不可分的,但在质料中的则是被分割的。此外,诸形式亦以如下方式成为数(我们所谓的诸形式,乃是由固有的定义所界定者):因为正如对于数而言,如果你从中减去一个一元,或加上一个一元或它的另一个部分,它便立刻变成另一个数——例如对于六,如果你减去一个一元,便变成另一个数即五——同样,在诸形式即定义的言明上,如果你删去或添加一个词,你便制造了另一个形式。既然十是诸数的元素,而四又是十的元素,因此他把诸数的本原亦确立为诸理型的本原。于是他亦由这些构成了灵魂,把一称为理智,把二称为知识;因为[知识]以单一的方式朝向一个事物;而把平面的数称为意见,把立体的数称为感觉。因为既然形式自身被称为数和存在者的本原,且它们由诸元素构成,而在另一方面事物由灵魂所评判,有的由理智评判,有的由知识评判,有的由意见评判,有的由感觉评判,所以他主张灵魂亦必须由这四者构成:来自一自身的是对其而言单纯且不可分的理智(可知之物亦是一元),来自二的是知识;因为可知对象乃是二,具有从某处以某种方式被限定的状态;三则是意见;因为可被持意见的事物由于动摇不定亦是三重性的;而来自四的则是感觉,因为它关涉物体,而物体是由四所组合而成的。由此可见,那些引入理型并将它们假定为存在者之本原的人,认为上述诸者又是这些理型的另一层本原。又由于灵魂被认为既是引起运动的,又是以此种方式进行认识的,所以有些人依据这两者宣布灵魂为“自运的数”。 然而他们关于诸本原究竟为何物以及数目有多少产生了分歧。因为有些人像自然哲学家那样把它们设定为物体的,另一些人像毕达哥拉斯派那样设定为非物体的,还有一些人设定为混合的;并且有些人确立为多数,有些人确立为一个。关于它们多谈论任何内容在此已被略过(因为此前在关于自然学的一般性论述中已经谈过);但从所言之事中显而易见的是,他们共同把灵魂确立为由诸元素所构成,仅仅在种与数量上有所分歧,各自依据自己关于诸本原的假定,相应地将关于灵魂的事情结合起来。首先,在所有人之中引入如下观点并非无理:因为他们假定,在天然上引起运动之物属于第一者,且是其余事物的本原。而在某些人看来,这乃是火;因为在诸元素中火不仅最微细且最非物体,而且它自身运动并最初地推动其余事物。德谟克利特则给出了更为精巧的原因,说明了为何这两者都属于火:因为在物体中最初且不可分者即球形物体——他将其确立为火与灵魂——由于其部分的微细和形状,比其他一切物体都最易引起运动且最有作用;而火与理智皆是如此之物。泰勒斯依据传述来看,若确曾因磁石使铁运动而说它具有灵魂,则似乎亦假定灵魂由诸本原构成且是引起运动的;因为依他而言,石头乃至万物的本原皆是水。第欧根尼正如其他某些人一样,把空气设定为灵魂,视其为出于本原者与元素;因为他认为除了火之外,空气比其余事物最微细且最易引起运动,并通过稀疏与凝聚生成其他事物。并且,在空气是第一者且其余事物由此生成的意义上,灵魂是具有认识能力的;在空气微细且轻的意义上,灵魂则是引起运动的。赫拉克利特若确曾说灵魂来自气化之烟,则将灵魂设定为火,他亦由这气化之烟构成其余事物,并且它是非物体的且永恒流动的。因为如果存在者处于运动与流变之中,正如他及许多其他人所认为的那样,而被运动者由被运动者所认识,如同同类者由同类者认识一样,那么灵魂亦必须具有如此本性,与存在者一同运动并在认识它们时与之并驾齐驱。与这些相似的是,克罗顿的阿尔克迈翁作为毕达哥拉斯学派的成员,似乎关于灵魂亦作了如此假定;因为他说灵魂因类似于不死者而是不死的,而这之所以属于灵魂,是因为它是永动的;因为一切神圣之物亦连续且永恒地运动,即月亮、太阳、诸星辰与整个天空。在更粗鄙的人中,某些人将灵魂宣布为水,犹如无神论者希彭那样。他似乎是受到种子的说服,他称种子具有灵魂,因为它是完全潮湿的,正如水亦是万物的本原一样,因为植物与动物最初的滋养是潮湿的。

语法注3 条
  1. 2.1.2μοναχῶς γὰρ ἐφ’ ἕν

    解释为何知识(ἐπιστήμη)对应于二(δυάς)的简短论据。知识由起点(本原)向单一确定的结果单向进行,因而被解作“以单一的方式朝向一个事物”。

  2. 2.1.2τὸ γὰρ κινητικὸν τὴν φύσιν τῶν ἄλλων τῶν πρώτων εἶναι καὶ ἀρχὴν ὑπειλήφασιν

    在带不定式的宾格句式中,主语为 τὸ κινητικὸν τὴν φύσιν(“天然上引起运动之物”),谓语部分为 τῶν πρώτων εἶναι καὶ ἀρχὴν(“属于第一者且为本原”),τῶν ἄλλων 则依附于 ἀρχήν。

  3. 2.1.2διότι τούτων ἑκάτερον τῷ πυρί

    由 διότι(=διὰ τί)引导的间接疑问从句,其中省略了表示存在的动词(如 ὑπάρχει),应补充理解为“为何这二者各自属于火”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:13.20-14.38