- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:12.1-13.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在批评阿那克萨哥拉混淆理智与灵魂之后,本文概述了恩培多克勒与柏拉图(《蒂迈欧篇》中的五个类及《论哲学》中的数学本原)的学说,他们基于“同类由同类所认识”的认识论原理主张灵魂由元素所构成。
Ἀναξαγόρας δ’ ἧττον διασαφεῖ περὶ αὐτῶν· ποτὲ μὲν γὰρ δοκεῖ διακρίνειν, ποτὲ δὲ εἰς τὸ αὐτὸ ἄγειν. καὶ ὅταν μὲν νοῦν μόνον αἴτιον λέγῃ τῶν ὀρθῶς καὶ καλῶς ἐχόντων, θειότερόν τι καὶ ὑπὲρ τὴν ψυχὴν τίθεται· οἷς δὲ πάλιν αὐτὸν ἐν πᾶσιν εἶναι διισχυρίζεται1 καὶ μικροῖς καὶ μεγάλοις ζώοις καὶ τιμίοις καὶ ἀτίμοις, φύρει ταῦτα· ὁ γὰρ κατ’ ἐπιστήμην καὶ φρόνησιν νοῦς οὐ μόνον οὐκ ἐν πᾶσι τοῖς ζώοις, ἀλλ’ οὐδὲ ἐν ἀνθρώποις πᾶσιν. ὅσοι μὲν οὖν ἐπὶ τὸ κινεῖσθαι τὴν ψυχὴν ἀπέβλεψαν, οὗτοι τὸ κινητικώτατον αὐτὴν εἶναι ὑπέλαβον καὶ τοιαῦτα περὶ αὐτῆς ἀπεφήναντο. ὅσοι δ’ ἐπὶ τὸ γινώσκειν καὶ τὸ αἰσθάνεσθαι τῶν ὄντων, οὗτοι πάλιν λέγουσιν εἶναι τὴν ψυχὴν ἐκ τῶν τοῦ παντὸς ἀρχῶν καὶ στοιχείων· καὶ οἱ μὲν πλείονας ποιοῦντες τῶν ὄντων τὰς ἀρχὰς ἐκ τούτων, ὅσαι καὶ αἱ ἀρχαί, οἱ δὲ μίαν ἐκ ταύτης μόνης. ἐπεὶ γὰρ ἡ ψυχὴ τῶν ὄντων πάντων ἐστὶ γνωστική, γινώσκεται δὲ τῷ ὁμοίῳ τὸ ὅμοιον (ἐφαρμόσαι γὰρ δεῖ τὸ γινῶσκον τῷ γινωσκομένῳ, ἵν’ ἀποχρώντως κατάληψις γένηται, τοῦτο δὲ δεῖ τῆς πρὸς ἄλληλα κοινωνίας καὶ φυσικῆς οἰκειότητος), ἄπειρα δὲ καὶ τὰ κατὰ μέρος ὄντα, ἐκ τῶν ἀρχῶν τὴν ψυχὴν ὑπετίθεντο· γινώσκουσα γὰρ ἐκεῖνα διὰ τὸ συμφυὲς καὶ τὰ ἐξ ἐκείνων εἴσεται. ὅτι δὲ τὰ μὲν νοητὰ τῶν ὄντων τὰ δὲ αἰσθητά, καὶ ἐκ τῶν παρ’ ἀμφοτέροις στοιχείων συνεστάναι ταύτην ᾠήθησαν. Ἐμπεδοκλῆς μὲν οὖν τέσσαρας ἀρχὰς τῶν ὄντων τὰ τέσσαρα στοιχεῖα τιθέμενος ὑλικάς, δύο δὲ τὸ νεῖκος καὶ τὴν φιλίαν ποιητικάς, ἐκ τοσούτων καὶ τὴν ψυχὴν ἀπεφήνατο, οὕτω λέγων· γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, αἰθέρι δ’ αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον στοργῇ δὲ [τε] στοργήν, νεῖκος δέ τε νείκεϊ λυγρῷ· Ὡς μὴ ἄλλως τὴν ψυχὴν τὰς ἀρχὰς νοῆσαι δύνασθαι, γῆν, ὕδωρ, ἀέρα καὶ τὰ λοιπά, εἰ μὴ γηΐνη καὶ πυρίνη καὶ ἀερίνη αὐτὴ πρότερον εἴη. τὸν αὐτὸν δὲ τρόπον καὶ Πλάτων τὴν ψυχὴν ἐκ τῶν στοιχείων ἐν τῷ Τιμαίῳ ποιεῖ· γινώσκεται γὰρ καὶ κατ’ αὐτὸν τῷ ὁμοίῳ τὸ ὅμοιον· τὰ δὲ πράγματα ἐκ τῶν ἀρχῶν εἶναι. πέντε δὲ αὐτῷ γένη τῶν ὄντων εἰσήγηνται οὐσία, ταυτότης, ἑτερότης, κίνησις καὶ στάσις, οὐσίαν λέγοντι τὴν ἁπλῶς ὕπαρξιν, ταυτότητα τὴν κοινωνίαν, ἑτερότητα τὴν διαφοράν, κίνησιν τὴν ἐνέργειαν τὴν ὁποιανοῦν καὶ μεταβολήν, στάσιν τήν τε ἠρεμίαν καὶ τὴν ἐν τῷ κινεῖσθαι μονήν, καθ’ ἣν καὶ τοῖς κύκλῳ φερομένοις δίδωσι στάσιν. ταῦτα δὲ καὶ διὰ πάντων ἥκουσιν· ἐξ ὧν καὶ τὴν ψυχὴν συνεστάναι λέγει. ἐξ οὐσίας μὲν τῆς τε ἀμερίστου καὶ νοητῆς καὶ τῆς περὶ τὰ σώματα μεριστῆς· οὕτω γὰρ ἔδει τὴν ἀμφότερα γνωσομένην. ἐπεὶ δὲ ἡ γνῶσις ἢ ὁμοιότητί τινι καὶ ταυτότητι ἢ ἀνομοιότητι καὶ ἑτερότητι γίνεται (τό τε γὰρ λευκὸν τῇ τε τοῦ ὁμοίου λευκοῦ παραθέσει γνωρίζομεν, πρὸς δὲ καὶ τῇ τοῦ μέλανος· τὸ γὰρ ἐναντίον τῷ μέλανι λευκόν), διὰ τοῦτο καὶ ἐκ τῆς τοῦ ταὐτοῦ καὶ ἑτέρου τὴν ψυχὴν μεμῖχθαι λέγει φύσεως. ὅτι δὲ αὐτοκίνητος καὶ ἀεικίνητος, πρόδηλον ὅτι αὐτῇ κίνησιν ὑπολείπει καὶ στάσιν. ὁμοίως δὲ τούτοις καὶ ἐν τοῖς περὶ φιλοσοφίας λεγομένοις διωρίσθη,2 ἐν οἷς αἵ τε λογικαὶ συνουσίαι αὐτοῦ καὶ τὰ ἄγραφα τῶν δογμάτων ἱστόρηνται· αὐτὸ μὲν τὸ ζῶον ἐξ αὐτῆς τῆς τοῦ ἑνὸς ἰδέας συνεστάναι φησὶν καὶ τοῦ πρώτου μήκους καὶ πλάτους καὶ βάθους εἴτ’ οὖν τῆς αὐτοδυάδος καὶ αὐτοτριάδος καὶ αὐτοτετράδος· καὶ τἄλλα δὲ ὁμοιοτρόπως. τέτταρα γὰρ αὐτῷ ἐκεῖ ἕτερα στοιχεῖα τῶν εἰρημένων τοῦ νοητοῦ διακόσμου πεποίηνται, ἐν ᾧ τὸ τῶν ἰδεῶν πλήρωμα· τὸ αὐτοέν, ἡ αὐτοδυάς, ἡ αὐτοτριὰς καὶ ἡ αὐτοτετράς, ἀφ’ ὧνπερ καὶ ὁ αἰσθητὸς οὗτος κόσμος ἤρτηται ὡς ἀπ’ αἰτίου τοῦ νοητοῦ καὶ αἱ ἀρχαὶ αὐτοῦ ἐκεῖθεν. τὸ μὲν γὰρ ἐνταῦθα σημεῖον ἀπὸ τοῦ ἐκεῖθεν ἑνός, δυὰς δὲ καὶ τριὰς καὶ τετρὰς τὰ πρῶτα γραμμῆς καὶ πλάτους καὶ βάθους ποιητικά, ἐξ ὧν τὸ σῶμα ὁ ὁρώμενος οὗτος κόσμος. ἔδει γὰρ ἐν τῷ νοητῷ κόσμῳ τὰς τοῦ αἰσθητοῦ προυποκεῖσθαι ἀρχάς. ὡς γὰρ ὅλον τὸ ἐκεῖθεν αὐτοζῷον τοῦδε τοῦ ἐνταῦθα κοσμικοῦ ζώου παράδειγμα, οὕτω καὶ ἀρχαὶ τῶν ἀρχῶν. ἀρχὰς δὲ τῶν νοητῶν ταύτας ὁ Πλάτων ἐτίθετο, ὅτιπερ κατὰ τοὺς Πυθαγορείους καὶ αὐτὸς ἀριθμοὺς τὰ εἴδη ὠνόμαζεν, εἴτε ὡς ἀφοριστικὰ καὶ μετρητικὰ τῆς ὕλης ἀρρυθμίστου οὔσης καθ’ αὑτὴν καὶ ἀσυντάκτου καὶ τόδε τι ποιοῦντα καὶ δηλωτικὰ τῶν ὑποκειμένων, εἴτε ὥσπερ οἱ ἀριθμοὶ ἐκ μιᾶς ἀρχῆς τῆς μονάδος προήχθησαν, οὕτω καὶ τὰ εἴδη ἐκ μιᾶς τῆς πάντων αἰτίας.
然而阿那克萨哥拉在这些事情上解释得不甚清楚;因为他有时似乎在加以区分,有时又引向同一事物。当他把唯独理智称为正直与优良之物的原因时,他是将[理智]确立为某种比灵魂更神圣且超越于灵魂之物;但在他再次断言理智存在于一切事物中、存在于或大或小的动物以及或贵或贱的动物中时,他便将这些混淆了;因为依科学知识与明智而论的理智,不仅并非存在于所有动物中,甚至也并非存在于所有人类中。凡着眼于灵魂之运动的人,便假定灵魂最易引起运动,并对它作了如此的断言。而凡着眼于认识与感觉存在者的人,则反过来主张灵魂由万物的本原与元素所构成;那些主张存在者的本原有较多数目的人,便主张灵魂由与本原数目相同的这些[全部本原]所构成;而那些主张只有一个本原的人,则主张灵魂唯独由这一个[本原]构成。因为既然灵魂能够认识一切存在者,而同类者由同类者所认识(因为认识者必须与被认识者相契合,以便充分地产生把握,而这需要相互的共有性与本性的亲近性),且各个别存在者是无限的,所以他们假定灵魂由本原所构成;因为凭借内在的本性契合认识了那些[本原],它亦将认识由它们所生成之物。又由于存在者中有的是可知的,有的是可感觉的,他们便认为灵魂由兼属于这两者的元素所构成。于是恩培多克勒将四元素确立为存在者的四种质料本原,将争斗与友爱确立为两种动力本原,从而主张灵魂亦由如此多数[的本原]构成,他这样说:“因为我们以土见土,以水见水,以气见神圣的气,以火见毁灭性的火,以爱见爱,以悲惨的争斗见争斗。”这仿佛是说,灵魂绝不可能以其他方式领悟土、水、空气以及其余的本原,除非它自身预先是土性的、火性的和气性的。柏拉图在《蒂迈欧篇》中亦以同样的方式用诸元素构成灵魂;因为依他而言,同类者亦由同类者所认识,而诸事物由诸本原构成。他引入了存在者的五个类:实体、同一性、他异性、运动与静止,他把实体称为单纯的存在,把同一性称为共有,把他异性称为差异,把运动称为无论何种现实活动与变化,把静止称为休止以及在运动中的留存,依此他也将静止赋予做圆周运动之物。这些贯穿于一切;他主张灵魂亦由它们构成:由不可分的可知实体与关涉物体的可分实体构成;因为要认识这两者的灵魂必须是这样的。既然认识或是通过某种相似与同一,或是通过不相似与他异而产生(因为我们既通过并置相似的白色认识白色,进而亦通过黑色认识白色;因为白色与黑色相反),因此他亦主张灵魂由同一与他异的本性混合而成。又因灵魂是自运的且永动的,显而易见他给灵魂保留了运动与静止。与这些相似的是,在被称为《论哲学》的著作中亦作了规定,其中记载了他的对话讨论与未成文教义:他说动物自身由一自身的理型以及最初的长、宽、深构成,即由二自身、三自身和四自身构成;其他事物亦依此类推。因为他在那里为可知秩序构建了不同于上述的另外四个元素,在该〔可知秩序〕中存在着理型的充满:一自身、二自身、三自身和四自身,这一可感觉的世界亦如同从可知原因中一样悬系于它们,其本原亦来自那里。因为这里的点源自那里的一,而二、三、四则是线、宽、深的最初制造者,物体即可见的这个世界即由此生成。因为可感觉之物的本原必须预先作为基底存在于可知世界中。正如那里的整个动物自身是这里的宇宙动物的原型,诸本原亦是诸本原的[原型]。柏拉图将这些确立为可知者的本原,是因为顺从毕达哥拉斯派,他自己亦把形式称为数,这或是因为它们规定并度量自身本为无规则与无秩序的质料,使其成为“这个”,并昭示底层承担者,或是如同诸数从单一的本原即一元中被引出一样,诸形式亦从万物的单一原因中被引出。
- 2.1.2οἷς δὲ πάλιν αὐτὸν ἐν πᾶσιν εἶναι διισχυρίζεται
οἷς 引导与前文 ὅταν μὲν ... λέγῃ(“当他说……时”)相对比的分句,关系代词中性复数与格在此表观点或方面(“在他力陈……的方面/事项中”)。
- 2.1.2ἐν τοῖς περὶ φιλοσοφίας λεγομένοις διωρίσθη
διωρίσθη 为非人称被动态动词(或以其后叙述的教义为潜在主语),构成主干:“在被称为《论哲学》的著作中被规定了”;其后由 ἐν οἷς 引导的关系分句进一步修饰说明该著作。
