- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:127.12-128.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚斯论证理智是依照事物内在的不可分割之维度来知解事物的,列举了“不可分割”的五种含义(词项、连续体、形式、点与“现在”、神圣形式),并解释了理智如何一并且不可分割地把握词项、命题、连续量与几何对象。
Ἔτι νοεῖ ὁ νοῦς καὶ τὰ ἁπλᾶ πράγματα, νοεῖ καὶ τὰ σύνθετα. ἄλλως δὲ ἐνταῦθα ἁπλοῦν καὶ σύνθετον λέγομεν ἢ πρότερον, ὡς ἐκεῖ μὲν τὸ ὑλικὸν πρὸς τὸ ἄυλον διαστέλλοντες ἐχρώμεθα τοῖς ὀνόμασιν, ἄμφω δὲ νῦν ἐπὶ τῶν νοητῶν καὶ τὴν ἁπλότητα καὶ τὴν σύνθεσιν τίθεμεν,1 ἁπλᾶ μὲν τοὺς ὅρους, σύνθετα δὲ τὰς προτάσεις κατονομάζοντες. εἴτε οὖν ἁπλᾶ εἴτε σύνθετα τὰ νοούμενα, κατὰ τοῦτο νοεῖ ὁ νοῦς αὐτά, καθὸ ἕν τι ἁπλοῦν καὶ ἀδιαίρετον ἔχουσιν. ἔστι δὲ τὸ ἀδιαίρετον πενταχῶς· ἢ τὸ ἐν τοῖς ὅροις· ἀδιαίρετοι γὰρ ἐν προτάσεσιν οὗτοι, εἰς φωνὰς ἁπλουστέρας μὴ μεριζόμενοι, οἷον ἄνθρωπος, ἵππος, σύμμετρον, ἀσύμμετρον. λέγεται πάλιν ἀδιαίρετον καὶ τὸ συνεχὲς ὡς ἐνεργείᾳ ἔχον τὴν ἕνωσιν, δυνάμει δὲ τὴν διαίρεσιν, οἷα τὰ μεγέθη, χρόνος, τόπος καὶ τὰ αἰσθητὰ καὶ κατὰ μέρος σώματα. ἀδιαίρετον καὶ τὸ εἶδος τό τε ἐπὶ τῆς μορφῆς καὶ τὸ ἐπὶ τῆς οὐσίας· ἥ τε γὰρ ἑκάστου οὐσία ἕν (διαιρεθεῖσα γὰρ φθείρει τὸ ὅλον) ἥ τε μορφὴ ὁμοίως. ἀδιαίρετον καὶ τὸ σημεῖον καὶ τὸ νῦν ὡς μὴ ἔχοντα ἔκτασιν. καὶ πέμπτον πρὸς τούτοις τὸ ὄντως ἀδιαίρετον, λέγω δὴ τὰ νοητὰ καὶ θεῖα εἴδη, ἐν οἷς οὐδαμῶς τὸ δυνάμει. ἕκαστον οὖν τῶν νοητῶν κατὰ τὸ ἀδιαίρετον τὸ ἐν αὐτῷ ὁ νοῦς νοεῖ, οἷον τοὺς ὅρους καθὸ ἁπλοῖ· ὅθεν καὶ οὐ τὸ μὲν αὐτῶν ἐν τῷδε χρόνῳ τὸ δὲ ἐν τῷδε νοήσει, ἀλλ’ ἅμα καὶ ἀθρόως. καὶ τὰς προτάσεις δὲ οὐ καθὸ σύνθετοι, ἀλλὰ καθὸ ἕν τι σημαίνουσι νοεῖ· οὐ γὰρ ἄνθρωπον καὶ λευκὸν ἀνὰ μέρος, ἀλλ’ ἓν τὸ ἅπαν λευκὸν ἄνθρωπον καὶ ἐν ἀδιαιρέτῳ χρόνῳ. πάλιν τὰ συνεχῆ οὐ καθὸ δύναται διαιρεθῆναι νοεῖ, ἀλλὰ καθὸ εἰσιν ἐνεργείᾳ ἀδιαίρετα· οἷον ἐὰν νοήσω τὸν Τρωικὸν πόλεμον ὅτι ἐν τοσῷδε χρόνῳ ἐγένετο, οὐ νοῶ αὐτὸν ἀνὰ μέρος ὡς διῃρημένον καὶ συγκείμενον ἐκ πολλῶν, ἀλλ’ ὡς ἕνα τινὰ καὶ συνεχῆ. καὶ τὴν γραμμὴν μέντοι οὐ καθὸ δύναται διαιρεῖσθαι εἰς μέρη ἢ ὅτι σύγκειται ἐκ τοσῶνδε μερῶν, οὕτω νοῶ, ἀλλὰ καθὸ μία τις καὶ συνεχής· εἰ γὰρ κατὰ μέρη, οὐχ ὡς μίαν νοῶ ἀλλ’ ὡς πλείους· καὶ ἕκαστον μόριον μίαν πάλιν γραμμὴν καὶ ἀδιαίρετον καὶ ἐν ἀδιαιρέτῳ χρόνῳ.2 οὕτω καὶ τὴν μορφὴν τοῦ ἀνδριάντος, οὕτω καὶ τὸ ὅλον. τὴν δὲ στιγμὴν καὶ τὸ νῦν, ἀδιαίρετα ὄντα καὶ μὴ ἔχοντα ὕπαρξιν, ἀδιαιρέτως τε νοήσει καὶ τῇ ἀποφάσει τοῦ συνεχοῦς.3
此外,理智不仅知解单纯的事物,也知解复合的事物。但我们在此处所说的“单纯”与“复合”与此前不同:此前我们使用这些名称是将质料之物与非质料之物加以区分,而现在我们把单纯性与复合这两者都置于可知对象的层面,将诸词项称为单纯的,将命题称为复合的。因此,无论被知解的事物是单纯的还是复合的,理智都是在这一方面来知解它们,即就它们具有某种单一、单纯且不可分割之物而言。而不可分割之物有五种含义:其一是在词项之中的,因为词项在命题中是不可分割的,不会再被分割为更单纯的语音,例如人、马、通约的、不可通约的。此外,连续体也被称为不可分割的,因为在现实中它具有统合,而在潜能中具有分割,例如量度、时间、处所以及可感且个别的物体。形式也是不可分割的,不论是关于外形的形式还是关于实体的形式;因为各事物的实体是单一的(若被分割就会毁灭全体),外形亦同样如此。点与“现在”也是不可分割的,因为它们不具有延展。除此以外第五种是真正不可分割之物,我指的正是可知且神圣的形式,在它们之中绝无潜能之物。因此,理智依照每一可知对象之中的不可分割之物来知解它,例如就词项是单纯的而言来知解它们;由此,理智不会在这段时间知解其这一部分、在那段时间知解其另一部分,而是同时且一并知解。并且理智知解命题,也不是就其复合而言,而是就其指称某一单一之物而言;因为理智不是分别知解人和白,而是在不可分割的时间中将整体作为一个“白人”来知解。再次,理智知解连续体,并非就其能被分割而言,而是就其在现实中是不可分割的而言;例如,若我知解特洛伊战争是在如此长的时间中发生的,我并非将它作为分割且由多数部分组合而成之物来逐一知解,而是将其作为一个单一且连续之物来知解。对于线也是如此,我并非就其能被分割成诸部分或由如此多的部分组合而成来那样知解它,而是就其作为某种单一且连续之物来知解;因为若是按诸部分来知解,我便不是将其作为一、而是作为多来知解;而[被分割的]每一个部分,[我]又是在不可分割的时间中作为一条不可分割的单一线段来知解。对雕像的外形也是如此,对全体亦是如此。至于点与“现在”,因其是不可分割且不具有独立实存的,理智将不可分割地并通过对连续体的否定来知解它们。
- 4.3.6ὡς ἐκεῖ μὲν τὸ ὑλικὸν πρὸς τὸ ἄυλον διαστέλλοντες ἐχρώμεθα τοῖς ὀνόμασιν, ἄμφω δὲ νῦν ἐπὶ τῶν νοητῶν καὶ τὴν ἁπλότητα καὶ τὴν σύνθεσιν τίθεμεν
连词 ὡς 引导一个说明性从句,通过 ἐκεῖ μέν 与 νῦν δέ 的对照,具体阐述前文 ἄλλως... ἢ πρότερον(“与此前不同”)的内容。前一部分由分词 διαστέλλοντες 伴随主谓语 ἐχρώμεθα,后一部分则以直陈式 τίθεμεν 作对比回应。
- 4.3.6καὶ ἕκαστον μόριον μίαν πάλιν γραμμὴν καὶ ἀδιαίρετον καὶ ἐν ἀδιαιρέτῳ χρόνῳ
宾格 ἕκαστον μόριον 及其补足宾格 μίαν... γραμμὴν καὶ ἀδιαίρετον 所属的主动词(承前省略了 νοῶ 或三人称的 νοεῖ)。此处的紧缩结构表明,即便是分割后的各个部分,在被知解时也同样是在不可分割的时间中被作为一个不可分割的线段来把握的。
- 4.3.6ἀδιαιρέτως τε νοήσει καὶ τῇ ἀποφάσει τοῦ συνεχοῦς
与格短语 τῇ ἀποφάσει 是表示手段或方式的与格,通过 τε... καί 与前面的副词 ἀδιαιρέτως 构成并列。它指明了理智知解点与“现在”的双重方式:既是“不可分割地”(样态),又是“通过对连续体的否定”(手段)。
