- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:125.15-126.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚斯对应于自然中质料与能动因的区分,界定了灵魂中潜在理智与现实理智的本性,并通过光和书写板的比喻,阐释了可知形式的抽象与接纳方式,以及人类理智与神圣第一理智的区别。
Ἐπεὶ δὲ ὥσπερ ἐν ἁπάσῃ τῇ φύσει τὸ μὲν ὕλη ἐν ἑκάστῳ γένει (τοῦτο δὲ ὃ πάντα δυνάμει ἐκεῖνα), ἕτερον δὲ τὸ ποιητικὸν καὶ αἴτιον, οὕτω ποιεῖται πάντα, οἷον ἡ τέχνη πρὸς τὴν ὕλην πέπονθεν, ἀνάγκη καὶ ἐν τῇ ψυχῇ ὑπάρχειν ταύτας τὰς διαφοράς· καὶ ἔστιν ὁ μὲν τοιοῦτος νοῦς τῷ πάντα γίνεσθαι, ὁ καὶ δυνάμει, ὁ δὲ τῷ πάντα ποιεῖν,1 ὁ ἐνεργείᾳ, ὡς ἕξις τις, οἷον τὸ φῶς. ἔοικε γὰρ ὁ μὲν δημιουργὸς νοῦς καὶ οὐσιοποιὸς τῷ ἡλίῳ, ὁ δὲ κατ’ ἐνέργειαν ἀνθρώπινος καὶ ἡμέτερος τῷ φωτί· τρόπον γάρ τινα καὶ τὸ φῶς ποιεῖ τὰ δυνάμει ὄντα χρώματα ἐνεργείᾳ χρώματα. καὶ οὗτος ὁ νοῦς ἀμιγής ἐστιν, ὡς εἴρηται, καὶ ἀπαθὴς τῇ οὐσίᾳ ὢν ἐνεργείᾳ. ἀεὶ γὰρ τιμιώτερον τὸ ποιοῦν τοῦ πάσχοντος καὶ ἡ ἀρχὴ τῆς ὕλης. τὸ δ’ αὐτό ἐστιν ἡ κατ’ ἐνέργειαν ἐπιστήμη τῷ πράγματι· ἡ δὲ κατὰ δύναμιν χρόνῳ προτέρα ἐν τῷ ἑνί, ὅλως δὲ οὐδὲ χρόνῳ. καὶ παραμένων μὲν σώματι ποτὲ μὲν νοεῖ, ποτὲ δὲ οὐ νοεῖ· χωρισθεὶς δέ ἐστι μόνον τοῦθ’ ὅπερ ἐστί, καὶ τοῦτο μόνον ἀθάνατον καὶ ἀΐδιον. ὡς δὲ τὸν δυνάμει νοῦν γίνεσθαι πάντα λέγοντες, καὶ λίθον καὶ οὐρανὸν καὶ ἄγγελον καὶ τὰ λοιπά, οὐ κατ’ οὐσίαν πάντως λέγομεν, ἀλλ’ ὡς τὰ εἴδη αὐτῶν δεχόμενον γνωστικῶς, οὕτω τοι ἀκούειν χρὴ καὶ τὸν ἐνεργείᾳ νοῦν πάντα ποιεῖν οὐχ ὅτι παράγει πάντων τὴν οὐσίαν (τοῦτο γὰρ μόνου τοῦ δημιουργικοῦ), ἀλλ’ ὅτι τὸν δυνάμει νοῦν ποιεῖ πάντων δεκτικόν.2 πάντα δὲ ποιεῖ νοητὰ οὐχ ἁπλῶς (εἰσὶ γάρ τινα καὶ καθ’ αὑτὰ τῇ φύσει νοητὰ ἅπερ εἰσὶ καὶ νοῖ), ἀλλ’ ὅσα μὴ φύσει ὄντα νοητά, τὰ ἔνυλα εἴδη· τά τε γὰρ καθόλου ἀπὸ τῶν αἰσθητῶν καὶ μερικῶν συνηθροίσατο καὶ τὰ μαθηματικὰ ἐξ ἀφαιρέσεως. καὶ εὖ δὴ οἱ λέγοντες τὴν ψυχὴν εἶναι τόπον εἰδῶν· πλὴν οὔτε ὅλη ἀλλ’ ἡ νοητικὴ μόνη, οὔτ’ ἐντελεχείᾳ ἀλλὰ δυνάμει τὰ εἴδη. καὶ οὗτος τόπος ὁ νοῦς εἰδῶν ὡς δεχόμενος αὐτά, οὐ μέντοι τῷ ὑποκεῖσθαι αὐτοῖς καὶ αὐτὸς ἐκεῖνα γίνεσθαι, ἀλλ’ ὡς ἡ μήπω γεγραμμένη πινακὶς τὰ γράμματα. ὡς γὰρ ἐν ἐκείνῳ δυνάμει ἐστὶ πάντα τὰ δυνάμενα ἐν αὐτῷ γραφῆναι, ἐνεργείᾳ δὲ οὐδέν ἐστι πρὶν γραφῇ, οὕτω τοι καὶ ὁ νοῦς οὐδέν ἐστιν ἐνεργείᾳ τῶν νοητῶν, πρὶν μάθοι ἢ εὕροι, ἀλλὰ δυνάμει πάντα. καὶ ὡς ἐκείνῳ οὐ φθειρομένου τοῦ προτέρου χάρτου τοῦ δυνάμει γίνεται τὸ ἐνεργείᾳ,3 καὶ ὁ νοῦς γινόμενος ἐνεργείᾳ τὰ νοητὰ οὐδὲν μεταβάλλει τῆς αὑτοῦ φύσεως· τότε δὲ καὶ ἑαυτὸν νοεῖ νοῶν ἐκεῖνα. ἔτι ὅταν ὁ δυνάμει νοῦς χρόνῳ καὶ διδασκαλίᾳ τῇ ἔξωθεν ἢ τῇ ἐντὸς καὶ παρ’ αὑτοῦ ζητήσει καὶ τριβῇ ἐγγυμνασάμενος γένηται τοιοῦτος οἷος ὁ ἐπιστάμενος, ὡς λοιπὸν μὴ δεῖσθαι διδασκαλίας ἀλλ’ αὐτὸς ἀφ’ αὑτοῦ προφέρειν τὰ εἴδη, τότε γίνεται κατ’ ἐνέργειαν νοῦς. διαφέρει δὲ οὗτος τοῦ κατ’ ἐνέργειαν τοῦ πρώτου καὶ θείου ὅτι ἐκεῖνος ἀθρόως καὶ μιᾷ ἐνεργείᾳ πάντα νοεῖ ἀμεταβάτως, οὗτος δὲ καὶ ὅταν ἐνεργείᾳ γένηται, καθ’ ἓν ἕκαστον νοεῖ καὶ μεταβαίνει ἀφ’ ἑτέρου εἰς ἕτερον, ὑφ’ ἓν πλείονα νοῆσαι μὴ δυνάμενος.
并且,正如在整个自然中,在每个属中一方面存在着质料(而这就是潜在地为所有那些事物的东西),另一方面存在着能动的、作为原因的原则,它以这种方式产生一切事物,正如技艺对待质料一样,在灵魂中也必然存在这些差异。于是,一种理智因成为一切事物而是这样的,这也是潜在的理智;另一种理智则因产生一切事物而是这样的,这是现实的理智,犹如某种状态,比如光。因为创造性的、赋予实体的理智类似于太阳,而在现实活动中的、属于我们的人类理智则类似于光;因为在某种意义上,光也使潜在存在着的颜色成为现实的颜色。正如已说过的,这种理智是未混合的、不受动的,在其实体上即是现实。因为能动者总是比受动者更尊贵,本原比质料更尊贵。而现实活动的知识与事物是同一的;潜在的知识在个体中在时间上在先,但总体而言甚至在时间上也不在先。而且它与身体同在时,有时知解,有时不知解;而一旦被分离,它就仅仅是它本所是的东西,唯有这才是不死且永恒的。然而,正如我们说潜在的理智成为一切事物——无论是石头、天体、天使还是其余事物——绝不是说在实体上[成为它们],而是说认识性地接纳它们的形式,同样也应当理解,现实的理智产生一切事物,并不是说它产生一切事物的实体(因为这唯独属于创造性的理智),而是说它使潜在的理智能够接纳一切事物。它也并非单纯地使一切事物成为可知的(因为有些事物按其本性自身就是可知的,它们也就是诸理智),而是使那些并非本性上就是可知的事物,即质料中的形式,成为可知的;因为它是从感觉的和个别的事物中汇集起普遍者,并通过抽象[汇集起]数学对象。那些说灵魂是形式之场所的人确实说得好;不过并非整个灵魂,而唯独是智性部分,而且并非完满实现态地,而是潜在地作为形式的[场所]。而作为形式之场所的这个理智是因接纳它们而是如此,但绝非通过成为它们的底层载体且自身成为那些事物,而是犹如尚未书写的书写板〔接纳〕文字一样。因为正如在那块书写板上,所有能够书写于其上的东西都潜在地存在,而在被书写之前现实地什么都不是,理智在学习或发现之前,在可知对象中现实地同样什么都不是,而在潜在中却是一切事物。正如在那块板上,原先处于潜在的纸张并未毁灭,现实之物便得以产生,理智在现实地成为可知对象时,其自身的本性也丝毫未发生改变;而在那时,它在知解那些事物的同时也知解其自身。此外,每当潜在的理智经过时间、经由外在的教导,或经由内在的、出于自身的探求与练习得到磨炼,成为如同拥有知识者那样的状态,以至于此后不再需要教导,而是能够由自身提出诸形式时,它在那时便成为了现实活动中的理智。但这理智不同于第一且神圣的现实理智,因为后者是一举且以单一的现实活动不经推移地知解一切事物,而前者即便已成为现实,也是逐一知解,并从一者推移至另一者,无法在单一活动下一并知解多个事物。
- 4.3.5τῷ πάντα γίνεσθαι ... τῷ πάντα ποιεῖν
带冠词不定式的与格(τῷ γίνεσθαι / τῷ ποιεῖν)表示规定两种理智(潜在理智与现实理智)的特有方式或原因,即“通过成为一切事物”和“通过产生一切事物”。
- 4.3.5οὐχ ὅτι παράγει πάντων τὴν οὐσίαν ... ἀλλ’ ὅτι τὸν δυνάμει νοῦν ποιεῖ πάντων δεκτικόν
由 οὐχ ὅτι... ἀλλ' ὅτι... 构成的因果对比句。它限定了“现实理智产生一切事物”这一命题的含义,指出它并非创生事物的实体(那是创造性理智的专属功能),而是使潜在理智具备接纳一切事物的受容能力。
- 4.3.5καὶ ὡς ἐκείνῳ οὐ φθειρομένου τοῦ προτέρου χάρτου τοῦ δυνάμει γίνεται τὸ ἐνεργείᾳ
οὐ φθειρομένου τοῦ προτέρου χάρτου τοῦ δυνάμει 是比较从句中的属格绝对结构。它比喻说明在书写板(ἐκείνῳ)上,原本处于潜在状态的底层载体在现实之物出现时并未被毁坏,正如理智在现实化时亦未丧失其自身本性一样。
