← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§124.13-125.14

理智的本性及其与身体的不混合性与非物质性

索福尼亚斯根据亚里士多德《论灵魂》卷三第四章(429a10起),探讨了灵魂的理智(潜在理智)的本性、不受动性及其非物质性与不与身体混合的特征,并通过与感觉能力的对比,阐明理智不借助肉体器官而自足地从自身内部认识事物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.4

Περὶ μέντοι τοῦ νοητικοῦ μορίου τῆς ψυχῆς, ᾧ γινώσκει τε καὶ φρονεῖ, σκεπτέον ἤδη νῦν· προὔργου γὰρ ἡμῖν ἡ περὶ αὐτὸ πραγματεία· τοῦτο γὰρ ἡμῶν τὸ θειότατον. ζητήσωμεν δὲ περὶ αὐτοῦ ὅ τι τὴν οὐσίαν ἐστί, καὶ εἰ χωριστὸς καὶ ἀπαθὴς καὶ ἀσώματος, ὅπως τε νοεῖ καὶ ποσαχῶς λέγεται. ὅτι μὲν ὁ καλούμενος νοῦς τῆς ψυχῆς, λέγω δὲ τὸν ἁπλῶς, οὐδέν ἐστιν ἐνεργείᾳ τῶν ὄντων, πρὶν νοεῖν, ἀλλὰ δυνάμει πάντα, οὐδ’ ἔστι τις αὐτοῦ φύσις φανερόν.1 εἰ γάρ ἐστι τὸ νοεῖν ὥσπερ τὸ αἰσθάνεσθαι, καὶ πάσχειν τι ἂν εἴη ὑπὸ τοῦ νοητοῦ τὸν νοῦν, ὥσπερ ἡ αἴσθησις ὑπὸ τῶν αἰσθητῶν, εἴπερ δεῖ πάθος αὐτὸ καλεῖν. διττὸν γάρ, τό τε πρὸς τελειότητα ἄγον, ὅπερ ἂν καὶ πάθοι καὶ νοῦς καὶ αἴσθησις, καὶ τὸ πρὸς φθοράν. ἔστι μὲν οὖν, ὥσπερ ἡ αἴσθησις δυνάμει ὅπερ τὰ αἰσθητά, ἐνεργείᾳ δὲ οὐδὲν ἐκείνων, πρὶν ἂν αἴσθηται, οὕτω καὶ ὁ νοῦς. εἰ γὰρ μέλλει πάντων τῶν νοητῶν ἀντιληπτικὸς εἶναι, δεῖ αὐτὸν ἀπαθῆ εἶναι καὶ μηδὲν εἶδος ἔχειν τῶν νοητῶν· παρεμφαινόμενον γὰρ κωλύει τὸ ἀλλότριον καὶ ἀντιφράττει.2 ἔνθεν οἵ τε βαφεῖς τὰ ὡς οἷόν τε ἀχρωμάτιστα τῶν ἐρίων παραλαμβάνουσιν ὡς ἐπιτηδειότερα πρὸς ὃ χρῶμα βούλοιντο, καὶ ὕελος δὲ ὅταν ᾖ προκατειλημμένη τινὶ χρώματι, ἐμποδίζει τῇ διόδῳ τὰ λοιπά. δεῖ δὴ αὐτὸν ἀμιγῆ εἶναι, ὥσπερ Ἀναξαγόρας φησίν, ἵνα κρατῇ, καὶ οὐ μεμῖχθαι εὔλογον αὐτὸν λέγειν τῷ σώματι. εἰ γὰρ μέμικται, ἢ κατὰ κρᾶσιν ἐμμέμικται ἢ ὡς εἶδός ἐστι τοῦ σώματος, ὥσπερ τοῦ αἰσθητηρίου ἡ αἴσθησις καὶ τοῦ πεπτικοῦ ἡ πέψις. ἀλλ’ εἰ κατὰ κρᾶσιν, ποιός τις ἂν γίγνοιτο, ψυχρὸς ἢ θερμός· εἰ δὲ ὡς εἶδος, κἂν ὄργανόν τι εἴη αὐτῷ, ὥσπερ ἐκεῖ αἰσθήσει μὲν τὸ πνεῦμα ἢ τὸ αἰσθητήριον, πέψει δὲ τὰ οἰκεῖα. οὐδέτερον δὲ περὶ αὐτὸν θεωρεῖται. ποῖον γὰρ μόριον ἢ πῶς ὁ νοῦς συνέξει, χαλεπὸν καὶ πλάσαι, καὶ ἐν ταῖς νοητικαῖς αὐτοῦ ἐνεργείαις ὀργάνῳ τινὶ καὶ σωματικῷ οὐχ ὁρᾶται χρώμενος· ἔκαμνε γὰρ ἄν, εἰ τοῦτ’ ἦν. νυνὶ δὲ οὐχ ὁμοία ἡ ἀπάθεια τοῦ αἰσθητικοῦ καὶ τοῦ νοητικοῦ· φανερὸν γὰρ ἐπὶ τῶν αἰσθητηρίων καὶ τῆς αἰσθήσεως. ἡ μὲν γὰρ αἴσθησις οὐ δύναται αἰσθάνεσθαι ἐκ τοῦ σφόδρα αἰσθητοῦ, οἷον ψόφου ἐκ τῶν μεγάλων ψόφων, καὶ ἐκ τῶν ἰσχυρῶν χρωμάτων καὶ ὀσμῶν οὔτε ὁρᾶν οὔτε ὀσμᾶσθαι· ἀλλ’ ὁ νοῦς ὅταν νοήσῃ σφόδρα νοητόν, οὐχ ἧττον νοεῖ τὰ ὑποδεέστερα, ἀλλὰ καὶ μᾶλλον. τὸ μὲν γὰρ αἰσθητικὸν οὐκ ἄνευ σώματος· σῶμα γὰρ τὸ πνεῦμα, ὃ δὴ ὄχημα καὶ κοινὸν τῶν αἰσθήσεων ὄργανον· ὁ δὲ νοῦς χωριστός. καὶ ἡ μὲν αἴσθησις οὐκ ἐπιμένει τὰ εἴδη τῶν αἰσθητῶν ἔχουσα, ἀλλ’ εὐθὺς ἀποβάλλει· ὁ δὲ νοῦς ἐπιμένει. καὶ ἐπὶ μὲν τῆς αἰσθήσεως κίνησίς τις θεωρεῖται καὶ παντελὴς ἑτερότης διὰ τὴν ἔξω ὕπαρξιν τῶν αἰσθητῶν· ἐπὶ δὲ τοῦ νοεῖν οὔτε ἄλλο πάντη τὸ νοητὸν οὔτ’ ἔξω, ἀλλ’ εἴσω, οὔτε σωματική τις γίνεται κίνησις, ἐπεὶ οὐδενὸς ὀργάνου δεῖ, ἀλλὰ κατὰ μόνην τὴν ὡς ὑφ’ ἑτέρου πλήρωσιν ἡ πάθη, καὶ ἀφ’ ἑαυτοῦ πως τὸ νοεῖν3 διὰ τὴν μίαν τῆς ψυχῆς οὐσίαν καὶ τοιοῦτον, ὡς ἅμα μὲν ὁμοιότητα σῶζον πρὸς τὸ πάθος διὰ τὴν ὡς ἑτέρωθεν ἔνδοσιν, ἅμα δὲ ἕτερον ὂν τοῦ πάθους διὰ τὴν ἀφ’ ἑαυτοῦ τελείωσιν. ὅθεν καὶ ζητεῖ ἡ ψυχὴ ὡς μὴ ἔχουσα, καὶ εὑρίσκει τὰ πράγματα εἰς ἑαυτὴν βλέπουσα ὡς ἔχουσα.

然而,关于灵魂借以认识和思虑的智性部分,我们现在就必须予以考察;因为关于它的探讨对我们是有益的,因为这是我们之中最神圣的部分。让我们探究它在实体上究竟是什么,以及它是否是可分离的、不受动的、非肉体的,以及它是如何进行知解的,又是在几种意义上被言说的。显而易见的是,灵魂中所谓的理智——我指的是单纯意义上的理智——在知解之前现实地并非现存之物的任何一种,而是潜在地为一切事物,并且它没有任何独特的本性。因为如果知解类似于感觉,那么理智也会由可知对象受到某种作用,正如感觉由感觉对象受到作用一样——如果确实应当将其称为“受动”的话(因为受动是双重的,一种导向完满,这是理智与感觉都会受到的,另一种则导向消亡)。因此,正如感觉在感觉之前潜在地就是感觉对象本身,而在现实态上并不是它们中的任何一个,理智同样也是如此。因为如果它要能够接纳一切可知对象,它就必须是不受动的,且不具有可知对象的任何形式;因为[自身形式]若伴同显现,就会妨碍并遮挡外来之物。因此,染工们也是尽可能选用无色的羊毛,认为这对于他们所希望的无论何种颜色都更为适宜;而玻璃一旦预先被某种颜色占据,就会阻碍其余[颜色]的穿过。所以,正如阿那克萨戈拉所说,它必须是未混合的,以便它能够主宰;并且说它与身体混合在一起是不合情理的。因为如果它已混合,它要么是由于调和而掺混,要么是作为身体的形式而存在,正如感觉之于感觉器官,消化之于消化器官一样。但若是由于调和,它就会变成具有某种性质的东西,变冷或变热;而若是作为形式,它也会具有某种器官,正如在那边感觉具有气息或感觉器官,消化具有其固有的各器官一样。但这两者在它身上都未被观察到。因为理智究竟能维系何种部分或以何种方式维系,甚至难以想象,而且在其智性活动中,并未见到它使用任何肉体器官;因为若是如此,它本应感到疲乏。但实际上,感觉能力的不受动性与智性能力的不受动性并不相似;因为这在感觉器官和感觉上是显而易见的。因为感觉在遭遇极其强烈的感觉对象之后便无法感觉,例如在巨大的声音之后无法感觉声音,在强烈的颜色和气味之后既不能看也不能嗅;但是理智每当知解了一个极其强烈的可知对象,知解次等对象时绝非更弱,反而更为深刻。因为感觉能力并非脱离身体而存在;因为气息是一种身体,它正是诸感觉的载体和共通器官;而理智则是可分离的。而且感觉并不持续保持感觉对象的形式,而是立即将其抛弃;理智却持续保持。并且在感觉的情形中,由于感觉对象的外部实存,观察到了某种运动与全然的相异性;但在知解的情形中,可知对象既非全然相异,亦非在外部,而是在内部,也不发生任何肉体运动,因为它不需要任何器官,而受动仅仅是依循仿佛由他者而来的充实,且由于灵魂的单一实体,知解在某种程度上是出于其自身的,并且具有这样的性质:它既因仿佛来自外部的赋予而保持着与受动的相似性,同时又因出于其自身的完满而有别于受动。因此,灵魂既作为未拥有者去探求,又作为拥有者通过内视自身而发现诸事物。

语法注3 条
  1. 4.3.4ὅτι μὲν ὁ καλούμενος νοῦς τῆς ψυχῆς, λέγω δὲ τὸν ἁπλῶς, οὐδέν ἐστιν ἐνεργείᾳ τῶν ὄντων, πρὶν νοεῖν, ἀλλὰ δυνάμει πάντα, οὐδ’ ἔστι τις αὐτοῦ φύσις φανερόν.

    句首的 ὅτι 引导主语从句,受句末作谓语的形容词 φανερόν(省略 ἐστί)支配(意为“……是显而易见的”)。在从句内部,ὁ καλούμενος νοῦς τῆς ψυχῆς 为主语,οὐδέν 作为谓语表语(“现实地并非任何存在者”),而非状语副词。需注意从句首的 ὅτι 到句末的 φανερόν 之间的远距离分隔结构。

  2. 4.3.4παρεμφαινόμενον γὰρ κωλύει τὸ ἀλλότριον καὶ ἀντιφράττει.

    该句化用了亚里士多德《论灵魂》429a20的表述。中性单数分词 παρεμφαινόμενον 实词化作为句子的主语(“[知性自身所内在的形式]若伴随显现”)。宾格的 τὸ ἀλλότριον 则是动词 κωλύει 与 ἀντιφράττει 共同的直接宾语。

  3. 4.3.4κατὰ μόνην τὴν ὡς ὑφ’ ἑτέρου πλήρωσιν ἡ πάθη, καὶ ἀφ’ ἑαυτοῦ πως τὸ νοεῖν

    此处的句子结构高度紧凑且有省略:ἡ πάθη [ἐστί](“其受动[仅仅是依循……]”)与紧随其后的 τὸ νοεῖν [ἐστί](“知解[在某种程度上是出于自身……]”)构成并列。后文的中性单数分词 σῶζον 和 ὂν 在语法上与主语 τὸ νοεῖν 一致,说明知解活动既具有类似受动的一面,又具有出于自身的完满性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:124.13-125.14