← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§135.34-137.16

现实活动理智的五种解释与实践理智

在探讨身处肉体中的人类理智是否能够认知完全脱离质料的神圣形式之后,索佛尼亚斯梳理了关于现实活动理智本性的五种解释(神圣理智、超越照明理智、灵魂内的外来理智、教学理智、同一理智的潜能与现实阶段),进而通过与感觉的对应类比分析了实践理智与欲求能力(感觉欲求与理性欲求、追求与回避)的结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.7#6

Ἔτι κἀκεῖνο ἐπισκεψώμεθα, ἆρα ἐνδέχεται τῶν παντάπασι κεχωρισμένων τῆς ὕλης θείων εἰδῶν νοεῖν τι τὸν ἡμέτερον νοῦν ἀχώριστον ὄντα αὐτὸν μεγέθους καὶ ἔτι συνόντα σώματι. ἢ τοῦτο μὲν καὶ προηπόρηται καὶ προλέλυται, ὡς καὶ νοεῖ ταῦτα καὶ παραμένων σώματι,1 εἰ καὶ μὴ οὕτως ὡς μετὰ τὴν ἀπαλλαγὴν τῆς παχύτητος· καὶ τὸ θειότατον καὶ ἀθάνατον αὐτοῦ τῆς φύσεως ἐν τούτῳ δείκνυται μάλιστα. πολλοὶ γὰρ τῶν πάλαι φιλοσοφησάντων μακαρίων ἀνδρῶν καὶ πολλάκις περὶ αὐτῶν ἡμᾶς ἐδίδαξαν, καὶ ἡμεῖς δὲ ὅταν εἰς τὸν κόσμον ἀποβλέποντες πρὸς τὴν τοῦ θεοῦ ἀναγώμεθα ἔννοιαν, οὐ τὸ πᾶν τοῦτο αἰσθήσεως ἢ φαντασίας εἶναι τιθέμεθα, ἢ ὅσον ἐρεθίσαι τοὺς ἐναποκειμένους ἐν ἡμῖν λόγους,2 ἀλλὰ τοῦ ἀκροτάτου τῆς ψυχῆς μέρους καθαρὰς ἐννοίας. πρὸς τούτοις κἀκεῖνο ζητήσωμεν, πότερον ὃν ὑμνοῦμεν ἐνεργείᾳ νοῦν καὶ τελειοῦντα τὸν δυνάμει ἐν ἡμῖν ἐστιν, ὥσπερ ὁ δυνάμει, ἢ ἔξωθεν καὶ οὐχ ἡμέτερος. τινὲς μὲν ἴσως ὑπολάβοιεν ἂν τὸν θεῖον τοῦτον εἶναι καὶ δημιουργικὸν καὶ καθόλου, ἐπεὶ τὰ πάντα ποιεῖν ἀκούουσι καὶ νοεῖν· οὐ γὰρ ἀνθρωπίνου νοὸς τοῦτο. τοῦτο δὲ οἶμαι λέληθεν αὐτούς· οὐ γὰρ θεολογοῦμεν ἐνταῦθα. ἄλλοι ἕτερον ἔξωθεν καὶ αὐτόν, δεύτερον μὲν τοῦ πρώτου καὶ θείου, προσεχῶς δὲ καὶ ὑπερκείμενον ἡμῶν καὶ ἐλλάμποντα τῷ ἡμετέρῳ νῷ. πρὸς τοῦτο καὶ τὸ τοῦ φωτὸς αὐτοῖς τείνει παράδειγμα. ἕτεροι οὐκ ἀλλότριον τῆς ἡμετέρας ψυχῆς, ἀλλ’ ἐν αὐτῇ καὶ δύο νόας εἶναι, τὸν μὲν δυνάμει τὸν δὲ ἐνεργείᾳ, καὶ τὸν δυνάμει τελειοῦσθαι ὑπὸ τοῦ ἐνεργείᾳ, καὶ τὸν μὲν δυνάμει ἀεὶ ἐν τῇ ψυχῇ εἶναι, τὸν δὲ ἐνεργείᾳ θύραθεν ἐπεισιέναι. ἄλλοι τὸν διδασκαλικὸν τοῦτον εἶναι, ὃς τελειοῖ τὸν ἐν ἄλλῳ δυνάμει παρατιθέμενος τὰ τῶν ἐπιστημῶν θεωρήματα καὶ νοήματα, καὶ αὐτὸς ἐκ δυνάμεως εἰς ἐνέργειαν ἀχθείς ποτε. πέμπτη πρὸς τούτοις δόξα, ἣν οἶμαι καὶ μᾶλλον ἀληθῆ, ἣ ἕνα καὶ τὸν αὐτὸν εἶναι λέγει τὸν δυνάμει καὶ ἐνεργείᾳ, καὶ οὐκ ἔξωθεν ἀλλ’ ἐν μιᾷ τῇ αὐτῇ ψυχῇ καὶ ἐν ἑνὶ καὶ τῷ αὐτῷ καθ’ ἕκαστα ἀνθρώπῳ, διαφέροντα δὲ ἑαυτοῦ τῷ τελείῳ καὶ ἀτελεῖ. κατ’ ἄλλην δὲ καὶ ἄλλην ἐκδοχὴν καὶ αἱ λοιπαὶ δόξαι προσβιβαζόμεναι ἀληθεύουσι.)3 Τούτων οὕτω διωρισμένων λείπεται καὶ περὶ τοῦ ὀρεκτικοῦ μορίου τῆς ψυχῆς εἰπεῖν. πρότερον δὲ ἐκεῖνο τῶν ἀναγκαίων ἐγνῶσθαι ὡς ἔστι τις ἀναλογία τῆς αἰσθητικῆς ψυχῆς καὶ τῆς διανοητικῆς, καὶ ὡς ὁρμὴ καὶ ὄρεξις ἀμφοτέροις, καὶ ἡ μὲν κατὰ νοῦν ἀγαθῶν οὖσα καλεῖται βούλησις, κακῶν δὲ φυγή. τὸ μὲν δὴ αἰσθάνεσθαι ὅμοιον τῷ φάναι μόνον ἐντὸς τὴν ψυχὴν καὶ νοῆσαι ὅρον ἁπλῶς· ὅταν δὲ ἡδὺ ἢ λυπηρὸν ὧδε, ἐκεῖ οἷον κατάφασις καὶ ἀπόφασις, καὶ τότε δὴ ἡ ψυχὴ ἢ διώκει ἢ φεύγει. ὅταν γὰρ ἡ αἴσθησις τὴν οὐσίαν τῶν αἰσθητῶν γινώσκῃ, οἷον τοῦ θερμοῦ ὡς θερμοῦ, διακρίσεως μόνης αἰσθάνεται καὶ πυρώδους οὐσίας· ὅταν δὲ μετὰ φαντασίας ὡς πρὸς τὸ ζῶον ἀναφέρουσα κρίνῃ οὐ μόνον ὡς αἰσθητήν, ἀλλὰ καὶ ὡς ἀνιαρὰν ἢ ἡδεῖαν, ὄρεξις λέγεται, καὶ ἢ φεύγει ὡς φθαρτικὴν ἢ διώκει ὡς σωστικήν. καὶ ἔστι τὸ ὀρεκτικὸν ταὐτὸ τῇ αἰσθητικῇ δυνάμει κατὰ τὸ ὑποκείμενον, τῷ λόγῳ δὲ διάφορον· ἡ μὲν γὰρ αἴσθησις, ὥς γε εἴρηται, ἁπλῆ ἐστι τοῦ αἰσθητοῦ γνῶσις ὡς αἰσθητοῦ, ἡ δὲ ὄρεξις ὡς φθαρτικοῦ τοῦ ζώου ἢ σωστικοῦ. καὶ οὐκ ἄλλο τι τὸ ἥδεσθαι ἢ λυπεῖσθαι καὶ τὸ φεύγειν ἢ διώκειν, ἅπερ εἰσὶ τοῦ ὀρεκτικοῦ ἐνέργειαι, ἢ τὸ αἰσθάνεσθαι ὡς συμμέτρου ἢ ἀσυμμέτρου αὐτῷ. καὶ αὕτη μὲν ἡ κατὰ τὴν αἴσθησιν ὄρεξις, ἥτις ἔσται καὶ ἐν ἀλόγοις, σύνθετος ἐκ φαντασίας καὶ αἰσθήσεως. ἡ δὲ κατὰ τὸν λόγον καὶ τὸν πρακτικὸν νοῦν, ἐπειδήπερ ὑπόκεινται τῇ διανοητικῇ ψυχῇ τὰ φαντάσματα μνήμῃ σωζόμενα ὥσπερ τῇ αἰσθήσει τὰ αἰσθητά, εἰς ἅπερ ὁ νοῦς ὁρᾷ, ὅταν μὲν ὡς ἁπλοῦν τὸν τύπον ἴδῃ τοῦ αἰσθητοῦ, ἁπλοῦν αὐτοῦ ἴσχει τὸ νόημα, καθ’ ὃ γίνεται ἀληθεύων περὶ τῶν αἰσθητῶν ἄνευ συνθέσεως, ἀναλογῶν τῇ ἁπλῇ αἰσθήσει· ὅταν δὲ ὡς ἀγαθόν τι τούτων ἢ κακὸν ὑπολάβῃ τῷ ζῴῳ, ἤδη σύνθετον γίνεται, ᾧ ἕπεται φυγὴ καὶ δίωξις, ἀνάλογος τῇ τοῦ ἡδέος αἰσθήσει καὶ λυπηροῦ. καὶ ἡ μὲν κατ’ αἴσθησιν ὄρεξις ἀεὶ τοῦ παρόντος, ἡ δὲ λογιστικὴ καὶ τοῦ μέλλοντος. ὡς γὰρ παρούσης αἰσθήσεως κινούμενον τὸν φρυκτὸν ὁ νοῦς ὁρῶν ὁ πρακτικὸς γνωρίζει ὅτι πολέμιοι, καὶ διώκειν ἐπιτάττει ἢ φεύγειν, οὕτω καὶ αἰσθήσεως ἀπούσης ἀναπλάττων τοῦτο τῇ φαντασίᾳ, ὡς εἴ ποτε τοιοῦτον ἔσεται, τί δεῖ ποιεῖν, βουλεύεται περὶ τῶν μελλόντων συντιθεὶς πρὸς τὰ παρόντα, καὶ κρίνας διώκει ἢ φεύγει.

我们亦当进一步考察那一问题:我们的理智自身既然与量度不可分且仍与身体共存,是否有可能思索完全脱离质料的神圣形式中的某种形式。抑或这个问题既已被提出为疑难且已被化解,即理智即便停留于身体之中,亦确实思索这些形式,即便并非如脱离粗浊之后那样;而其本性中最神圣且不灭的部分,正是在这一点上最为显著地彰显出来?因为古昔从事哲学的诸多蒙福之人曾屡次就这些事情教导我们,且我们自己在注视宇宙并被引向对神的观念时,亦不将这整个过程设定为属于感觉或想象——除非仅限于刺激深藏于我们内部的诸理则——,而是设定为属于灵魂最高部分的纯粹观念。除这些之外,我们亦当探求:我们所颂扬的、在现实活动中且成全潜能中理智的那个理智,是如同潜能中的理智那样在我们内部,还是来自外部且不属于我们?某些人或许会认为这是那神圣的、创世的、普遍的理智,因为他们听闻它创造一切且思索一切;因为这并非属人的理智之所能为。但我想他们遗漏了这一点:因为我们在此并非在进行神学探讨。另一些人则说,这自身是来自外部的另一个理智,虽次于第一神圣理智,却直接处于我们之上,并光照我们的理智。对他们而言,光的比喻亦趋向于此。另一些人则主张它并非异于我们的灵魂,而是在灵魂内部存在两个理智,一在潜能中,一在现实活动中,且潜能中的理智被现实活动中的理智所成全,潜能中的理智始终存在于灵魂中,现实活动中的理智则是从门外进入的。另一些人则认为这是教学性的理智,它通过向他人呈示各门科学的定理与思想,而成全他人之中处于潜能的理智,且其自身亦曾一度从潜能被引导至现实活动。除这些之外还有第五种意见,我想这更为真实,即认为潜能中的理智与现实活动中的理智乃是同一个理智,并非来自外部,而是在单一且相同的灵魂之中,在单一且相同的个体之人之中,它与自身的区别仅仅在于完全与不完全。(若依照不同的理解方式加以引申会通,其余各派意见亦皆合于真理。) 在这些事情被如此界定之后,剩下的便是就灵魂的欲求部分予以论述。但在此之前,必须认识到那一必然之点:即感觉灵魂与理智灵魂之间存在某种对应比例,冲动与欲求为二者所共有,依照理智而关乎善者的被称为意愿,关乎恶者的则被称为回避。感觉乃类似于灵魂在内部仅仅言说并单纯地理解定义;而当此处产生快或痛时,彼处则犹如肯定与否定,且正是在此时灵魂或追求或回避。因为当感觉认识可感觉对象的实体时,例如认识热作为热,它仅仅感知区分与火样的实体;但当它伴随想象而将其关联于活体,不仅作为可感觉的、而且作为有害的或令人愉悦的加以判定时,它便被称为欲求,并且或者作为破坏性的而予以回避,或者作为保全性的而予以追求。欲求能力在基质上与感觉能力同一,但在定义上不同;因为正如所说,感觉乃是对可感觉对象作为可感觉对象的单纯认知,而欲求则是对其作为活体的破坏者或保全者的认知。感到快乐或痛苦,以及回避或追求——这些乃是欲求能力的现实活动——无非是将对象感知为与自身相适合或不相适合。这种依照感觉的欲求(它亦存在于无理性的动物之中)乃是由想象与感觉合成的。而依照理则与实践理智的欲求,则是因为通过记忆得以保存的意象如同可感觉对象呈现于感觉那样,呈现于理智灵魂之下,理智正是注视着这些意象:当它将可感觉对象的印模看作单纯的时,便持有关于它的单纯思想,依此而无需结合便关于可感觉对象合于真理,这对应于单纯的感觉;但当它将这些之中的某种视为对活体而言为善或为恶时,便已成为复合的,由此便随之产生回避与追求,对应于对愉悦与痛苦的感觉。依照感觉的欲求始终关于当下,而推论的欲求亦关于未来。因为正如在感觉临在时,实践理智看到烽火移动便认识到敌人来临,并下令追求或逃避;同样,在感觉缺席时,实践理智在想象中虚构此事,思考若一旦发生此类事情应当如何作为,将未来之事与当下之事相结合而进行深思熟虑,并在判定之后进行追求或回避。

语法注3 条
  1. 4.3.7ἢ τοῦτο μὲν καὶ προηπόρηται καὶ προλέλυται, ὡς καὶ νοεῖ ταῦτα καὶ παραμένων σώματι

    由 ὡς 引导的从句在此对 τοῦτο 起同格说明作用(解释性用法),具体阐明前文所述“已被化解”(προλέλυται)的具体论断内容,即理智即便停留于肉体中亦确实思索这些形式。

  2. 4.3.7ἢ ὅσον ἐρεθίσαι τοὺς ἐναποκειμένους ἐν ἡμῖν λόγους

    在否定语境中,ἢ ὅσον + 不定式的结构表示限制或除外(“除仅限于……之外”),对前面的判断(即这种认知并不完全属于感觉或想象)作出局部的例外界定。

  3. 4.3.7προσβιβαζόμεναι ἀληθεύουσι

    分词 προσβιβαζόμεναι 用作环境分词(表条件或方式),意为“当被牵引会通/调和时”,为主要动词 ἀληθεύουσι(“说出真理”)提供了成立的条件或视阈。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:135.34-137.16