← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§133.6-134.19

分离理智的不灭性与阿那克萨哥拉的疑难

论述脱离质料的理智之不灭性与向自身回转的观照活动,并通过将受动重新界定为走向完满的过程,回应了关于阿那克萨哥拉理智的无受动性与自我思意思索的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.7#4

φθείρεται γὰρ καὶ ταῦτα, οὐκ εἰς τὰ ἁπλᾶ ἀναλυόμενα, ἀλλὰ τοῦ ὑποκειμένου ἀνεπιτηδείου γενομένου εἰς τὸ στέγειν αὐτά, ὥσπερ τὸ ἐν τῷ κηρῷ σχῆμα τακέντος αὐτοῦ. ὃ γοῦν παντελῶς χωριστὸν τῆς ὕλης καὶ ἀσώματον καὶ μὴ ἐν ὑποκειμένῳ καὶ αὐτὸ ἐφ’ ἑαυτοῦ ἱδρυμένον, τοῦτο ἀνάγκη ἄφθαρτον εἶναι καὶ ἀίδιον. ὅτι δὲ τὰ νοητὰ τὰ χωριστὰ τῆς ὕλης ἀνάγκη καὶ νόας εἶναι δῆλον· εἰ γὰρ χωριστὸν ὄν, μὴ εἴη δὲ νοῦς, οὐδὲ νοήσει· ὥστε μάτην ἔσται ἀνενέργητον ὄν. ἀλλὰ μὴν ὅσα τὴν οὐσίαν χωριστὴν ἔχει, ταῦτα καὶ τὴν ἐνέργειαν· ὥστε τὰ χωριστὰ τῶν νοητῶν τῆς ὕλης καὶ ἐνέργειαν ἕξει χωριστήν. τίς δ’ ἂν αὐτοῦ εἴη ἐνέργεια ἢ τὸ νοεῖν; οὐ γὰρ δὴ τό γε αἰσθάνεσθαι ἢ ἄλλη τις σωματικὴ ἐνέργεια. ἔτι οὐδεμία δύναμις ἐν ὑποκειμένῳ τῷ σώματι τὸ εἶναι ἔχουσα αὐτὴ πρὸς ἑαυτὴν ἐπιστρέφειν δύναται· συνεπιστραφήσεται γὰρ καὶ τὸ σῶμα ἐν ᾧ ἐστιν. οὐδὲν δὲ σῶμα ἑαυτῷ ἐφαρμόσαι δύναται· ἀλλ’ οὐδ’ ἄλλῳ, εἰ μὴ κατ’ ἐπιφάνειαν. ὁ δὲ νοῦς αὐτὸς πρὸς ἑαυτὸν ἐπιστρέφει καὶ ἑαυτὸν ὁρᾷ αὐτὸς περὶ αὑτοῦ ζητῶν καὶ αὐτὸς εὑρίσκων. ἀσώματος ἄρα διὰ ταῦτα καὶ ἀνώλεθρος. καὶ μέντοι ἀπολυθεὶς σώματος διανοίᾳ μὲν οὐκ ἐσεῖται προσχρώμενος, μὴ διὰ προτάσεων ἐπὶ συμπεράσματα πάλιν ἥκων, ἀλλὰ νοῦς ἔσται καθαρὸς δίχα ζητήσεως, ὅτε βούλοιτο, καὶ ἀχρόνως ἐπιβάλλων τοῖς πράγμασιν, ἅτε δὴ τοὺς λόγους πάντων ἔχων ἐν ἑαυτῷ τῷ μὴ ἐπιθολοῦσθαι σώματι.)1 Ἀπορήσειε δ’ ἄν τις, εἰ ὁ νοῦς ἁπλοῦς ἐστι καὶ ἀπαθὴς καὶ μηδενὶ μηδὲν ἔχοι κοινόν, ὥσπερ φησὶν Ἀναξαγόρας, πῶς νοήσει, εἰ τὸ νοεῖν πάσχειν τί ἐστι. δεῖ γὰρ αὐτὸν σχέσιν ἔχειν πρὸς τὸ νοούμενον καὶ οἷον ἅπτεσθαι αὐτοῦ· εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη ἀπαθής. πάσχειν μέντοι δοκεῖ τὰ πάσχοντα ὑπὸ τῶν ποιούντων τῷ κοινῆς ὕλης κεκοινωνηκέναι. ἔτι ὁ νοῦς ἢ νοεῖ ἑαυτὸν ἢ οὔ. εἰ μὲν οὖν μὴ νοεῖ, παρὰ τὴν ἐνάργειαν· τίς γάρ ἐστιν ὁ ἀποφαινόμενος περὶ αὐτοῦ τοῦ νοῦ καὶ λέγων ὅτι ἀσώματός ἐστι καὶ ἀπαθὴς καὶ ἀίδιος καὶ πᾶσαν τὴν περὶ ψυχῆς πραγματείαν συνθεὶς καὶ τἄλλα εἰ μὴ αὐτὸς ὁ νοῦς; ἐπεὶ δὲ νοεῖ ἑαυτόν, ἢ κατὰ ταὐτὸν νοεῖ τε καὶ νοηθήσεται καὶ ἔστιν αὐτῷ νῷ τε εἶναι καὶ νοητῷ, ἢ κατ’ ἄλλο μὲν νοήσει, κατ’ ἄλλο δὲ νοηθήσεται. ἀλλ’ εἰ μὲν τὸ πρῶτον, ταὐτὸν ἔσται αὐτῷ τὸ νῷ τε εἶναι καὶ νοητῷ, καὶ τὸ νοητῷ τε καὶ νῷ. καθὸ γὰρ νοῦς, νοητός· οὐκοῦν καὶ καθὸ νοητός, νοῦς· ὀνόματα γάρ ἐστι πλείονα καθ’ ἑνὸς ὑποκειμένου. εἰ δὲ τοῦτο, πάντα τὰ νοητὰ νοῖ ἔσονται. οὐκοῦν ἐπεὶ τὰ εἴδη πάντα νοητά, καὶ τὸ τοῦ λίθου καὶ τὸ τοῦ ξύλου (οὐ γὰρ αἰσθήσει τὸ κατ’ οὐσίαν εἶδος ληπτόν)· ἔσονται ἄρα καὶ ἐν τοῖς ἀψύχοις νοῖ, ὅπερ ἄτοπον. εἰ δὲ μὴ κατὰ ταὐτὸ νοῦς ἐστι καὶ νοητόν, ἀλλὰ κατ’ ἄλλο μὲν νοεῖ καὶ κατ’ ἄλλο δὲ νοεῖται, οὐχ ἁπλοῦς ἔσται οὐδ’ ἀμιγής, ἕξει δὲ πρὸς τῷ νοῦς εἶναι καὶ ἄλλο τι μεμιγμένον αὐτῷ καὶ μὴ ἔχων τι ἴδιον πρὸς τἄλλα ἐσεῖται· ὡς γὰρ ἐκείνων ἕκαστον νοητόν, καὶ αὐτός. καὶ τὰ μὲν ἠπορημένα ταῦτα. ἀπαντῶντες δὲ πρὸς μὲν τὰ πρότερα οὕτω λέγομεν, ὡς διττοῦ τοῦ πάσχειν ὄντος, ὡς ἐν τοῖς πρόσθεν ἐλέγετο, (τό τε γὰρ πρὸς φθορὰν ἄγεσθαι πάσχειν ἐτίθεμεν καὶ τὸ πρὸς τελείωσιν) οὐδὲν ἄτοπον εἰ πάσχειν τὸν νοῦν λέγοιμεν τῷ δέχεσθαι τὰ εἴδη τὰ νοητὰ τελειούμενον, ὥσπερ ὑπὸ τῶν αἰσθητῶν τὴν αἴσθησιν· καὶ καθάπερ ἡ ὄψις περὶ τὸ μέλαν ἢ λευκὸν ἐνεργήσασα οὐκ ἔφθαρτο οὐδ’ ὅπερ ἐκεῖνα κατὰ τὴν ὕλην γέγονεν (οὐ γὰρ λελεύκωται ἢ μεμελάνωται), οὕτω τοι καὶ τὸν νοῦν ἀπαθῆ μένοντα μὴ καὶ τὴν οὐσίαν, ἀλλὰ μόνα τὰ εἴδη τῶν νοητῶν γνωστικῶς δέχεσθαι.2 λέγεται μέντοι καὶ νοῦς καὶ αἴσθησις καταχρηστικῶς πάσχειν τῷ ὥσπερ τὰ πάσχοντα τὸ κύριον πάθος δεχόμενα τὸ τοῦ ποιοῦντος εἶδος ἐπιμένειν ἐν αὐτῷ χρόνον τινά (οἷον ὁ ἀὴρ παθὼν ὑπὸ τοῦ πυρὸς ἢ τὸ ξύλον καὶ γινόμενον πῦρ ἐπιμένει μέχρι του τῇ καταδοχῇ τοῦ πυρός), καὶ ταῦτα παραμένειν3 τῇ καταδοχῇ τῶν εἰδῶν· πλὴν τὰ μὲν τρέπεται τὴν οὐσίαν, τὰ δὲ οὐ τρέπεται. καὶ ὁ μὲν νοῦς αὐτοκίνητος ἀφ’ ἑαυτοῦ ποτε νοεῖ, ἡ δὲ αἴσθησις δεῖται τῆς τῶν αἰσθητῶν παρουσίας.

因为这些事物亦会毁灭,不是通过被分解为单纯要素,而是由于基质变得不再适合容纳它们,正如当蜡熔化时其中的形态毁灭一样。无论如何,凡是完全脱离质料、无形体、不在基质中且独立确立者,必然是不可毁灭且永恒的。很显然,脱离质料的可知对象必然亦是理智;因为若是脱离质料者却不是理智,它便根本不会思索;以至于它若是不具现实活动,就会徒然存在。然而,凡是其实体脱离质料者,其实际活动亦是脱离质料的;因此脱离质料的可知对象亦将具有脱离质料的现实活动。而它的现实活动除了思索之外还能是什么呢?绝不可能是感觉或任何其他身体性的活动。再者,任何在作为基质的身体中拥有其存在的能力,都无法自行向自身回转;因为其所在的身体亦将随之一同回转。但任何物体都无法与自身重合,甚至与另一物体重合亦只能依凭表面。然而理智自身向自身回转,自身考察自身并自身发现,从而自身观照自身。因此基于这些理由,理智是无形体且不灭的。况且,理智一旦脱离身体,便不会再运用推论性思想,不再通过前提而复归于结论,而是成为纯粹的理智,免于探求,只要它愿意,就能超时间地直接把握诸事物,因为它因未被身体污染而在自身中拥有万物的诸理则。) 然而有人可能会提出疑难:如果理智如阿那克萨哥拉所言是单纯的、不受动的且与任何事物都无共同之处,那么如果思索是一种受动,它又将如何思索呢?因为它必须与被思之物建立关联并仿佛触及它;但若是这样,它就不可能是免于受动的。诚然,受动之物似乎是通过分享共同的质料才受动于施动之物的。此外,理智究竟是思索自身,还是不思索自身?如果不思索,这便违背了明摆的事实;因为如果不是理智自身,又是谁在关于理智自身作出宣告,并说它是无形体的、不受动的、永恒的,且撰写了关于灵魂的全部专著以及其余著作呢?但既然它思索自身,它究竟是依照同一种属性既思索又被思索,且对于它而言作为理智的存在与作为可知对象是一回事,还是依照一种属性进行思索,而依照另一种属性被思索?如果是前者,对于它而言,作为理智与作为可知对象、作为可知对象与作为理智将是同一的。因为就它是理智而言,它是可知对象;因此就它是可知对象而言,它亦是理智;因为这只是加于单一基质之上的多个名称而已。如果是这样,一切可知对象都将成为理智。于是,既然一切形式都是可知的,石头的形式和木头的形式亦然(因为基于本质的形式并非感觉所能把握);那么在无灵魂之物中亦将存在理智,这显然是荒谬的。但如果理智与可知对象并非依照同一属性,而是依照一种属性进行思索,依照另一种属性被思索,它就既不是单纯的亦不是未混和的,而是在作为理智之外还具有某种与之混和的其他成分,且相对于其他事物它将没有任何固有的特质;因为正如它们中的每一个是可知的,它自身亦是可知的。这便是所提出的疑难。 我们回应先前的疑难时如此说:正如前文所言,受动有两重含义(因为我们曾将走向毁灭设定为受动,亦将走向完满设定为受动),因此,如果我们说理智是通过接纳可知形式而达至完满从而受动,就如同感觉被可感觉对象受动一样,并无任何荒谬之处。正如视力关于黑或白从事现实活动时并未被毁灭,亦未在质料上变成那些对象本身(因为它并未变白或变黑),理智同样保持不受动,并非连实体也接纳,而仅仅以认知的方式接纳可知对象的诸形式。不过,理智与感觉亦被借喻性地称为受动,这是由于:正如本真受动之物在接纳施动者的形式后会在其中存留一段时间(如同空气被火受动或木头受动而化为火,在对火的接纳中存留至一定限度),它们在对形式的接纳中亦维持存留;唯独前者改变了实体,而后者不改变实体。并且,理智是自发运动的,有时由自身进行思索,而感觉则需要可感觉对象的临在。

语法注3 条
  1. 4.3.7τῷ μὴ ἐπιθολοῦσθαι σώματι

    带冠词的不定式 τῷ μὴ ἐπιθολοῦσθαι 用作表原因或理由的与格(“由于未被污染”),其后的 σώματι 为表手段或原因的与格(“被身体”)。此结构在句法上补充说明前面的 ἅτε δὴ τοὺς λόγους πάντων ἔχων ἐν ἑαυτῷ(“因为它在自身中拥有万物的诸理则”)。

  2. 4.3.7καθάπερ ἡ ὄψις ... οὕτω τοι καὶ τὸν νοῦν ... δέχεσθαι

    这是由前面的主节 οὐδὲν ἄτοπον εἰ πάσχειν τὸν νοῦν λέγοιμεν(“如果我们说理智受动……并无任何荒谬之处”)所统摄的宾格不定式结构的一部分。在 καθάπερ 引导的从句与 οὕτω τοι 的相应关联中,宾格主语 τὸν νοῦν 与不定式 δέχεσθαι 相呼应。

  3. 4.3.7τῷ ὥσπερ τὰ πάσχοντα ... ἐπιμένειν ... καὶ ταῦτα παραμένειν

    表原因的与格冠词 τῷ 同时统辖两个不定式:ἐπιμένειν(指严格意义上的受动者存留)和 παραμένειν(指理智与感觉存留)。比较关联结构 ὥσπερ ... [καὶ] 完全嵌入在单一冠词 τῷ 的管辖范围之内。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:133.6-134.19