- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:131.26-133.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在梳理并评析了灵魂与数学对象共存且非复合地统摄全体的毕达哥拉斯派观点之后,作者回到了关于理智的论题,区分了潜能、态势与现实活动(理论的、实践的以及最高的纯粹现实活动)中的理智,并对灵魂的不灭性作了简要的前瞻说明。
ἡ δὲ εἰς μέγεθος καὶ αὔξησιν προϊοῦσα δύναμις καὶ ἔχουσα περιουσίαν, ὥστε πᾶσι διδόναι αὐτὴν τοῖς μετρίοις, ἀπὸ τῆς γεωμετρικῆς οὐσίας πάρεστιν. ἡ δὲ δύναμις τῆς ἐναρμονίου κινήσεως τάξις τε καὶ λόγων συμμετρία, ἥ τε ἐν ἀριθμοῖς συμφώνοις ἢ συμφωνίαν περιέχουσιν ἀμετρίᾳ ἀπὸ τῆς κατ’ οὐσίαν ἁρμονίας παραγίνεται. διόπερ καὶ ἁρμονιῶν κατακούει ἡ ψυχὴ καὶ χαίρει τοῖς ἡρμοσμένοις, ὡς οὖσα αὐτὴ ἁρμονία. ἔκ τε ἀριθμῶν καὶ ἄλλων τοιούτων μαθηματικῶν μέτρων τὴν οὐσίαν ἔχει, ἅπερ συγγένειαν παρεδέξατο πρός τε τὰ νοητὰ εἴδη καὶ τὰς αἰσθητὰς οὐσίας καὶ τὰ ἔνυλα εἴδη. πρὸς γὰρ πάντα ταῦτα ἡ παροῦσα δόξα δίδωσι θεωρίας ἀφορμήν, ὡς ἱκανῆς οὔσης τῆς οὕτως ὑποτιθεμένης μαθηματικῆς δόξης πάντα τὰ τοιαῦτα νοήματα παρέχειν. ἵνα δὲ συνέλωμεν τὴν ὅλην δόξαν, ἐν λόγοις κοινοῖς πάντων τῶν μαθημάτων τὴν ψυχὴν νοοῦμεν οὖσαν, ἔχουσαν μὲν τὸ κριτικὸν αὐτῶν, ἔχουσαν δὲ καὶ τὸ γεννητικόν τε καὶ ποιητικὸν αὐτῶν τῶν ἀσωμάτων μέτρων, οἷς καὶ τὴν γενεσιουργίαν δύναταί τις προσαρμόζειν τῶν ἐνύλων εἰδῶν, τήν τε δι’ εἰκόνων ἀπεργασίαν ἐκ τῶν ἀφανῶν εἰς τὸ φανερὸν προϊοῦσαν συνάπτουσάν τε τὰ ἔξω τοῖς εἴσω. κατὰ γὰρ πάντα ταῦτα, ὡς συλλήβδην εἰπεῖν, ὁ τῆς ψυχῆς λόγος περιέχει ἀφ’ ἑαυτοῦ τὴν ὅλην τῶν μαθημάτων συμπλήρωσιν. πότερον δὲ μῖγμα ἐκ πάντων ἐστὶ τῶν ἐν τοῖς μαθήμασιν ὄντων, ἢ πάντα ὑφίστησιν αὐτὴ καθ’ ἕνα λόγον προηγούμενον, χρὴ διασκέψασθαι. εἰ μὲν οὖν σύμμιξίς ἐστιν ἀφ’ ὅλων, προυπάρχει αὐτῆς τὰ συμπληρωτικὰ ἀφ’ ὧν συνιόντων συγκίρναται, καὶ οὐκέτ’ ἂν εἴη αὕτη ἀρχὴ τῆς μαθηματικῆς οὐσίας, ἀλλ’ ἀπὸ τῶν σποράδην ὑφεστηκότων μαθημάτων συνιόντων εἰς ταὐτὸ ἀπογεννωμένης, πρὸς τοῖς ἄλλοις ἀτόποις καὶ σύνθεσίν τινα συνάγει μετὰ τῆς ψυχῆς καὶ ὑστερογενῆ ὡς ἐκ προτέρων τινῶν ἐπισυνισταμένην ὑπόστασιν.1 εἰ μέντοι αὕτη πρώτως ἀρχηγός ἐστι τῆς μαθηματικῆς οὐσίας καὶ παρεισάγει ταύτην ἐξ ἑαυτῆς, πρεσβυτέρα τε αὐτῆς ἔσται καὶ ὡς ἐν αἰτίας λόγῳ προηγεῖται καὶ ὡς ἑτέρα ὑπερέχει. ἔστι δὲ καὶ τοῦτο ὑπεναντίον πρὸς τὴν παροῦσαν δόξαν· τιμιωτέρα γὰρ ἂν οὕτω γένοιτο ἡ ψυχὴ τῶν ἐν τοῖς μαθήμασιν ὄντων. βέλτιον οὖν λέγειν ὡς οὔτε προηγεῖται οὔτ’ ἐπακολουθεῖ τοῖς μαθηματικῶς οὖσι, συντρέχει δὲ ἅμα πρὸς αὐτὰ καὶ συνυφέστηκεν ἀσύνθετον καὶ ἀμέριστον ἔχουσα τὴν ἐν ὅλοις καὶ ἀφ’ ὅλων σύμμιξιν, μονοειδῶς τε αὐτοῖς παροῦσα καὶ ἑνιαίως αὐτῶν ὅλων μετέχουσα, δύναμίν τε περιεκτικὴν τῶν ὅλων ἐν ἑαυτῇ συλλαβοῦσα καὶ ἑαυτὴν δοῦσα εἰς ὅλα τὰ μαθήματα ὡσαύτως. εἰ δὲ τοῦτο οὕτως ἔχοι, καὶ πάντα περιείληφεν ἐν ἑαυτῇ τελέως καὶ ἀνενδεῶς, οὐδέν τε ἐκτὸς ἑαυτῆς ἀφίησιν· αὐτή τε γάρ ἐστι τελεία καὶ οὐχ οἷόν τε τῆς οἰκείας ἀρχῆς ἀπολείπεσθαί τι τῶν ὄντων· μία τε οὕτως ἔσται ἡ οὐσία τῆς αὐτῆς ἀρχῆς δι’ ὅλων διηκούσης. διαφοραί γε μὴν οὐδὲν ἧττον ἔσονται κατὰ τὰς διαφόρους δυνάμεις καὶ ζωὰς καὶ ἐνεργείας τῆς ψυχῆς καὶ τὸ τῶν οὐσιῶν αὐτῆς πλῆθος, ὅπερ ἐν ἑνὶ περιέχεται. τοσαῦτα ἄν τις καὶ παρὰ τῶν μαθηματικῶν ἐν Πυθαγορείοις εἰς τὴν τῆς ψυχῆς συνεισφέροιτο πραγματείαν. Πάλιν δὲ ἐπαναλαβόντες καὶ τὰ εἰρημένα πρόσθεν περὶ νοῦ συνάγοντες λέγομεν ὡς εἷς ὢν τὴν οὐσίαν καὶ ἀναλλοίωτος πολλαπλασιάζεται τῇ σχέσει ταῖς ἐνεργείαις καὶ ταῖς δυνάμεσι. καὶ δυνάμει μὲν λέγεται, πρίν τι μαθεῖν ἢ εὑρεῖν, ὡς ἐν παισί· καθ’ ἕξιν δέ, ὡς ὅταν ἐπιστήμων μὲν γένηται, μὴ ἐνεργῇ δὲ κατὰ τὰς ἐπιστήμας, ὡς ὁ καθεύδων γεωμέτρης ἢ καὶ ἐγρηγορὼς μὴ ἐνεργῶν δὲ κατὰ τὴν ἐπιστήμην. κατ’ ἐνέργειαν δέ, ὡς ὅταν θεωρῇ, καὶ τοῦτο διττῶς· ἢ περὶ τῶν ἀϊδίων καὶ καθόλου καὶ θείων, ὡς ὅταν ἀστρονομῇ ἢ γεωμετρῇ, καὶ καλεῖται θεωρητικὸς διανοητικός, τέλος ποιούμενος τὴν ἀλήθειαν, ἢ περὶ τῶν ἀνθρωπίνων καὶ μερικῶν καὶ πολιτικῶν, τέλος τιθέμενος τὸ ἀγαθόν, καὶ καλεῖται πρακτικός· καὶ ἔτι παρὰ τούτους ὁ κυριώτατος καὶ κατ’ ἐνέργειαν νοῦς ὁ θεωρητικὸς ὄντως, ἐν ᾧ κατ’ οὐδέν ἐστι τὸ δυνάμει, ἀλλ’ ἔστιν ἄνευ δυνάμεως ἐνέργεια, ἐξ οὗ τῶν ἐπιστημῶν τὰς ἀρχὰς ἔχει ὁ δυνάμει νοῦς· οὗτος δὴ καὶ ἀθάνατος εἶναι τοῖς ἑξῆς ἀποφανθήσεται. καὶ περὶ μὲν τῆς οὐσίας αὐτοῦ καὶ ἐνεργείας, ἔτι δὲ ποσαχῶς λέγεται, τοσαῦτα. περὶ δὲ τῆς ἀθανασίας διὰ βραχέων κἀνταῦθα ὑπομνησθήσεται, ὡς διττοῦ ὄντος τρόπου καθ’ ὃν ἄν τι φθείροιτο, τοῦ τε τὸ σύνθετον εἰς τὰ ἐξ ὧν συνέστηκε διαλύοντος, καθ’ ὃν τὰ σώματα πάντα φθείρεται ἐξ ὕλης ὑφεστῶτα καὶ εἴδους, καὶ ἑτέρου του τῶν ἀσωμάτων ἐν ὑποκειμένῳ δὲ τῷ σώματι τὸ εἶναι ἐχόντων.2
那走向广延与增长、并具有充裕能力以至于将自身赋予一切适度事物的潜能,是从几何实体临在的。而和声运动的潜能、秩序、理则的对称性,以及在谐和数中或在非对称性中包含和声的数之中的潜能,则是从本性上的和谐生出的。因此灵魂亦能倾听和谐并因谐和之物而喜悦,仿佛它自身就是和谐。它的实体源于数以及其他此类数学尺度,这些尺度接受了与可知形式、感觉实体以及具质料形式的亲缘关系。因为对于这一切事物,当前的意见都提供了观照的端绪,仿佛被如此假定的数学意见足以提供所有这些思想。但是为了概括整个意见,我们认为灵魂存在于一切数学对象的共同理则之中,既具有对它们的批判能力,又具有这些无形尺度本身的生成与制作能力;人们亦可将具质料形式的生成活动以及通过摹本由隐蔽走向显明、将外部事物与内部事物连接起来的塑造过程,与这些尺度相适配。因为简而言之,灵魂的理则依照这一切从自身包含了数学对象的全部完备充盈。但是,灵魂究竟是由数学对象中的一切事物构成的混合物,还是它自身依照一个先行的理则使一切确立,必须加以考察。如果它是来自全体的混和,那么构成它的那些通过聚合而混合起来的补充要素就先于它存在,它就不再是数学实体的原理,而是由分散确立的数学对象汇合于同一事物中生成的;这除了其他荒谬之处外,还会引出一种与灵魂伴生的复合,以及一种仿佛由某些在先事物拼合而成的后生本原。如果它确实首要地是数学实体的肇始者并由自身引出它,那么它将比它更古老,如在原因的理则中那样先行,并且作为差异者而超越它。但这也与当前的意见完全相反;因为这样一来灵魂就会比数学对象中的事物更为尊贵。因此更好的说法是,它既不先行于数学存在者,亦不跟随其后,而是与它们一同并进并共同确立,以非复合且不可分的方式保持在全体之中并来自全体的混和,以单一形式临在于它们,统一地分有它们全体,在自身之中蕴含了全体的统摄能力,并将自身同样地赋予全部数学对象。如果情况是这样,它亦在自身之中完全且毫无欠缺地包揽了一切,并不将任何事物遗落在自身之外;因为灵魂自身是完全的,而且存在者中的任何事物都不可能脱离其固有的原理;这样一来,同一种原理贯通全体,实体将是一。尽管如此,依据灵魂的不同潜能、生命与现实活动,以及包含在一之中的其本质的多样性,差异性仍丝毫不减地存在。人们从毕达哥拉斯派中的数学家那里,关于灵魂的研究亦可提供如此之多的内容。 我们再次回溯并汇总先前关于理智所说的内容,指出:在实体上唯一且不可变异的理智,因关系、现实活动与潜能而倍增。在潜能上被述说,是指在学习或发现任何事物之前,如同在孩童之中;依照态势被述说,是指当某人已成知识者、但并未依照知识从事现实活动时,如同睡着的几何学家,或者即使醒着却未依照科学从事现实活动的人。依照现实活动被述说,是指当它在观照时,而这有两重方式:或者关于永恒、普遍与神圣的事物,如从事天文学或几何学时,它被称为理论的思想理智,以真理为目的;或者关于属人的、个别的与城邦的事物,以善为目的,它被称为实践理智。除了这些之外,还有最本真且现实活动中的理智,即真正的理论理智,在其中绝无任何潜能,而是不带潜能的现实活动,潜能理智正是从它那里获得各门科学的原理;后文将宣告这正是不死的。关于它的实体与现实活动,以及它在多少种意义上被述说,便谈这么多。但关于不死性,此处亦将简略地提及:事物可被毁灭的方式有两种,一种是将复合之物分解为构成它的各个部分,一切由质料与形式确立的物体都依此方式毁灭;另一种则是对于那些无形体、却在作为基质的物体中拥有其存在的事物所适用的毁灭方式。
- 4.3.7ἀπὸ τῶν σποράδην ὑφεστηκότων μαθημάτων συνιόντων εἰς ταὐτὸ ἀπογεννωμένης, πρὸς τοῖς ἄλλοις ἀτόποις καὶ σύνθεσίν τινα συνάγει μετὰ τῆς ψυχῆς καὶ ὑστερογενῆ ὡς ἐκ προτέρων τινῶν ἐπισυνισταμένην ὑπόστασιν
分词 ἀπογεννωμένης 作为独立属格结构发挥作用,其逻辑主语为隐含的 τῆς ψυχῆς(“在灵魂被生成时”)。 主句谓语动词 συνάγει 取逻辑推论之意(“该观点/论证导致/引出……”),支配两个并列的宾语 σύνθεσίν τινα 和 ὑστερογενῆ... ὑπόστασιν。
- 4.3.7καὶ ἑτέρου του τῶν ἀσωμάτων ἐν ὑποκειμένῳ δὲ τῷ σώματι τὸ εἶναι ἐχόντων
该句引出第二种毁灭方式,与前文的 τοῦ τε τὸ σύνθετον... διαλύοντος [sc. τρόπου] 相对照,其中省略了名词 τρόπου(即 ἑτέρου του [τρόπου])。 其后的属格结构 τῶν ἀσωμάτων... ἐχόντων 作为宾格性属格(或关联属格),指示该毁灭方式所适用的对象。
