← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§134.19-135.33

理智与感觉的现实化及未书蜡板之喻

作者讨论了理智与感觉从潜能向现实活动转变的区别,确立了理智与本真非质料可知对象的同一性。接着审理了古代关于“未书写画板”的比喻所引发的关于灵魂前在与不灭性的疑难,并叙述了主张灵魂与身体同时受造的学派对无知原因的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.7#5

καὶ ὁ μὲν μεταβάλλει ἀπὸ τοῦ δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ οὐ δεχόμενος ἅπερ μὴ εἶχεν εἴδη, ἀλλ’ ἐοικὼς τῷ καθεύδοντι γεωμέτρῃ ὡς ἔχων μὲν τοὺς λόγους ἐμποδιζόμενος δέ,1 καὶ μόνου χρῄζει τοῦ ἐξυπνίσοντος (οὗτος δὲ ὁ ἐνεργείᾳ νοῦς ἢ ὁ διδασκαλικὸς καὶ καθόλου· ἐμπόδιον δὲ αἱ ἐκ τῆς συμπλοκῆς τῆς φαντασίας ἀλλόκοτοι δόξαι, ἃς ἀνακαθαίρων τοῖς ἐλέγχοις γνώριμον ποιεῖ τὸν ἐνόντα θησαυρόν), ἡ δὲ αἴσθησις ἐκ τοῦ πρώτου δυνάμει μεταβάλλει δεχομένη ἅπερ μὴ εἶχεν εἴδη, πρὸς δὲ τὰ δεύτερα.2 ὡς οὐδὲν ἄτοπον, εἰ κατὰ ταὐτὸν νοῦς τε εἴη καὶ νοητόν. οὐ γὰρ ψεῦδος τὸ πᾶν νοητὸν νοῦν ὑπάρχειν, ἀλλ’ ἀληθές τε καὶ ἀναγκαῖον, εἴπερ νοητὰ τὰ κυρίως νοοῖμεν καὶ ἐνεργείᾳ, ταῦτα δὲ τὰ παντελῶς ἄυλα καὶ χωριστά. τὰ μέντοι τῶν αἰσθητῶν εἴδη νοητὰ λέγοντες καταχρώμεθα τῷ ὀνόματι· οὐ γὰρ χωριστὰ οὐδὲ κατ’ ἐνέργειαν ἀλλὰ δυνάμει, καὶ τῷ χωρίσαι ταῦτα τὸν νοῦν τῇ ἐπινοίᾳ τῆς ὕλης ὑφίστανται ἄλλως ὄντα ἀνύπαρκτα. ἔτι εἰ ἅμα νοῦς ἐστι καὶ νοητόν, διὰ τί μὴ ἀεὶ νοεῖ τῶν νοητῶν αὐτῷ παρόντων; καὶ εἰ αὐτὸς νοῦς τε εἴη καὶ νοητόν, διὰ τί μὴ ἑαυτὸν ἀεὶ νοεῖ ἀεὶ αὑτῷ παρών; ἢ ὅτι λήθη ἐμποδίζεται· τοῦτο δὲ διὰ τὴν φαντασίαν. εἰ γὰρ καὶ ἀπαθὴς αὐτός, ἀλλ’ ἡ φαντασία φθαρτή· ταύτης δὲ χωρὶς οὐ νοεῖ ἢ συνεργούσης ἢ ἐμποδιζούσης τῶν ἐν τῷ κόσμῳ τι· μόλις γὰρ ἄν τις τῶν εἰς ἄκρον ἀρετῆς καὶ φιλοσοφίας ἐληλακότων γνώσεταί τι τῶν νοητῶν ἀφαντάστως. (Ἐπιστῆσαι δ’ ἐν τούτοις χρὴ καὶ τὴν παρὰ τῶν παλαιοτέρων ἀντιλογίαν καὶ ἐπαπόρησιν, ὡς διῄτηται. λέγουσι γὰρ ὡς, εἴπερ ἡ λογικὴ ψυχὴ ἀγράφῳ γραμματείῳ προσέοικε, μᾶλλόν τι κατὰ τὸ πρῶτον δυνάμει τὰ εἴδη τὰ νοητὰ δέχεται. ἔνθεν καὶ οὐ προβιωτὴ τοῦ σώματος ἔσται, ᾗπερ ὁ Πλάτων ἔλεγεν· ἦ γὰρ ἂν καθ’ ἕξιν ἔχειν τοὺς λόγους ἔμελλεν· εἰ δὲ μὴ τοῦτο, ἀρχὴν τοῦ εἶναι εἴληφεν. ἔνθεν δὲ καὶ πέρας ἕξει· πᾶν γὰρ τὸ ἀρξάμενον κατὰ χρόνον καὶ πέρας ἔχει κατὰ χρόνον. οὐκ ἄρα ἀθάνατος. καὶ εἰ ταῦτα, ἔστι δὲ κατ’ αὐτοὺς καὶ ὁ κόσμος ἀΐδιος, ἀνάγκη δυοῖν θάτερον ἢ ἀθανάτους οὔσας τὰς λογικὰς ψυχὰς ἀπείρους εἶναι καὶ γίνεσθαι (ἄπειρον γὰρ καὶ τὸ παρελθὸν καὶ τὸ γενησόμενον), ἢ εἰ τοῦτο ἀδύνατον, θνητὰς εἶναι ὥσπερ καὶ τὰ λοιπά, καὶ ἢ εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν χωρεῖν, εἴπερ εἰσὶν ἀσώματοι, ἢ εἰς ὕλην ἀναλύεσθαι, καὶ οὕτως ἔσονται σώματα. λύεται δὲ τούτοις, ὡς οὐ λέγεται ἡ ψυχὴ δυνάμει, ὡς ἄν τὸ σπέρμα δυνάμει ἄνθρωπον εἴποιμεν· ἀλλ’ ἐπειδὴ ἑκάστου τοῦ σημαινομένου δυνάμει πλάτος τι θεωρεῖται (λέγομεν γὰρ καὶ τὴν πρώτην ὕλην δυνάμει εἶναι ἄνθρωπον καὶ τὰ στοιχεῖα καὶ τὸ σπέρμα, καὶ πάντα κατὰ τὸ πρότερον, οὐ μέντοι ὁμοίως ἀλλὰ τὸ μὲν ἐγγυτέρω τοῦ πράγματος, τὸ δὲ πορρωτέρω, καὶ κατὰ τὸ δεύτερον δὲ τὸ καθ’ ἕξιν δυνάμει πλάτος πολύ· ἄλλως γὰρ ὁ ἐγρηγορὼς μὴ ἐνεργῶν δὲ τὸ γεωμετρεῖν, καὶ ἄλλως ὁ καθεύδων δυνάμει καὶ καθ’ ἕξιν γεωμέτραι λέγονται), οὕτω καὶ ἡ ψυχὴ κἂν δυνάμει λέγηται καὶ ἀγράφῳ ἐοικέναι γραμματείῳ, διὰ τὴν ἐκ τῶν παθῶν τῆς γνώσεως ἐπιπρόσθησιν τοῦτο λέγεται δοκοῦσα μηδ’ ὅλως ἔχειν. δόξειε δ’ ἂν καὶ ὁ καθεύδων γεωμέτρης ἐστερῆσθαι πάντη, καὶ ὁ νοῦς τῷ τῇ γενέσει πεφύρθαι ἔοικέ που τῷ καθεύδοντι ἢ καρουμένῳ. ὡς οὖν ὁ ἥλιος τὰ χρώματα, δυνάμει ὄντα ἐν τῇ νυκτί, ἀνατείλας ποιεῖ ἐνεργά, οὐ τὴν ὑπόστασιν παρέχων αὐτοῖς, ἀλλ’ ὑφεστηκότα καὶ ἄδηλα ἐμφανῆ ποιῶν, οὕτω καὶ ὁ ἐνεργείᾳ νοῦς τελειοῖ τὸν δυνάμει, οὐκ ἐντιθεὶς ἐν αὐτῷ μὴ ὄντα εἴδη, ἀλλὰ κρυπτόμενα διὰ τὸν ἀπὸ γενέσεως κάρον ἐκφαίνων. καὶ ταῦτα μὲν ἐκεῖνοι· καὶ τοιοῦτόν τι κατ’ αὐτοὺς τῇ ψυχῇ τῆς ἀγνοίας τὸ αἴτιον. οἷς δὲ τὰ θεῖα φιλοσοφεῖται3 καὶ οὔτε προΰπαρξις οὔτε μεθύπαρξις τῆς ψυχῆς τοῦ σώματος δογματίζεται, ἀλλ’ ἅμα ἄμφω παρὰ τοῦ δημιουργοῦ λαμβάνειν τὴν οὐσίωσιν καὶ τὴν ὕπαρξιν, κἂν ἡ μὲν τελείαν εὐθύς, ὅτιπερ ἄυλος καὶ ἀσώματος, τὸ δὲ πληροῦσθαι διὰ τῆς κατὰ μικρὸν ἐπιδόσεως διὰ τὸ ὑλῶδες καὶ τὸ ἐκ τῶν στοιχείων συντίθεσθαι, ἑτέρως καὶ περὶ τῆς ἀγνοίας αὐτῆς δογματίζεται· τῷ γὰρ μὴ εὐφυῶς ἔτι τὸ ὄργανον ἔχειν κατὰ τὴν βρεφικὴν ἡλικίαν οὔτε πάσας οὔτε τελείας τῆς ψυχῆς τὰς ἐνεργείας κεχώρηκεν αὐτῆς τελείας οὔσης, διαρθρουμένου δὲ τῷ χρόνῳ καὶ τελειουμένου τέλειαι καὶ ὁλόκληροι αἱ ψυχικαὶ δυνάμεις ἐγγίνονται.

理智从潜能向现实活动转变,并非通过接纳先前未曾拥有的形式,而是如同沉睡的几何学家那样,拥有诸理则却受到阻碍,且仅仅需要唤醒它的人(这便是现实活动中的理智,或是教学性的、普遍的理智;而阻碍则是源于想象的交织所产生的荒谬意见,理智通过反驳净化这些意见,使内在的宝藏得以显露),感觉则是从第一潜能出发,通过接纳未曾拥有的形式,向第二状态转变。因此,即便理智与可知对象依照同一属性而同一,亦毫无荒谬之处。因为一切可知对象皆是理智,这并非虚妄,而是真实且必然的,只要我们所指的是本真且在现实活动中的可知对象,而这些对象完全是非质料的且脱离质料的。然而,当我们称可感觉对象的诸形式为可知时,乃是借喻使用了这一名称;因为它们既非脱离质料的,亦非在现实活动中,而是在潜能中可知,乃是通过理智在观念中将它们与质料分离才得以确立,否则它们便不复存在。再者,如果理智与可知对象同时存在,为什么在可知对象对它临在时,它却不总是进行思索呢?又如果它自身既是理智又是可知对象,为什么它总是对自身临在,却不总是思索自身呢?抑或是因为理智受阻于遗忘,而这又是由于想象的缘故?因为即使理智自身不受动,想象却是可灭的;若无想象的协助或阻碍,它便无法思索世界中的任何事物;即便在那些登临德性与哲学顶峰的人中,亦很难有人能够在完全没有想象的情况下认知任何可知对象。(在这些问题中,亦须留意更古老学者们的反驳与进一步提出的疑难,以及这一疑难是如何被裁定的。因为他们说,如果理性的灵魂确乎类似于未书写字迹的书板,它就更是依照第一潜能接纳可知形式。由此它便不会像柏拉图所说的那样在身体之前生存;否则它本应以常态保持诸理则;但若非如此,它便获得了存在的开端。而既然如此,它亦将拥有终点;因为凡在时间中开始者,亦在时间中拥有终点。因此它并非不灭。倘若如此,且照他们看来宇宙亦是永恒的,则两项之中必居其一:要么理性的灵魂虽是不灭的,却是无限的并不断生成为无限(因为过去与将要生成者皆是无限的);要么若这不可能,它们便如同其余事物一样是必死的,且或者倘若它们确是无形体的便归于根本不存在的虚无,或者被分解为质料,并由此成为物体。然而这被他们如此化解:灵魂被称为潜能,并非像我们说种子在潜能上是人那样;而是因为在潜能所指的每一含义中都观察到某种广度(因为我们亦说第一质料在潜能上是人,元素和种子亦然,且都是依照前者而言,但并非同样,而是一者更接近事物,另一者更远离;依照第二种即常态潜能而言,亦有极大的广度;因为清醒而未践行几何学的人,与沉睡的人,乃是以不同的方式在潜能上和按常态被称为几何学家),因此灵魂纵使被称为潜能且类似于未书写的书板,亦是由于源自诸情态对认知的遮蔽才被如此言说,显得仿佛完全未曾拥有。沉睡的几何学家亦会显得完全被剥夺,而理智由于与生成混杂,在某方面亦类似于沉睡者或昏睡者。因此,正如太阳升起时,使夜间处于潜能中的色彩成为现实活动的,并非赋予它们实在基质,而是使已经存在却未显明者彰显出来,现实活动中的理智亦同样成全潜能中的理智,并非在其中置入本不存在的形式,而是将由于源于生成的昏睡所隐匿的形式显发出来。这些便是那些人所言;照他们看来,这便是灵魂无知的缘由。然而对于探讨神圣事物的人们而言,灵魂相对于身体既不被确立为前在,亦不被确立为后在,而是主张二者从造物主那里同时获得其实体化与存在;即便灵魂因非质料且无形体而随即获得完全的存在,身体则因质料性且由诸元素合成而通过渐次增长才得以充满,他们关于这种无知本身亦确立了不同的教义:因为在婴儿期器官尚未具备良好禀赋,灵魂虽自身完满,器官却无法容纳灵魂的全部活动,亦无法容纳其完全的活动;但随着器官随时间被充分分节并达至完满,完满而整全的灵魂能力便在其中生成。)

语法注3 条
  1. 4.3.7ὡς ἔχων μὲν τοὺς λόγους ἐμποδιζόμενος δέ

    连词 ὡς 与分词 ἔχων 及 ἐμποδιζόμενος 结合,作为主观理由或状态说明前面的 ἐοικὼς τῷ καθεύδοντι γεωμέτρῃ(如同沉睡的几何学家),意为“作为拥有理则却受到阻碍者”。

  2. 4.3.7πρὸς δὲ τὰ δεύτερα

    介词短语 πρὸς τὰ δεύτερα 与前文的 ἐκ τοῦ πρώτου δυνάμει(从第一潜能)相对,作为动词 μεταβάλλει 的转向目标。语境中省略了被修饰的名词(可补为第二潜能或第二状态/现实活动),表示向第二阶段的过渡。

  3. 4.3.7οἷς δὲ τὰ θεῖα φιλοσοφεῖται

    关系代词与格 οἷς 与被动动词 φιλοσοφεῖται 构成施事与格或判断主体与格(“对于探讨神圣事物的人们而言”),指代基督教神学学者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:134.19-135.33