- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:138.32-139.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
总结亚里士多德《论灵魂》卷三第八章的主旨(“灵魂在某种意义上是一切事物”、“形式的形式”),阐述理智如何展开为肉体生命、感觉、想象与推论思索,并最终复归于纯粹现实活动中的理智。
Καὶ δὴ τὰ περὶ ψυχῆς ῥηθέντα συγκεφαλαιώσαντες εἴπωμεν πάλιν ὅτι ἡ ψυχὴ τὰ ὄντα πώς ἐστι· πάντα γὰρ αἰσθητὰ τὰ ὄντα ἢ νοητά. διττὴ δὲ καὶ ἡ τῆς ψυχῆς δύναμις, ἡ μὲν ἐπιστημονικὴ καὶ διανοητικὴ ἡ δ’ αἰσθητική. ἔστι δὲ ἡ ἐπιστήμη μὲν τὰ ἐπιστητά πως, ἡ δ’ αἴσθησις τὰ αἰσθητά· πῶς δὲ τοῦτο, δεῖ ζητεῖν. τέμνει οὖν ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις τὰ πράγματα, ἡ μὲν δυνάμει εἰς τὰς δυνάμεις, ἡ δὲ ἐνεργείᾳ εἰς τὰς ἐνεργείας.1 τῆς δὲ ψυχῆς τὸ αἰσθητικὸν καὶ τὸ ἐπιστημονικὸν δυνάμει ταὐτά ἐστι, τὸ μὲν ἐπιστητὸν τὸ δ’ αἰσθητόν. ἀνάγκη δὲ ἢ αὐτὰ τὰ πράγματα ἢ τὰ εἴδη εἶναι. αὐτὰ μὲν δὴ οὔ· οὐ γὰρ δὴ ὁ λίθος ἐν τῇ ψυχῇ, ἀλλὰ τὸ εἶδος· ὥστε ἡ ψυχὴ ὥσπερ ἡ χείρ ἐστι· καὶ γὰρ ἡ χεὶρ ὄργανόν ἐστιν ὀργάνων καὶ ὁ νοῦς εἶδος ἐξ εἰδῶν καὶ ἡ αἴσθησις εἶδος αἰσθητῶν. ὡς γὰρ ἡ χεὶρ ὄργανον οὖσα ψυχῆς τελειοῦται διὰ τῆς τῶν αἰσθητῶν ὀργάνων ἐνεργείας, πρίονος σκεπάρνου πηδαλίου καὶ τῶν λοιπῶν, καὶ ἔστιν ἐξ ὀργάνων ὄργανον εἶδος οὖσα αὐτῶν, οὕτω πρὸς πάντα τὰ ὄντα ἡ ψυχή. καὶ ἁπλῶς εἰπεῖν ὑπὲρ τῆς προκειμένης πραγματείας ὡς ἕν τί ἐστι καὶ τὸ πᾶν ὁ πολυύμνητος νοῦς ὁ διὰ πάντων ἥκων ἐν τοῖς ἔχουσι καὶ ταῖς διαφόροις ἐνεργείαις καὶ σχέσεσι ποικίλος γενόμενος. οὗτος τῷ τε σώματι ζωὴν χορηγεῖ καὶ κίνησιν καὶ αἴσθησιν (νοῦς γὰρ ὁρᾷ καὶ νοῦς ἀκούει καὶ γεύεται καὶ ὀσφραίνεται καὶ ἅπτεται τῇ σαρκὶ καὶ τὰς πολλὰς εἰς μίαν συνάγει τὴν κοινὴν αἴσθησιν), καὶ φαντασίαν ποιεῖ κατέχων τὰ τῶν αἰσθητῶν ἐγκαταλείμματα. δόξα δὲ ποιά τις αὐτοῦ περί του τῶν ὄντων ὑπόληψις. ὅταν δὲ διεξοδικῶς ἐνεργῇ καὶ τὰς κοινωνίας ζητῇ τῶν πραγμάτων καὶ ἑτερότητας καὶ τοῖς ἡγουμένοις ἐπισυνάπτῃ τὰ ἐφεπόμενα διανύων ὁδόν τινα ἀπὸ προτάσεων ἐπὶ συμπεράσματα, διάνοια ὀνομάζεται. νοῦς δὲ ὅταν ἁπλῶς ἐπιβάλλῃ καὶ τοῦ ὄντος ἔχηται.2 καὶ θεωρητικὸς καὶ πρακτικὸς καὶ φθαρτὸς καὶ ἀΐδιος καὶ δυνάμει καὶ ἐνεργείᾳ καὶ ψευδὴς καὶ ἀληθὴς λέγεται· τῶν τε γὰρ ἐνεργειῶν τὸ διάφορον καὶ τῶν ἐφ’ ἃ ἡ ἐνέργεια, ἥ τε περὶ τὸ σῶμα σχέσις καὶ ἡ τῆς ὕλης ἐπιπλοκὴ καὶ συνθόλωσις πολυειδῆ καὶ μυριώνυμον ἀπειργάσαντο. ἀπολυθεὶς δὲ τῆς γεννήσεως καὶ πρὸς ἑαυτὸν συναχθεὶς γενήσεται τοῦτο καθαρῶς, ὃ λέγεται νῦν, νοῦς ἐνεργείᾳ, λήθης πάσης καὶ ἀγνοίας ἀπηλλαγμένος, ἀεὶ θεωρῶν ἀνεμποδίστως καὶ ἀπλανῶς τοῦ ἀληθοῦς ἐφαπτόμενος, ἑστῶσαν ἔχων τὴν οὐσίαν καὶ ἀμετάβλητον καὶ τελείαν τὴν ἐνέργειαν.
且让我们概括关于灵魂已言及的事项,再次声明灵魂在某种意义上就是诸存在者;因为一切存在者要么是可感觉的,要么是可思议的。灵魂的潜能亦是双重的,一者是科学认识且推论思索的,另一者则是感觉的。科学认识在某种意义上就是可知对象,感觉则是可感觉对象;但这是如何可能的,仍须探求。因此,科学认识与感觉对诸事物进行划分:一者在潜能中划入诸潜能,另一者在现实活动中划入诸现实活动。灵魂的感觉部分与科学认识部分在潜能上与这些对象是同一的,一者与可知对象同一,另一者与可感觉对象同一。而它们必然要么是事物本身,要么是其形式。绝非事物本身;因为并非石头在灵魂之中,而是其形式在灵魂中。因此灵魂犹如手;因为手乃是诸工具的工具,理智乃是诸形式的形式,感觉则是诸可感觉对象的形式。因为正如手作为灵魂的工具,经由可感觉工具(锯、扁斧、舵及其他)的现实活动得以完满,且因其是这些工具的形式而成为源于诸工具的工具,灵魂对于一切存在者亦是如此。若就当前探讨的主题简要言之,那备受颂扬的理智——在具足理智者中贯穿万物,并因各异的现实活动与关联而变得繁复多样者——乃是某种一且是全体。正是它向身体赋予生命、运动与感觉(因为是理智在看,理智在听、在尝、在嗅,通过肉身在触,并将诸多感觉统摄于单一的共同感觉),并通过保留可感觉对象的残留物而产生想象。而意见则是理智关于某一存在者的某种领会。当理智循序渐进地活动,探求事物的共通性与相异性,在由前提走向结论的某种道路上将后随者与前导者联结起来时,它被称为推论思索。而当它单纯地直观投射并执持存在本身时,则被称为理智。它被称为观相的与实践的、可灭的与永恒的、潜能的与现实活动的、虚妄的与真实的;因为诸现实活动的差异、活动所针对对象的差异、关于身体的关联以及质料的缠绕与混浊,使它成为多重形态且具万千名称者。然而,一旦脱离生成并聚敛回归自身,它将纯粹地成为如今所说的这般——现实活动中的理智,免除了一切遗忘与无知,始终无碍地观相,毫不迷妄地触及真理,拥有确立而不变的本质与圆满的现实活动。
- 4.3.8ἡ μὲν δυνάμει εἰς τὰς δυνάμεις, ἡ δὲ ἐνεργείᾳ εἰς τὰς ἐνεργείας
相关词组 ἡ μὲν ... ἡ δέ 并非分别指代前文的两个名词(ἡ ἐπιστήμη 与 ἡ αἴσθησις),而是承袭亚里士多德《论灵魂》431b25(τέμνεται ... ἡ μὲν δυνάμει εἰς τὰ δυνάμει, ἡ δ' ἐντελεχείᾳ εἰς τὰ ἐντελεχείᾳ),按模态进行两分:“处于潜能中的认识能力对应于处于潜能的对象,处于现实活动中的认识能力对应于处于现实活动的对象”。冠词 ἡ 起到实质化修饰省略主语的作用。
- 4.3.8νοῦς δὲ ὅταν ἁπλῶς ἐπιβάλλῃ καὶ τοῦ ὄντος ἔχηται
此句承接前文(ὅταν δὲ διεξοδικῶς ἐνεργῇ ... διάνοια ὀνομάζεται),省略了述谓动词 ὀνομάζεται(或 λέγεται)。名词 νοῦς 在此并非句子的语法主语,而是作表语,意为“[当……之时]被称为理智”。
