← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§128.33-130.9

现实理智与认知能力的四分法

针对亚里士多德《论灵魂》卷三第4-5章关于现实理智与潜能理智的学说,索福尼亚斯讨论了现实理智与可知对象的同一性。随后,他引介毕达哥拉斯派依据认识能力对存在者所作的四分法(可知对象、思想对象、感觉事物、推想对象)及阴影的譬喻,以此界定数学对象的地位,并引用布罗提诺斯著作来论证思想与理智活动的分离。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.7#1

Ὥσπερ δὲ τὸ αὐτό ἐστιν ἡ κατ’ ἐνέργειαν ἐπιστήμη τῷ πράγματι, ἡ δὲ κατὰ δύναμιν χρόνῳ πρότερον ἐν τῷ ἑνὶ τῷ νῦν, ὅλως δὲ οὐδὲ χρόνῳ (ἔστι γὰρ ἐξ ἐντελεχείᾳ ὄντος πάντα τὰ γινόμενα), οὕτως καὶ ὁ κατ’ ἐνέργειαν νοῦς ὁ αὐτός ἐστι τοῖς νοητοῖς ἢ τῷ τὸ εἶδος αὐτῶν δέχεσθαι ἢ τῷ πάντως καὶ αὐτὸς νοητὸς εἶναι· καὶ ἐν μὲν τῷ αὐτῷ καὶ ἑνὶ ἀνθρώπῳ πρότερόν ἐστιν ὁ δυνάμει νοῦς τῷ χρόνῳ τοῦ κατ’ ἐνέργειαν· εἰ μέντοι πρὸς τὸ πᾶν ἀπίδοις, οὐδὲ χρόνῳ. ἔστι γὰρ καὶ ὁ κατ’ ἐνέργειαν καὶ πρῶτος καὶ ὁ διδασκαλικός, ὑφ’ ὧν ὁ δυνάμει τελειοῦται. καὶ ὁ ἐνεργῶν μὲν ἁπλαῖς ἐπιβολαῖς γινώσκει τὰς ἁπλᾶς οὐσίας, δυνάμει δ’ ὢν καὶ ἀγόμενος εἰς τελείωσιν μετὰ συνθέσεως ποιεῖται τὴν πρόοδον, καὶ διάνοια τοῦτο ἢ δόξα κατονομάζεται. (Οἰκείως δ’ ἂν ἐν τούτοις καί τινα τῶν Πυθαγορείων προσιστορήσαιμι· διαιροῦντες γὰρ τὰ ὄντα πρὸς τὰ τῆς ψυχῆς κριτήρια καὶ συμβιβάζοντες πρὸς ἄλληλα, οὕτω φασὶ τῶν ὄντων τὰ μὲν νοητὰ τὰ δὲ αἰσθητά. καὶ τῶν νοητῶν τὰ μὲν ἰδίως νοητὰ καλεῖται καὶ ἐπιστητά, τὰ δὲ διανοητά. καὶ πρῶτα μέν ἐστι τὰ νοητά, δεύτερα δὲ καὶ ὑποδεέστερα τὰ διανοητά. τῶν δ’ αὖ αἰσθητῶν τὰ μὲν ἰδίως αἰσθητά, ἃ καὶ δοξαστά, τὰ δὲ εἰκαστά. δοξαστὰ μὲν καὶ ἰδίως αἰσθητὰ τὰ κατὰ μέρος σώματα, οἷον λίθοι, ξύλα, τὰ τέτταρα στοιχεῖα. ταῦτα δέ ἐστιν ἐν αἰσθητοῖς πρῶτα, μεθ’ ἃ ἀσθενῆ ἄλλα καὶ οὐχ ὅμοια, ἐπηκολουθηκότα δὲ τοῖς πρώτοις. ἔστι δὲ ταῦτα αἱ σκιαί· καὶ γὰρ αἱ σκιαὶ παρακολουθήματα τῶν σωμάτων, καὶ εἰ μὴ ἔχοιεν ἄλλο τι ὑποβεβλημένον σῶμα, οὐκ ἂν φανεῖεν. εἴδωλα οὖν αἱ σκιαὶ καὶ τὰ ἐν ὕδασι καὶ κατόπτροις ἐν ἄλλοις καὶ οὐ καθ’ αὑτὰ ὄντα οὐδὲ ἄλλων δίχα φαινόμενα, ἀλλὰ εἰς ἄλλα σώματα πεπτωκότα, ὧν ὑποσπασθέντων οὐ φαίνεται. διὸ αἰσθητὰ μέν ἐστιν [ἐν] τῷ γένει, ὅτι ὑπὸ αἴσθησιν πίπτει, εἰκαστὰ δὲ μᾶλλον καὶ πιστευτὰ ἢ ὑποστατά, κατὰ πίστιν λεγόμενα τὴν μὴ ἐπὶ τῶν ἀποδεικτικῶν, ἄλλως δὲ εἰς παραδοχὴν παραλαμβανομένων ἀπὸ τῆς τῶν προφερόντων πίστεως. καὶ γὰρ τὰ τῶν σκιῶν οὐκ ἀφ’ ἑαυτῶν ἔχει τὸ ἀντιληπτικόν, ἀπὸ δὲ τῶν σωμάτων, εἰς ἃ πέπτωκε καὶ ἐν οἷς ἀναπαυόμενα φαίνεται. ἔχει οὖν τὸ ἀβέβαιον ἡ τοιαύτη πίστις· καὶ γὰρ ταῦτα εἰ ἀποσταίη τοῦ κατόπτρου ἢ ὕδατος ἢ ἐδάφους, οὐδὲν ἂν εἴη τὸ σύνολον. ὥστε καὶ τῶν σωμάτων δοξαστῶν ὄντων καὶ τὸ εἶναι ἐν τῷ δοκεῖν κεκτημένων αἱ σκιαὶ ἔτι μᾶλλον ὑποβεβήκασι τῷ μὴ ἔχειν ἐξ αὐτῶν τὸ στερέμνιον ἀλλ’ ἐπερείδεσθαι ἐπ’ ἄλλου. τούτοις δὴ ἔοικε καὶ τὰ διανοητά, λόγον ἔχοντα πρὸς τὰ ἐπιστητὰ καὶ νοητά, ὃν τὰ εἰκαστὰ πρὸς τὰ αἰσθητά τε καὶ δοξαστά. τάς τε γὰρ ἰδέας οἱονεὶ κατ’ ἐπαφὴν ἔχει ὁ νοῦς τὰς ὄντως ὄντα οὔσας, τὰ δὲ διανοητά, ἅπερ ἐστὶ τὰ γεωμετρικά, ὑπὸ τῆς διανοίας βλέπεται, οὐκέτι τῆς διανοίας αὐτῆς κατ’ εὐθὺ καὶ οἷον κατ’ ἐπιβολὴν πελαζούσης, ἀλλὰ διὰ λόγου μᾶλλον τῆς ἐπ’ αὐτὰ γινομένης πελάσεως καὶ οἷον ἀπὸ τῶν ἰδεῶν κατιόντων1 ὡς ἐπὶ εἰκάσματα ἐκείνων καὶ εἴδωλα νοητά· τά τε εἰκαστὰ καὶ ἐν ταῖς σκιαῖς ὑποβέβηκε παρὰ τὰ αἰσθητά, τῷ ἐκεῖνα μὲν καθ’ αὑτὰ ὑποπίπτειν τῇ αἰσθήσει κατ’ εὐθυωρίαν, τὰ δὲ ἐν ἄλλῳ καὶ ἐπ’ ἄλλῳ καὶ δι’ ἄλλο θεωρεῖσθαι. οὐ γὰρ καθ’ αὑτὴν ἡ σκιά, ἀλλ’ ἢ ἐν τῷ ἐδάφει αἰσθητῷ ὄντι καθ’ αὑτὸ ἢ ἐν τῷ κατόπτρῳ ἢ ἐν τοῖς ὕδασιν, ἅπερ ἦν καθ’ ἑαυτὰ αἰσθητά. οὕτω καὶ τὰ μαθηματικὰ ὥσπερ ἐν ταῖς ἰδέαις ἔοικε φαντάζεσθαι καὶ ἐπ’ ἐκείναις ἔχειν τὸ ἐπέρεισμα· οὐ γὰρ δὴ ἀπὸ τῶν αἰσθητῶν κατὰ ἀφαίρεσιν ἐπινοεῖσθαι ταῦτα, ἀλλ’ ὑποβάντα ἀπὸ τῶν ἰδεῶν τὸ εἰδωλικὸν ἔχειν ἀπ’ ἐκείνων, τῷ προσειληφέναι καὶ μέγεθος καὶ ἐν διαστάσει φαντάζεσθαι. ὅπερ γὰρ ἐν τοῖς τῶν αἰσθητῶν εἰδώλοις τὸ ἀμενηνὸν καὶ καθ’ αὐτὸ ἀνεπέρειστον, τοῦτο ἐν τοῖς νοητοῖς τὸ ἔνογκον καὶ διαστατόν· ἀλλ’ ἐπεὶ καὶ τοῦτο σπεύδει πρὸς τὸ ἄογκον καὶ ἀμερές, ἐπαναπαύεσθαι ἔοικεν ἐν τῇ τῶν ἰδεῶν ἀμερείᾳ, ὡς αἱ σκιαὶ ἐν τῇ τῶν αἰσθητῶν ἀντιτυπίᾳ. ὥσπερ τοίνυν τὰ διανοητὰ τῶν νοητῶν κεχώρισται, οὕτω καὶ ἡ διάνοια τῆς νοήσεως. διόπερ καὶ Βροτῖνος ἐν τῷ Περὶ νοῦ καὶ διανοίας χωρίζων αὐτὰ ἀπ’ ἀλλήλων τάδε λέγει· “ἁ δὲ διάνοια τῶ νῶ μεῖζόν ἐστι,2 καὶ τὸ διανοατὸν τῶ νοατῶ.

正如现实中的知识与事物同一,而潜能中的知识在单个个体中就现在而言在时间上居先,但就总体而言甚至在时间上也不居先(因为一切生成之物都产生于现实中存在之物),现实中的理智同样与可知对象同一,或者由于接受它们的形式,或者由于它自身在各方面也都是可知的。在同一且单个的人中,潜能中的理智在时间上先于现实中的理智;然而如果你着眼于全体,甚至在时间上也不居先。因为同样存在着现实的、第一的理智以及施教的理智,潜能理智正是由它们引向完满的。从事现实活动的理智通过单纯的直觉认识单纯的实体,而处于潜能中并正被引向完满的理智则伴随着复合而前行,这便被称为思想或意见。(在这些内容中,我恰当地附带记述一些毕达哥拉斯派的学说也无不可。他们依据灵魂的诸判定标准划分存在者,并使之相互协调,从而声称在存在者中,有些是可知事物,有些是感觉事物。在可知事物中,有些被特称为可知事物与科学对象,有些则是思想对象。可知事物是第一位的,而思想对象则是第二位的且较低等的。再者,在感觉事物中,有些是特称的感觉事物,它们也就是意见对象,有些则是推想对象。个别的物体,例如石头、木头和四元素,是意见对象且是特称的感觉事物。这些在感觉事物中是第一位的,在它们之后则是其他微弱且不相似的、伴随着第一类事物而产生的事物。这些就是阴影;因为阴影也是物体的伴随物,如果它们没有其他处于其底部的物体,就不会显现出来。因此,阴影以及水中、镜中和其他事物中的影像,并不依其自身存在,也不能脱离其他事物而显现,而是投射在其他物体之上,一旦这些物体被撤除,它们就不再显现。因此,它们就属而言是感觉事物,因为它们落入感觉之下,但它们毋宁是推想对象与信从对象而非实体性存在,是依照并非关于论证性事物的信念而言的,而是在其他方面凭借提出者的信誉而被接纳采信的。因为阴影的诸特征并不是从自身获得可被把握性的,而是来自它们所投射其上并在其中依托显现的物体。因此这种信念具有不确定性;因为这些影像若脱离了镜子、水或地面,就根本什么也不是了。因此,既然物体尚且属于意见对象并把其存在建立在表象之中,阴影由于自身不具有实体性、而是倚托在另一物之上,便进一步退居次位。思想对象确实与这些事物相似,它们相对于科学对象与可知对象所具有的比例,正如同推想对象相对于感觉事物与意见对象所具有的比例。因为理智仿佛是通过接触把握真实存在的理念,而思想对象(即几何学对象)则是被思想所观照的,此时思想自身不再径直地且宛如通过直觉去接近,而是毋宁通过理则进行对它们的接近,并且宛如从理念向下走向它们的仿造物与可知影像的人们那样。而推想对象(也在阴影中)比感觉事物处于更低的层次,因为前者是直接依其自身落入感觉之下的,而后者则是在另一物之中、在另一物之上且通过另一物被观照的。因为阴影绝非依其自身存在,而或者是在依其自身可感的地面中,或者是在镜中,或者是在水中,而这些原本是依其自身可感的。同样地,数学对象似乎也是宛如在理念中显现,并在理念上获得其支撑;因为这些绝不是通过抽象从感觉事物中被构想出来的,而是从理念下降、并从理念那里获得其影像般的特性的,这是由于额外接受了大小并且在广延中显现。因为在感觉事物的影像中那微弱且自身无支撑的特质,在可知事物中便是那具有体积且具有广延的特质;但既然这同时也趋向于无体积且无部分的状态,它便似乎在理念的无部分性中休憩,正如阴影在感觉事物的抗阻性中休憩一样。因此,正如思想对象与可知对象相分离,思想也同样与理智活动相分离。因此布罗提诺在《论理智与思想》中将二者相互分离时也说道:“思想大于理智,思想对象亦大于可知对象。”

语法注2 条
  1. 4.3.7οἷον ἀπὸ τῶν ἰδεῶν κατιόντων

    阳性复数属格现在分词 κατιόντων 在语法上并未与前方的阴性单数属格短语(τῆς ... πελάσεως)相一致。此处宜理解为省略逻辑主语(即从事思想的人或几何学家)的属格独立结构,或者是句子中途发生语法转变(破格)而松散附加上去的动作主体。

  2. 4.3.7ἁ δὲ διάνοια τῶ νῶ μεῖζόν ἐστι

    引自布罗提诺斯的句子采用了多里斯方言(ἁ 代替 ἡ,τῶ νῶ 代替 τοῦ νοῦ,νοατῶ 代替 νοητοῦ)。比较级 μεῖζον 搭配属格并非指思想在本体等级上优于理智,而是指思想在涉及的广度、多样性或广延上比不可分割的理智“更为庞大/宽泛”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:128.33-130.9