← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§137.16-138.31

实践理智与理论理智中的善恶及意象

索福尼亚斯对比了实践理智与观相理智中善恶及真伪的作用,考察了思意思索中是否需要意象,并阐明看似突兀的关于共同感觉之统合判定的讨论实则是为了揭示理智与感觉之间的对应比例关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.7#7

τοῦτο δέ ἐστι τὸ ἐν τοῖς πρακτοῖς ἀγαθὸν ἢ κακόν· ταῦτα γὰρ καὶ τέλη καὶ ἀρχαὶ τῷ πρακτικῷ νῷ, δι’ ἃ τὴν αἵρεσιν ποιεῖται καὶ τὴν φυγήν. οὐ μόνον δὲ ἐπὶ τοῦ πρακτικοῦ νοῦ ἀρχὴ τελικὴ τὸ ἀγαθὸν ἢ κακόν, ἀλλὰ καὶ τοῦ θεωρητικοῦ, ᾧ ἔργον τὸ ἀληθὲς ἰδεῖν καὶ τὸ ψεῦδος· ἔστι γὰρ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἀγαθὸν καὶ κακὸν ἄνευ πράξεως. διαφέρει μέντοι τὸ ὡς ἀληθὲς ἀγαθὸν τοῦ πρακτικοῦ ἀγαθοῦ καὶ τὸ ὡς ψευδὲς κακὸν τοῦ πρακτικοῦ κακοῦ, ὡς ἐκεῖ μὲν τὸ ἀληθὲς ἁπλῶς ἐστιν ἀγαθὸν καὶ φύσει, καὶ τὸ ψεῦδος ὁμοίως κακόν, τὸ δ’ ἐν τοῖς πρακτοῖς οὐχ ἁπλῶς ἀλλὰ ποτὲ καὶ τινί, οἷον τὸ λούσασθαι ἢ βαδίσαι ἢ γυμνάσασθαι· καὶ τὸ μὲν τῆς λογικῆς ψυχῆς πρακτικὸν οὐδὲν νοεῖ ἄνευ φαντάσματος, τὸ δὲ θεωρητικὸν οὐ πᾶν. καὶ ἔτι μᾶλλον ὁ ἐνεργείᾳ νοῦς γεωμετρικὰς μέν τινας θεωρίας φαντάσεται ὡς περί τι πρακτικάς· ὅταν δὲ θεωρῇ τὸ νόημα τὸ περὶ τοῦ τριγώνου, ὅτι αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι καὶ αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζους καὶ τὰ ὅμοια, εἰ καὶ τὸ τρίγωνον ἄνω καὶ κάτω φέρομεν, ἀλλ’ οὖν τὸν λόγον αὐτὸν καθαρὸν ἐπισκοποῦμεν. καὶ ὅταν τὰς λογικὰς μεθόδους ἀποδεικνύῃ ὡς τρία σχήματα τοῦ κατηγορικοῦ συλλογισμοῦ καὶ τρόποι ἀποδεικτικοὶ τόσοι καὶ ἀντιστροφὴ προτάσεων (τοῦτο καὶ ἐῶ λέγειν, ὅταν περὶ τῶν νοητῶν καὶ ἀύλων εἰδῶν συλλογίζηται),1 πῶς ἢ τίνα φαντάσεται; ἐπεὶ δὲ τῶν νοητῶν, ὡς πολλάκις εἴρηται, τὰ μὲν ἐνεργείᾳ καὶ φύσει νοητὰ τὰ δὲ θέσει, ὄντα φύσει αἰσθητά, οἷα τὰ μαθηματικὰ σχήματα, κινήσεις καὶ ἁρμονίαι καὶ ἀναρμοστίαι αἵ τε τῶν αἰσθητῶν ἕξεις καὶ διαθέσεις καὶ οἱ φυσικοὶ λόγοι, ἀδύνατον ἄνευ αἰσθήσεως τὴν περὶ ταῦτα ἐπιστήμην ἐγγενέσθαι τῇ ψυχῇ. διὰ τοῦτο μὴ αἰσθανόμενος μηδὲν οὐδ’ ἂν μάθοι τούτων, ὅταν τε θεωρῇ, ἀνάγκη ἐν φαντάσματι θεωρεῖν· τὰ γὰρ φαντάσματα ὥσπερ αἰσθήματά εἰσιν ἄνευ ὕλης. τὰ μέντοι πρῶτα νοήματα τὰ περὶ τῶν ἀύλων εἰδῶν τῶν φύσει νοητῶν καὶ ἐνεργείᾳ, ἐπείπερ ἄνευ αἰσθήσεως, καὶ ἄνευ φαντασίας. ἔστι γὰρ ἡ φαντασία ἕτερον φάσεως καὶ ἀποφάσεως· συμπλοκὴ γὰρ νοημάτων ἐστὶ τὸ ψεῦδός τε καὶ τὸ ἀληθές. Ὥσπερ δὲ ὁ ἀὴρ παθὼν ὑπὸ χρώματος τοιανδὶ τὴν κόρην ἐποίησεν, αὕτη δὲ ἕτερον τὸ πνεῦμα τὸ ὀπτικόν, καὶ ἡ ἀκοὴ καὶ ἡ ὄσφρησις καὶ αἱ λοιπαὶ κατ’ εἶδος αἰσθήσεις εἰς οἰκεῖον ἔνδον ἑκάστη τὸ κατάλληλον ἀπὸ τῶν ἔξω καταντᾷ τέλος, ἓν μὲν τῷ ὑποκειμένῳ διάφορον δὲ τῷ λόγῳ, οὕτω καὶ κοινόν τι πέρας πάλιν τὸ ὁρίζον εἰς ἓν καὶ συνάγον φανήσεται τὰ διάφορα πέρατα, τὸ ἁπλῶς αἰσθητικὸν τῆς ἁπλῆς αἰσθήσεως, καθάπερ καὶ πρόσθεν ἐλέγετο. ὡς γὰρ λευκὸν καὶ μέλαν ἑνὶ τῷ ὑποκειμένῳ τῷ ὀπτικῷ κρίνεται, διαφόρῳ δὲ τῇ δυνάμει, καὶ βαρὺς ψόφος καὶ ὀξὺς ἑνὶ τῷ ἀκουστικῷ, καὶ ἐπὶ τῶν ἄλλων, οὕτω τοι καὶ τὸ κοινὸν πρὸς τὰ διάφορα τῶν αἰσθητῶν, χρῶμα ψόφον ὀσμὴν καὶ τὰ λοιπά, ἕξει κριτήριον, ἓν μὲν καὶ ἀμερὲς ὄν, πολυειδὲς δὲ καὶ τῷ λόγῳ διάφορον, πέρας ὂν περάτων καὶ κοινοτήτων κοινότης καὶ κρινόντων κριτήριον. ἔχει δὲ οὕτως ὡς τὸ λευκὸν πρὸς τὸ μέλαν, οὕτω τὸ κρῖνον ἑκάτερον πρὸς τὸ κρῖνον ἑκάτερον· ἀνάλογα γάρ. διὸ καὶ ἐναλλὰξ ὡς ἡγούμενον πρὸς ἡγούμενον καὶ ἑπόμενον πρὸς ἑπόμενον. ἐκεῖνο δ’ ἐκείνου ἀντελαμβάνετο, καὶ τοῦτο τούτου ἀντιλήψεται. ἀλλὰ μὴν ἓν τῷ ὑποκειμένῳ τὰ διαφόρως κρίνοντα· μία γὰρ δύναμις ἡ ὀπτική. καὶ ἐπὶ τῶν διαφόρων δὲ τὸ κοινὸν οὕτως ἕξει. ὃ γὰρ ἐπὶ τῶν ὁμογενῶν καὶ ἐναντίων ἐθεωρήσαμεν, τοῦτο καὶ ἐπὶ τῶν ἑτερογενῶν οὐδὲν κωλύει συμβαίνειν. καὶ δὴ ὡς τὸ λευκὸν πρὸς τὸ γλυκύ, τὸ κρῖνον πρὸς τὸ κρῖνον καὶ ἐναλλάξ· ἀνάλογα γάρ. καὶ ὡς ἐκεῖ ἓν τῷ ὑποκειμένῳ τὰ τῶν ἐναντίων ἐφάνη κριτήρια, οὕτω τῶν διαφόρων ὧδε· τί γὰρ διοίσει ἀπορεῖν, πῶς τὰ μὴ ὁμογενῆ κρίνει ἢ τὰ ἐναντία; οὐκ ἀκριβοῦμεν δὲ τὰ τῆς ἀναλογίας. εἰς τί δὲ ὅλως ταῦτα καίπερ ἀπερρηγμένα δοκοῦντα τῆς συνεχείας ἐμβέβληνται, ἢ ὡς ἄν ἐκεῖνο δειχθῇ·2 ὡς αἴσθησις πρὸς αἰσθήσεις ἔχει ἡ κοινὴ πρὸς μερικὰς καὶ αἰσθητὰ πρὸς αἰσθητά, καὶ νοῦς πρὸς νοήσεις ἕξει καὶ νοητὰ πρὸς νοητά. ὁμοίως γὰρ κἀκεῖ κἀνταῦθα βαθμίδες αἰσθήσεως καὶ νοήσεως, καὶ τὸ συναγωγὸν ἐν ἀμφοτέροις ἐκ πολλῶν ἓν καὶ μία ἡ διὰ πάντων ἥκουσα δύναμις.

而这便是实践诸事中的善或恶;因为对实践理智而言,这些既是终极目的亦是始基,实践理智正是因之作出抉择与回避。不仅就实践理智而言,善或恶是目的性的始基,就观相理智而言亦是如此,后者的固有职能乃是洞察真理与虚妄;因为真理与虚妄便是不伴随行动的善与恶。然而,作为真理的善与实践的善不同,作为虚妄的恶亦与实践的恶不同,因为在彼处,真理乃是单纯且本性上的善,虚妄亦同样是恶;而在实践诸事中,善恶并非单纯如此,而是在特定时刻且对特定之人而言如此,例如洗浴、行走或锻炼;且理智灵魂的实践部分绝不在没有意象的情况下进行思索,观相部分则并非全都需要意象。更有甚者,现实活动中的理智固然会将某些几何学考察想象为关于某事的实践性事务;然而当它观相关于三角形的思想,即三内角等于两直角、两边之和大于第三边及诸如此类的事情时,即便我们将三角形翻来覆去地思量,但我们毕竟考察的是那纯粹的理则本身。而当它证明逻辑方法时,例如直言三段论的三种格、若干证明式格态以及前提命题的换位(更不用说当它就可思意且非质料的形式进行推论时),它又将如何想象或想象何种意象呢? 然而,既然在诸可思意对象中,正如屡次言及的那样,某些在现实活动中且在本性上是可思意的,而另一些则是经由设定,其本性上实为可感觉的——诸如数学图形、运动、和谐与不谐、可感觉对象的品性与状态以及自然学的诸理则——,关于这些对象的科学认识便不可能在灵魂中脱离感觉而产生。因此,若无任何感觉,人便不能学得这些对象中的任何事物,且每当进行观相考察时,必然在意象之中进行观相;因为意象犹如不带质料的诸感觉内容。然而,关于那些本性上且在现实活动中可思意的非质料形式的最初诸思想,既然脱离感觉,亦同样脱离想象。因为想象不同于肯定与否定;虚妄与真理乃是诸思想的交织结合。 正如空气受到色彩的作用而使瞳孔发生如此的变样,瞳孔又使视知觉精气发生另外的变样,听觉、嗅觉及其余各具体种类的感觉亦各自从外部将相应的变样传递至内部固有的终极点,这些终极点在基质上为一,但在定义上各异;同样,正如先前所说,那对单纯感觉而言单纯的感觉能力,亦将显现为将各不同终极点界定为一并加以统括的某种共同界限。因为正如白与黑是由视知觉器官这单一基质所判定,尽管在潜能上不同,低音与高音亦由听觉器官这单一基质所判定,其余诸感亦然;同样,共同的判定标准对于诸可感觉对象的差异——色彩、声音、气味及其他——亦将如此,它自身为一且不可分,却有多重形式并在定义上各异,乃是诸界限的界限、诸共同性的共同性以及诸判定者的判定标准。其情形如下:正如白对黑,判定各方者对判定各方者亦然;因为二者成比例。因此交替而言,前项对前项,亦如同后项对后项。彼者曾感知彼者,此者亦将感知此者。然而在基质上,那些作不同判定的能力乃在一处;因为视觉能力是单一的。而在不同的可感觉对象之间,共同的感觉亦将如此。因为我们在同属且相反的事物上所考察到的,在不同属的事物上也绝无阻碍其发生。且确实,正如白对甜,判定者对判定者亦然,交替而言亦然;因为二者成比例。正如在彼处,相反事物的诸判定标准在基质上显现为一,在此处就不同的事物亦然;因为疑难于它如何判定非同属的事物,与疑难于它如何判定相反的事物,又有何区别呢?我们并不对比例的细微之处做过分精细的推求。 然而,这些内容尽管看似脱离了文脉的连贯性,究竟为何被插入此处?岂非为了阐明那一要点:正如共同感觉对于各部分感觉、可感觉对象对于可感觉对象的关系那样,理智对于诸思索、可思意对象对于可思意对象亦将具有同样的关系。因为无论在彼处还是在此处,感觉与思索的阶梯皆相似,在二者之中皆存在着从多数统摄为单一的环节,且贯穿一切的能力乃是单一的。

语法注2 条
  1. 4.3.7τοῦτο καὶ ἐῶ λέγειν, ὅταν περὶ τῶν νοητῶν καὶ ἀύλων εἰδῶν συλλογίζηται

    短语 τοῦτο καὶ ἐῶ λέγειν 是一种插入式顿笔修辞(preterition),意为“对此且置之不论/更不用说”,其中 τοῦτο 预示了紧随其后的 ὅταν 分句的内容(即推论非质料的形式之时)。它在逻辑上引向主句疑问句 πῶς ἢ τίνα φαντάσεται。

  2. 4.3.7εἰς τί δὲ ὅλως ταῦτα καίπερ ἀπερρηγμένα δοκοῦντα τῆς συνεχείας ἐμβέβληνται, ἢ ὡς ἄν ἐκεῖνο δειχθῇ

    针对由 εἰς τί(“为了何种目的”)引导的修辞疑问句,连词 ἢ 引出排他性/肯定性的回答,意为“岂非为了……”或“若非为了……”。其后的 ὡς ἄν 搭配虚拟语气(δειχθῇ)表示目的,阐明了冒号之后 ἐκεῖνο 的具体内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:137.16-138.31