- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:130.9-131.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚斯引述伪布罗提诺斯的著作,阐发了思想及思想对象相对于理智及可知对象在数量上的“更大”及其对立特征,梳理了灵魂的四种认识能力与各学科的对应关系,并评述了毕达哥拉斯派将灵魂界定为中介性数学实体的理论要旨。
ὁ μὲν γὰρ νόος ἐστὶ τό τε ἁπλόον καὶ τὸ ἀσύνθετον καὶ τὸ πρᾶτον νοέον καὶ τὸ νοεόμενον” (τοιοῦτον δέ ἐστι τὸ εἶδος· καὶ γὰρ ἀμερὲς καὶ ἀσύνθετον καὶ πρῶτόν ἐστι τῶν ἄλλων), “ἁ δὲ διάνοια τό τε πολλαπλόον καὶ μεριστὸν καὶ τὸ δεύτερον νοέον· ἐπιστάμαν γὰρ καὶ λόγον τὸ προσείληφε.1 παραπλησίως δὲ καὶ τὰ διανοατά· ταῦτα δ’ ἐντὶ τὰ ἐπιστατὰ καὶ τὰ ἀποδεικτὰ καὶ τὰ καθόλω τὰ ὑπὸ τῶ νόω διὰ τῶ λόγω καταλαμβανόμενα”. ἐν δὴ τούτοις μεῖζον μὲν λέγει τὴν διάνοιαν καὶ τὸ διανοητὸν νοῦ καὶ νοητοῦ, οὐ τῇ δυνάμει ἀλλὰ τῷ πλήθει·2 ἐναντίως δὲ ἔχει ταῦτα πρὸς ἄλληλα. ἀφορίζεται δὲ αὐτὰ ἀπ’ ἀλλήλων οὐ τούτοις μόνον, ἀλλὰ καὶ τῷ τὰ μὲν ἁπλᾶ εἶναι καὶ ἀσύνθετα, τὰ δὲ πολυειδῆ καὶ σύνθετα· καὶ διότι τὰ μὲν πρώτως νοεῖ καὶ νοεῖται, τὰ δὲ δευτέρως καὶ παρ’ ἐκείνων λαμβάνοντα τὴν ἐνέργειαν τούτων. καὶ τὰ μὲν ἐν εἴδεσιν ἕστηκε, τὰ δὲ ἐν λόγοις πολλαπλοῖς ποιεῖται τὴν ἐνέργειαν· καὶ τὰ μέν ἐστιν ἀμέριστα, τὰ δὲ μεριστά· καὶ τὰ μὲν κρείττω ἀποδεικτικοῦ συλλογισμοῦ, τὰ δὲ συλλογίζεται τι περὶ τῶν ὄντων· καὶ τὰ μὲν αὐτά ἐστι τὰ ὄντα, τὰ δὲ ἐν τοῖς καθόλου περιείληφε καὶ συνεμφαίνει τὰ καθ’ ἕκαστον· καὶ τὰ μὲν ἀύλοις καὶ καθαραῖς ἐνεργείαις χρῆται, τὰ δὲ συμμεμιγμένην ἔχει τὴν νόησιν· τῷ γὰρ νῷ διὰ τοῦ λόγου καταλαμβάνει τὰ οἰκεῖα γνωστά, ἢ τῷ νῷ μετὰ λόγου. συμβαίνει δὴ οὖν ἐκ τούτων τά τε κρινόμενα πράγματα καὶ τὰ κριτήρια αὐτῶν διεστηκέναι ἀπ’ ἀλλήλων, ὡς τὰ μὲν διανοητὰ τῶν νοητῶν διαφέρειν, τὴν δὲ διάνοιαν τοῦ νοῦ. ὡς τέσσαρες μέν εἰσι διαφοραὶ τῶν ὄντων, τέσσαρες δὲ τῆς κρίσεως ἀρχαί, καὶ ὡς ὁ λόγος μέσως ἔχων ἐφάπτεται τῶν δύο ἄκρων, νοητῶν τε καὶ αἰσθητῶν, ἐν τέλους τάξει πρὸς τὸν νοῦν καὶ τὴν αἴσθησιν καθιστάμενος, ὡς ἀρχὰς οὔσας ἑαυτοῦ, καὶ ὑπ’ αὐτῶν ἀποτελούμενος.3 τεσσάρων δὴ οὐσῶν τῶν κρινουσῶν δυνάμεων τάξις τις αὐτῶν θεωρεῖται καὶ αἱ ἐνέργειαι διῃρημέναι τυγχάνουσιν· ἐπὶ μὲν τῷ ἀκροτάτῳ νόησις, ἐπὶ δὲ τῷ δευτέρῳ διάνοια, ἐπὶ δὲ τῷ τρίτῳ πίστις, εἰκασία δὲ ἐπὶ τῷ τετάρτῳ. καὶ ὑπὸ νόησιν μὲν διαλεκτικὴ τάττεται· ταύτῃ γὰρ ὁ νοῦς τὰ ὄντα καὶ τὰ εἴδη τὰ ἀνυπόθετα θεωρεῖ, καὶ λόγον ἔχει περὶ πάντων δοῦναι αἰσθητῷ τε οὐδενὶ προσχρῆται, ἀλλὰ τοῖς νοητοῖς εἴδεσιν. διαλεκτικὴν δὲ λέγομεν οὐ τὴν περιάγουσαν τὸν προσδιαλεγόμενον εἰς ἀντίφασιν, ἀλλὰ τὴν ἐπισκοποῦσαν τὰ ὄντα ᾗ ὄντα, τὴν ἀνυπόθετον φιλοσοφίαν, ἣν μετὰ τὰ φυσικὰ καὶ θεολογίαν προσωνομάσαμεν. διανοίᾳ δὲ σύστοιχος ἡ μαθηματικὴ καὶ ἡ φυσική, ἡ μὲν οὖσα περὶ τὰ πάθη καὶ εἴδη τοῦ ποσοῦ, ἡ δὲ περὶ τοὺς καθόλου λόγους τῶν σωμάτων τῶν αἰσθητῶν καὶ τῶν τούτοις ἑπομένων ᾗ σώμασι. ταῦτα ἀληθῆ μὲν καὶ γενναῖα καὶ τοῖς ἡμετέροις συνᾴδοντα πλὴν τὰ περὶ τῶν μαθηματικῶν· οὐ γὰρ ὥσπερ ἡμεῖς ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν τίθενται. ἴδωμεν δὲ καὶ ἃ τούτων ἑξῆς φασι, καὶ ἥστινος οὐσίας τὴν λογικὴν ψυχὴν τίθενται· τῆς γὰρ μέσης ἀποφανοῦνται καὶ μαθηματικῆς. ἀναφέρομεν οὖν, φασί, καὶ τὰ περὶ τῆς ψυχῆς ἐν τοῖς μαθηματικοῖς. καὶ ἓν μὲν γένος τῶν ἐν τοῖς μαθήμασιν ὄντων οὐκ ἄν τις αὐτὴν εὐλόγως θείη κατὰ τὴν τοιαύτην ἐπιβολὴν τῆς θεωρίας· μεριστὴ γὰρ ἂν οὕτω γένοιτο ἡ περὶ τῆς μαθηματικῆς οὐσίας γνῶσις. διόπερ οὔτε ἰδέαν τοῦ πάντη διαστατοῦ οὔτε ἀριθμὸν αὐτοκίνητον οὔτε ἁρμονίαν ἐν λόγοις ὑφεστῶσαν οὔτε ἄλλο οὐδὲν τοιοῦτον κατ’ ἰδίαν ἀφοριστέον περὶ αὐτῆς· κοινῇ δὲ συμπλέκειν πάντα ἄξιον, ὡς τῆς ψυχῆς καὶ ἰδέας οὔσης ἀριθμοῦ καὶ κατ’ ἀριθμοὺς ἁρμονίαν περιέχοντας ὑφεστώσης·4 πάσας τε συμμετρίας κοινῶς, ὅσαι ποτέ εἰσιν ὑπὸ τὴν μαθηματικήν, ὑπὸ ταύτην ὑποτακτέον, τάς τε ἀναλογίας ὅλας ὑπ’ αὐτὴν θετέον. διὰ δὴ τοῦτο γεωμετρική τε ὁμοῦ καὶ ἀριθμητικὴ καὶ ἁρμονικὴ ἀναλογία συνυπάρχει. ὅθεν δὴ καὶ λόγοις τοῖς κατ’ ἀναλογίαν ἡ αὐτή ἐστι, ταῖς τε ἀρχαῖς τῶν ὄντων ἔχει τινὰ συγγένειαν καὶ πάντων ἐφάπτεται τῶν ὄντων καὶ πρὸς πάντα ὁμοιοῦσθαι δύναται. αἰτίαι μὲν οὖν εἰσι τοιαῦται τῆς τοιαύτης ὑπολήψεως· πρὸς δὲ τὴν θεωρίαν ἀφορμαὶ ἂν γένοιντο τὴν μαθηματικὴν ὁμοῦ καὶ τὴν περὶ τῆς ψυχῆς, εἰ κατίδοιμεν ὡς τὸ πεπερασμένον πᾶν καὶ ὡρισμένον ἀπὸ τῶν ἀριθμῶν εἰς αὐτὴν ἐφήκει, ὁ δ’ ἑνιαῖος λόγος ἀπὸ τῆς τοῦ ἑνὸς φύσεως.
“因为理智是单纯的、非复合的、最先进行理智活动并被理智把握的”(形式正是这样的;因为它是无部分的、非复合的,且先于其他事物),“而思想则是多样的、可分的、处于第二位进行理智活动的;因为附加地接受了科学知识与理则。思想对象亦是如此;这些就是科学对象、可论证的对象以及由理智通过理则所把握的普遍者”。在这些话中,他确实说道,思想与思想对象比理智与可知对象“更大”,这不是在能力上,而是在数量上;而这些事物彼此相互对立。不仅通过这些特征使它们彼此区分开来,而且还由于前者是单纯且非复合的,而后者则是多形态且复合的;并且由于前者是第一性地进行理智活动并被理智把握,而后者则是第二性地,并从前者那里接受这些现实活动。前者定立在形式之中,而后者则在多样的理则中从事现实活动;前者是不可分的,而后者是可分的;前者胜过论证的三段论,而后者则关于存在者进行某种推论;前者就是存在者自身,而后者则在普遍者之中包揽并共同指示个别事物;前者运用非质料且纯粹的现实活动,而后者则具有混合的理智活动。因为后者通过理智并经由理则,或者通过理智伴随理则,把握其固有的认识对象。因此,从这些情况来看,受判定的事物与它们的判定标准确实彼此分立,正如思想对象与可知对象不同,思想也与理智不同。由此存在者有四种差异,判定的原理也有四种,并且中介性的理则接触到两端,即可知事物与感觉事物,它把自身置于相对于作为自身原理的理智与感觉而言的目的位阶上,并由它们促成。既然判定能力有四种,它们的某种秩序便被观照出来,其现实活动也恰好是被划分开的:在最高端的是直观理智,在第二位的是思想,在第三位的是信从,而推想则在第四位。在直观理智之下排列着辩证术;因为理智正是凭借它来观照存在者与无前提的形式,能够就一切事物给出理则,并且不额外借助于任何感觉事物,而是借助于可知形式。但我们所说的辩证术,并非指那种把对话者引入矛盾的技艺,而是指那门按其作为存在者来考察存在者的技艺,即无前提的哲学,我们已将其冠名为物理学之后的学问与神学。而与思想相对应的是数学与物理学,前者关涉数量的性质与形式,后者则关涉感觉物体的普遍理则以及伴随它们作为物体的属性。这些学说是真实、崇高且与我们的学说相符的,唯独关于数学对象的部分除外;因为他们并不像我们那样将其设定为来自感觉事物的抽象。但让我们来看看他们紧接着这些所说的话,以及他们将理性灵魂设定为何种实体;因为他们将宣告灵魂属于中介性的且数学性的实体。他们说:“因此,我们把关于灵魂的事物也归入数学事物中。”按照这种观照的投企,人们不能合理地将灵魂设定为数学诸对象中的单一属;因为这样一来,关于数学实体的认识就会变成可分的了。因此,既不能将它单独界定为‘处处具有广延者的形式’,也不能界定为‘自动的数’,亦不能界定为‘在比例中确立的和谐’,或任何其他此类事物;而是应当共同地将一切编织在一起,仿佛灵魂既是数的形相,又是依照包含和谐的诸数而确立的;并且必须把凡是属于数学之下的全部对称性共同隶属于它,把作为整体的各种比例关系置于其下。正是因为这一缘故,几何比例、算术比例与调和比例才共同并存。由此灵魂亦与依照比例的诸理则同一,与存在者的诸原理具有某种亲缘关系,触及一切存在者,并能够使自身同化于一切事物。这种观念的根据便是如此;但如果我们看清一切受限制与被限定的事物是如何从诸数达于灵魂,而统一的理则又是如何从‘一’的本性达于灵魂,那么就会为兼涉数学与灵魂的观照产生出发点。
- 4.3.7ἐπιστάμαν γὰρ καὶ λόγον τὸ προσείληφε
中性代词/冠词 τό 既可视为指代前文名词化中性短语 τὸ δεύτερον νοέον 作为主语,亦可作复指或副词性用法(“此外接受了此物,即知识与理则”)。此处指思想相对于纯粹理智而言,额外获得了知识与推论性的理则。
- 4.3.7οὐ τῇ δυνάμει ἀλλὰ τῷ πλήθει
关联与格(dative of respect)。索福尼亚斯在此解释布罗提诺斯关于思想“大于”(μεῖζον)理智的悖论性论述,指出此处的“大”并非指能力或本体地位(δύναμις),而是指在数量或繁复性(πλῆθος)上的扩张。
- 4.3.7ἐν τέλους τάξει πρὸς τὸν νοῦν καὶ τὴν αἴσθησιν καθιστάμενος, ὡς ἀρχὰς οὔσας ἑαυτοῦ, καὶ ὑπ’ αὐτῶν ἀποτελούμενος
修饰 ὁ λόγος 的连续分词结构。推论性理则居于理智与感觉两极之间;理智与感觉作为其前提与开端(ἀρχαί),而理则自身则被置于目的(τέλος)的等级上,并由二者共同促成(ἀποτελούμενος)。
- 4.3.7ὡς τῆς ψυχῆς καὶ ἰδέας οὔσης ἀριθμοῦ καὶ κατ’ ἀριθμοὺς ἁρμονίαν περιέχοντας ὑφεστώσης
由 ὡς 引导的属格绝对结构,说明将灵魂的各种定义综合起来的理由。分词 περιέχοντας 为阳性宾格复数,修饰 ἀριθμούς,意为“包涵和谐的诸数”。
