- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:128.2-128.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者论述了亏缺与恶是通过对其对立形式的否定而被认识的,并区分了在对恒常对象与可变对象进行命题复合时是否需要附加考虑时间。接着,作者借助对单纯对象的接触之喻以及视觉把握形式的类比说明了理智的无谬性,指明对分离形式的直观活动是最纯粹且极为罕见的。
καὶ τἄλλα δὲ τὰ μὴ ἔχοντα προηγουμένην ὕπαρξιν τῇ ἀποφάσει τῶν ἀντικειμένων αὐτῶν γινώσκομεν εἰδῶν, τὸ κακὸν τῇ ἀφαιρέσει τοῦ ἀγαθοῦ καὶ τὸ διεστραμμένον τῇ τοῦ εὐθέος· εἰ γὰρ καὶ καταφατικῶς προήχθησαν τοῖς ὀνόμασιν, ἀλλ’ οὐδὲν ἧττον στερητικὰ τυγχάνει τῷ πράγματι. τὰ δὲ ὄντως ἀδιαίρετα, τὰ νοητὰ λέγω εἴδη, τῇ καλουμένῃ ἁπλῇ ἐπιβολῇ.1 ἔτι ὅταν ἐν τῷ νοεῖν ὁ νοῦς ὡς ὄντα καὶ ἐνεστῶτα συντίθησιν, οὐδὲν ἐνθάδε περὶ τοῦ χρόνου προσεννοεῖ· ὅταν δὲ περὶ γεγονότος ἢ μέλλοντος, τότε καὶ χρόνον ἐξ ἀνάγκης προσεννοεῖ. καὶ πρὸς τούτοις ἐπειδὴ τῶν πραγμάτων τὰ μέν ἐστιν ἀεὶ ὡσαύτως ἔχοντα, τὰ δὲ ἄλλοτε ἄλλως, ὅσα καὶ γένεσιν ἐπιδέχεται καὶ φθοράν, ἐπὶ μὲν τῶν ἀεὶ ὡσαύτως ἐχόντων συντιθεὶς τοὺς ὅρους οὐδὲν δεῖ προσεννοεῖν τὸν χρόνον,2 οἷον ὅτι ἡ διάμετρος ἀσύμμετρος τῇ πλευρᾷ· οὐ γὰρ νῦν μὲν οὕτως, ἄλλοτε δὲ ἄλλως· ὅτι δὲ Σωκράτης ἐν Λυκείῳ διέτριβε τὸ μὲν χθὲς εἰπεῖν ψεῦδος, τὸ δὲ πάλαι ἀληθές. ἔτι νοεῖ ὁ νοῦς τὰ πράγματα τὰ μὲν ὑπὲρ αὐτὸν εἰκονικῶς, τὰ δὲ μετ’ αὐτὸν παραδειγματικῶς. ἐπεὶ γὰρ οἱ λόγοι τῶν πραγμάτων ἔνεισιν ἐν τῇ ψυχῇ δυνάμει, ὅταν ἐνεργείᾳ προάγωνται, γίνονται ἐνεργείᾳ ὅπερ ἐκεῖνα εἰκονικῶς ἢ παραδειγματικῶς,3 ὡς ἂν εἴποιμεν γενέσθαι τὴν εἰκόνα Σωκράτους Σωκράτην ἢ τοὺς ἐν τῷ οἰκοδόμῳ λόγους ὅπερ οἰκίαν. ἔτι πᾶς νοῦς ᾗ νοῦς ἀεὶ ἀληθὴς καὶ ἀναμάρτητος καὶ ἄπταιστος· ἢ γὰρ ἥψατο τοῦ πράγματος, φησί τις τῶν παλαιῶν, ἢ οὔ· εἰ μὲν οὖν ἅψαιτο, καὶ ἀντελάβετο αὐτοῦ,4 εἰ δὲ μὴ ἅψαιτο, οὐδὲ ἔννοιαν αὐτοῦ ἔχει, ὥστε οὐ ψεύσεται. εἰκάζει δὲ τὴν ἐν τοῖς ἁπλοῖς ἀλήθειαν τῇ αἰσθητῇ τῶν εἰδῶν. ὡς γὰρ ἡ ὄψις ἀληθεύει ἐν τῇ τῶν χρωμάτων ἀντιλήψει οὐ συντιθεῖσα τῷ χρώματι τὸ κεχρωσμένον καὶ ὑποκείμενον (οὐ γὰρ ὄψεως τοῦτο ἀλλ’ ὑπολήψεως καὶ δόξης· ἱκανὸν γὰρ τῇ ὄψει πρὸς ἀλήθειαν τὸ λαβεῖν τὸ εἶδος τοῦ ὁρατοῦ, ὁποῖόν ἐστιν), οὕτω καὶ ὁ νοῦς ἀληθεύει κατὰ τὴν εἰδῶν τῶν ἁπλῶν νόησιν. ᾗ μὲν γὰρ ἑκάτερον ἀληθεύει τῇ θίξει τοῦ ὑποκειμένου γνωστοῦ, ταύτῃ αὐτοῖς ἡ ὁμοιότης ἐστίν· ᾗ δὲ ἡ μὲν αἴσθησις χειρόνως ἢ κατὰ συλλογισμόν, ὁ δὲ νοῦς κρειττόνως, ταύτῃ ἀνόμοια.5 ἡ γοῦν τοιαύτη τοῦ νοῦ ἐνέργεια ἡ περὶ τὰ χωριστὰ εἴδη μάλιστ’ ἂν καὶ κυριώτατα ἀλήθεια εἴη, καὶ μόνοις παραγίνεται τοῖς εἰς ἄκρον εὐζωίας καὶ ἐπιστήμης ἐληλακόσι, καὶ τούτοις ὀλιγάκις. διὸ περὶ ταύτης ὁ αὐτός φησιν ὅτι ὅστις ἐνήργησεν, οὕτως οἶδεν, ὃ λέγω.
而对于其他不具有在先实存的事物,我们也是通过对其对立形式的否定来认识的:即通过对善的剥夺来认识恶,通过对直的剥夺来认识曲;因为即使它们在名称上是被肯定地表达出来的,但在事实上它们却绝非不是剥夺性的。至于那些真正不可分割之物,我指的是可知形式,[理智]则是通过所谓单纯的直觉[来知解它们]。此外,当理智在知解中把诸事物作为存在着且现前之物加以复合时,它在此完全不附加去考虑时间;但当它关于过去发生或未来发生之事[进行复合]时,它在那时必然也会附加去考虑时间。除此以外,由于在诸事物中,有些始终处于同一状态,有些则时而处于不同状态——即凡是容纳生成与毁灭之物——在对始终处于同一状态的事物复合诸词项时,完全没有必要附加去考虑时间,例如对角线与边是不可通约的;因为这并不是现在如此,而在另一时间又不然;但若说“苏格拉底曾在吕克昂消磨时光”,就昨天而言是假的,就往昔而言则是真的。再者,理智在知解高于自身的事物时是像性地,在知解低于自身的事物时则是范型性地。因为诸事物的理则在潜能中存在于灵魂内,当它们在现实中被引发出来时,它们便在现实中成为那些事物本身,或者是像性地或者是范型性地,正如我们可以说苏格拉底的画像变成了苏格拉底,或者建造者心中的理则变成了房屋本身那样。此外,一切理智就其作为理智而言,始终是真实的、无差错的且不会绊倒的;因为正如古人中某位所言,或者触及了该事物,或者没有触及;若确实触及了,也就把握了它;若没有触及,则连对它的概念也不曾具有,因而绝不会为假。并且他把单纯之物中的真理比作由感觉对形式的把握。因为正如视觉在把握颜色时是真实的,并不把受着色之物和基底与颜色复合在一起(因为这不是视觉的作用,而是臆测与意见的作用;因为对于视觉而言,按照可见对象的形式之所是去接受它,就真理来说便已足够),同样地,理智依照对单纯形式的知解也是真实的。因为就二者各自通过触及基底的可知对象而为真而言,它们在这一方面是相似的;但就感觉是以逊于推论的方式[把握对象]、而理智则是以优于推论的方式而言,它们在这一方面是不相似的。无论如何,理智关于分离形式的这般现实活动,才最是且最本原地构成真理,并且仅降临于那些已经达致至善生活与科学之顶峰的人,而且对这些人来说也极少降临。因此关于这一点,同一位作者说道:“凡从事过这种现实活动的人,便如此知晓我所说的话。”
- 4.3.6τὰ δὲ ὄντως ἀδιαίρετα, τὰ νοητὰ λέγω εἴδη, τῇ καλουμένῃ ἁπλῇ ἐπιβολῇ
承前句中的动词 γινώσκομεν(或前一语块中的 νοεῖ)发生承前省略,需补出知解/认识的动作。τῇ καλουμένῃ ἁπλῇ ἐπιβολῇ 为手段/方式与格。
- 4.3.6οὐδὲν δεῖ προσεννοεῖν τὸν χρόνον
οὐδὲν 作为副词性宾格(“完全不/绝不”)修饰无人称动词 δεῖ,不定式 προσεννοεῖν 的直接宾语为 τὸν χρόνον。亦可将 οὐδὲν 视为 δεῖ 的内在宾格主语,两者实质含义相同。
- 4.3.6γίνονται ἐνεργείᾳ ὅπερ ἐκεῖνα εἰκονικῶς ἢ παραδειγματικῶς
关系代词 ὅπερ 与 γίνονται 构成述语,指代“那些事物本身(像性地或范型性地)所是之物”。后文 ὡς ἂν εἴποιμεν 引出的两个并列示例(画像变成苏格拉底,建筑师的理则变成房屋)分别严格对应 εἰκονικῶς 与 παραδειγματικῶς。
- 4.3.6εἰ μὲν οὖν ἅψαιτο, καὶ ἀντελάβετο αὐτοῦ
这是一个混合条件句:条件从句使用希求法 ἅψαιτο,结果主句则使用直陈式过去时(不定过去时)ἀντελάβετο。承接前文的 ἢ ἥψατο... ἢ οὔ,它从假定性的思想推演(“若其触及”)推导出事实性的逻辑结果(“便也把握了它”)。
- 4.3.6ᾗ δὲ ἡ μὲν αἴσθησις χειρόνως ἢ κατὰ συλλογισμόν, ὁ δὲ νοῦς κρειττόνως, ταύτῃ ἀνόμοια
ᾗ... ταύτῃ 构成“就……而言,在这一方面……”的相关句式。αἴσθησις 与 νοῦς 所在的分句均省略了主动词(ἀληθεύει 或 ἀντιλαμβάνεται);比较短语 ἢ κατὰ συλλογισμόν(“相对于推论而言/较之推论的方式”)同时作为 χειρόνως 和 κρειττόνως 的比较基准。
