← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§126.11-127.11

借助折线比喻论理智的认识方式与抽象

在重申神圣理智与人类理智的区别之后,作者借助折弯的直线与未折弯直线的比喻,阐明了人类理智把握单纯形式与复合事物的双重方式,并论证了数学对象的抽象同样遵循这一结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.5#2

καὶ ἐκεῖνος μὲν οὐ γίνεται ἀλλ’ ἔστιν ἐνεργείᾳ, ἄνευ δυνάμεως ἑστῶσαν ἔχων τὴν γνῶσιν καὶ ἀεὶ ὡσαύτως καὶ τὴν οὐσίαν ἀμετάβλητον καὶ τὴν ἐνέργειαν κατὰ τὴν οὐσίαν· οὗτος δὲ καὶ ὅταν ἐνεργείᾳ γένηται, οὐκ ἀθρόον ἀλλὰ καθ’ ἕκαστον νοητὸν καὶ νοεῖ καὶ προχειρίζεται. ἔστι γὰρ ὁ κατ’ ἐνέργειαν νοῦς τὰ νοητά, ὥσπερ ἡ κατ’ ἐνέργειαν ἐπιστήμη τὰ ἐπιστητά πως καὶ ἡ κατ’ ἐνέργειαν αἴσθησις τὰ αἰσθητά. ἐπεὶ δὲ τῶν πραγμάτων τὰ μέν ἐστιν ἁπλᾶ τὰ δὲ σύνθετα (ἁπλᾶ μὲν τὰ ἄυλα, οἷον ἄγγελος, ψυχή, νοῦς, σύνθετα δὲ τὰ ἐξ ὕλης καὶ εἴδους, οἷον πῦρ, ὕδωρ), καὶ ἐν τοῖς συνθέτοις ἄλλο μὲν τὸ εἶδος ἄλλο δὲ τὸ συναμφότερον, οἷον ἄλλο μέν ἐστιν αὐτὸ τὸ πῦρ, λέγω δὴ τὸ σύνθετον, ἄλλο δέ ἐστιν αὐτὸ τὸ πυρὶ εἶναι,1 γινώσκομεν δὲ ἄμφω, πότερον τῷ αὐτῷ μορίῳ τῆς ψυχῆς τὸ ἁπλοῦν καὶ τὸ σύνθετον γινώσκομεν, ἢ ἑτέρῳ καὶ ἑτέρῳ; ἢ τῷ αὐτῷ, ἄλλως δὲ καὶ ἄλλως ἔχοντι κατὰ τὴν σχέσιν; λέγομεν δὴ ὅτι τῷ αὐτῷ, ἑτέρως δὴ καὶ ἑτέρως ἔχοντι. οὕτω γὰρ ἔχει ὁ νοῦς πρὸς ἑαυτὸν ἐν τῷ νοεῖν ἑκάτερον, ὡς ἔχει ἡ κεκλασμένη εὐθεῖα πρὸς τὴν ἄκλαστον. τῷ γὰρ μὴ καθ’ αὑτὸν ἁπλῇ ἐπιβολῇ γινώσκειν2 τὸ σύνθετον, ἀλλὰ δεῖσθαι φαντασίας καὶ αἰσθήσεως, καὶ οἱονεὶ διπλόην ἔχειν τινὰ καὶ ἐπὶ * * τῇ κεκλασμένῃ εἰκάζεται. οἱονεὶ γὰρ πρῶτον ἔξω ἐκτείνεται ἐπὶ τὴν φαντασίαν, εἶτα ἐπιστρέφει εἰς ἑαυτὸν καὶ πρὸς τοὺς ἐν αὐτῷ καθόλου λόγους ἐκ τῶν μερικῶν ἀνατρέχει· οἰκεία γὰρ αὐτῷ καὶ κατὰ φύσιν ἐνέργεια ἡ τῶν νοητῶν ἀντίληψις. ὅταν μέντοι περὶ αὐτῶν τῶν εἰδῶν σκοπῇ, μὴ προσχρώμενος αἰσθήσει ἀλλὰ τοὺς ἐν αὑτῷ μόνον λόγους κινῶν, οἷον τίς θερμότητος λόγος ἢ ἀνθρωπότητος καὶ ἔτι ψυχῆς ἢ ἀγγέλου, τότε τὴν ἄκλαστον εὐθεῖαν μιμεῖται. εἷς δὲ καὶ ὁ αὐτὸς ὁ τὰ σύνθετα καὶ τὰ ἁπλᾶ γινώσκων. ὡσαύτως ἔχει καὶ ἐπὶ τῶν μαθηματικῶν, ἅπερ καὶ ἐξ ἀφαιρέσεως λέγονται. καὶ γὰρ ἐν τούτοις καὶ τῆς ὕλης ἀφαιρουμένης ἡ διπλόη ἐπιμένει πάλιν. ἄλλο γάρ ἐστι τὸ εὐθὺ καὶ τὸ εὐθεῖ εἶναι· ἔστι γὰρ ὑποκείμενόν τι ἐν τούτοις καὶ οἷον ὕλη τὸ συνεχές, εἶδος δὲ ἡ εὐθύτης καὶ ἡ καμπυλότης αὐτή. ὅταν μέντοι κύκλον νοῇ ὁ νοῦς ἢ τὸ καμπύλον, τοῦτο δέ ἐστι τὸ σύνθετον, ἀναλόγως τῇ κεκλασμένῃ εὐθείᾳ νοεῖ· ὅταν δὲ αὐτὰ μόνα ψιλὰ τὰ εἴδη νοῇ, καμπυλότητα εὐθύτητα, τότε μὴ προσχρώμενος αἰσθήσει τῇ ἀκλάστῳ εὐθείᾳ ἔοικεν. ἔτι ὥσπερ ἐπὶ τοῦ σιμοῦ ὡς μὲν σιμότης ἐν ῥινὶ ἔχει τὸ εἶναι, οὗ καὶ νοουμένη ἀχώριστος (ἔστι γὰρ σιμότης κοιλότης ἐν ῥινί), ὡς δὲ κοιλότης κεχωρισμένη καὶ οὐδὲν 〈δεῖ〉 τῷ νῷ προσεπινοεῖν τὸ ὑποκείμενον, ὅταν ὡς κοιλότητα αὐτὴν νοῇ, χωρίσαντι αὐτὴν καθ’ αὑτήν,3 κατὰ τὰ αὐτὰ καὶ ὁ μαθηματικὸς αὐτῶν τῶν εἰδῶν τοὺς ὁρισμοὺς ἄνευ τοῦ ὑποκειμένου ποιεῖται, οἷον τί ἐστι κύκλος, τί τρίγωνον, τί εὐθὺ καὶ τὰ λοιπά. ἐν ἀφαιρέσει δὲ λέγονται ὡς ἀχώριστα μὲν τῆς ὕλης καθ’ ὕπαρξιν, τῷ νῷ δὲ χωρισθέντα καὶ οἷον ἀφαιρεθέντα τοῦ ὑποκειμένου.

而那一理智并非生成,而是在现实中存在,拥有脱离了潜能的稳固认识且始终如一,其实体不可改变,其现实活动与其自身实体相符;但这属于我们的理智即便已成为现实,也不是一举、而是按照每一个可知对象逐一知解并将其呈现。因为现实中的理智就是可知对象,正如现实中的知识在某种意义上就是可知之物,现实中的感觉就是可感之物一样。然而,既然在诸事物中,有些是单纯的,有些是复合的(单纯的是非质料的事物,比如天使、灵魂、理智;复合的是由质料与形式结合而成的事物,比如火、水),而在复合的事物中,形式是一回事,两者结合的复合体是另一回事(例如,火本身,我指复合体,是一回事,而火的所是本身是另一回事),并且我们认识这两者,那么我们究竟是用灵魂的同一部分来认识单纯之物与复合之物,还是用不同的部分?抑或是用同一部分,只是按照其关系而处于不同状态?我们确实要说,是用同一部分,只是处于不同状态。因为理智在知解这两者各自时对待其自身的关系,犹如折弯的直线对待未折弯的直线。因为理智并非凭借自身的单纯直观来认识复合之物,而是需要表象与感觉,并具有某种二重性,并且因[缺文]而类似于折弯的直线。因为理智仿佛首先向外延展至表象,随后返回自身,并从个别事物上升到其自身之内的普遍理性;因为对可知对象的把握是它固有的且合乎本性的现实活动。然而,每当它考察诸形式本身,不借助感觉而仅仅调动其自身之内的理性时(例如考察热的理性是什么,或人性的理性是什么,乃至灵魂或天使的理性是什么),它在那时便模仿未折弯的直线。认识复合之物与单纯之物的是同一个理智。在依抽象而说的数学对象上也是如此。因为在这些对象中,即使质料被抽象掉,二重性依然留存。因为直线之物与直线的所是也是不同的;因为在这些事物中,连续体作为底层载体和犹如质料之物而存在,而直线性和弯曲性本身则是形式。因此,每当理智知解圆或弯曲之物时(这正是复合之物),它便类同于折弯的直线来进行知解;但当它唯独知解赤裸的形式本身,即弯曲性和直线状态时,它不借助感觉,便类似于未折弯的直线。此外,正如在塌鼻的例子中,作为塌鼻性,它在鼻子中拥有存在,即便在被知解时也是不可分的(因为塌鼻性就是鼻子中的凹陷);但作为凹陷,它是被分离的,当理智将它就其自身单独分离而作为凹陷来知解时,理智完全不需要附加构想其底层载体;同样,数学家也是在没有底层载体的情况下作出形式本身的定义,例如什么是圆、什么是三角形、什么是直线等等。它们被称为处于抽象之中,是因为它们在实在的存在中虽然不可脱离质料,却被理智分离出来,并宛如从底层载体中被抽离出来一样。

语法注3 条
  1. 4.3.5αὐτὸ τὸ πυρὶ εἶναι

    这是由冠词 τὸ、与格 πυρί 以及不定词 εἶναι 构成的亚里士多德式本质表达(即“火的所是”或“火的本质”)。它与前面作为复合体的火(αὐτὸ τὸ πῦρ)相对立,用以区分单纯的形式与其质料结合物。

  2. 4.3.5τῷ γὰρ μὴ καθ’ αὑτὸν ἁπλῇ ἐπιβολῇ γινώσκειν

    这是由冠词引导的与格不定词短语(τῷ ... γινώσκειν ... δεῖσθαι ... ἔχειν),作为原因与格修饰主句动词 εἰκάζεται。它陈述了理智被比作“折弯的直线”的逻辑根据,即由于它并非凭借自身的单纯直观来认识复合者,而是必须借助表象与感觉。

  3. 4.3.5χωρίσαντι αὐτὴν καθ’ αὑτήν

    与格分词 χωρίσαντι 在文意上与不定词逻辑主语理智(τῷ νῷ)相一致,充当表示条件或时间的副词性分词(意为“在理智将其就其自身分离之后”)。它明确了对对象进行抽离、抽象的认知主体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:126.11-127.11