← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§123.2-124.12

单纯认识的无误性与推论思考的中介作用

作者将通过单纯把握而始终为真的理智与感觉,同在结合中分判真假的推论思考与信念相对照,论述了推论思考作为感觉与理智的中介如何引导灵魂走向可知对象的观照,并依循回忆说阐明了信念在感觉的激发下如何显发内具的诸道理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.3#7

ἔτι ὥσπερ ἡ αἴσθησις τῶν ἰδίων ἀεὶ ἀληθής, ψεύδεται δὲ ἐν τοῖς συμβεβηκόσιν (οὐ γὰρ ἄν ποτε ὑγιὴς ὄψις προσβαλοῦσα λευκῷ οὐ γνοίη εὐθὺς αὐτό, ἀλλ’ εἰ τὸ λευκὸν ζῶον ἢ μή, ἢ κινεῖται ἢ ἵσταται), οὕτω καὶ ὁ νοῦς ἀναμάρτητον ποιεῖται τὴν ἁπλῆν τῶν ὅρων θίξιν καὶ τὴν τῶν κοινῶν ἐννοιῶν, καὶ ἀεὶ ἀληθὴς ἐν τούτῳ· τὸ γάρ τοι ψεῦδος ἐν συμπλοκῇ θεωρεῖται. διττὸν τοίνυν τὸ ἀληθές, τό τε ἐν τοῖς ἁπλοῖς θεωρούμενον, ὃ δὴ καὶ ὑποστατικὸν καλεῖται, τὸ ἐν αἰσθήσει καὶ νῷ, καὶ τὸ ἐν συνθέσει, τὸ ἐν συλλογισμῷ καὶ προτάσεσιν, ᾧ δὴ καὶ τὸ ψεῦδος ἀντίκειται. ἐὰν γὰρ μὴ δεόντως συντίθηται ἢ ἀποδιίστηται ἄλλο ἀπ’ ἄλλου, ὃ δὴ διανοίας καὶ δόξης ἔργον ὡμολογήσαμεν, ψεύδεται. διαφέρει δὲ νοῦς καὶ αἴσθησις καὶ ἐν τούτῳ, ὡς ὁ μὲν τῶν καθόλου, ἡ δὲ τοῦ μερικοῦ ἀντιλαμβάνεται, καὶ τοῦ μὲν ἀΐδιον, τῆς δὲ φθαρτὸν τὸ ὑποκείμενον. ἔτι ἡ διάνοια καὶ δυνάμει νοῦς ὀνομάζεται. ἀνάγεται γὰρ πρὸς ἅπερ ὁ νοῦς ἁπλαῖς ἐπιβάλλει νοήσεσι διὰ πολυπραγμοσύνης τε καὶ ζητήσεως καὶ συνεπαίρεται τῷ ἐνεργείᾳ νῷ, καταγίνεται δὲ περὶ τὰ διανοητὰ εἴτ’ οὖν τοὺς καθόλου τῶν πραγμάτων λόγους, ὥσπερ ὁ νοῦς περὶ τὰ νοητά, καὶ μέσην ἔχει τάξιν τῶν τε πρώτων καὶ τῶν τελευταίων τῆς ψυχῆς γνωστικῶν δυνάμεων. ἣ δὴ καὶ μάλιστα συγγενής ἐστι τῇ ἡμετέρᾳ ψυχῇ, ἐπειδὴ καὶ αὕτη τὴν μέσην ἐν τῷ παντὶ τάξιν ἔχει (μέση γάρ ἐστι τῆς τε ἀμερίστου καὶ μεριστῆς φύσεως), καὶ ταύτῃ ἡ ψυχὴ ὁδηγῷ χρῆται πρὸς τὴν τῶν νοητῶν θεωρίαν· τοῦτο γὰρ δὴ τῆς ψυχῆς ἡ τελείωσις. διὰ γὰρ τὸν συνεθισμὸν τῶν αἰσθητῶν, ἐπειδὴ σύντροφος αὐτοῖς ἀδυνατεῖ πρὸς τὴν τῶν καλλίστων καὶ νοητῶν θεωρίαν (νομίζει γὰρ κἀκεῖ σώματα εἶναι καὶ σχῆμα καὶ μέγεθος), καὶ περὶ τοῦ θείου δὴ τὰ αὐτὰ φαντάζεται. ὅθεν δεῖ αὐτὴν ἐπὶ τὴν αὑτῆς ὁδεύουσαν τελειότητα πρῶτον ἐνεργῆσαι κατὰ διάνοιαν, ἥτις ἔχει περὶ τὰ μέσα τῶν πραγμάτων (ταῦτα δὲ τὰ διανοητά, οἷα αὐτή τε καὶ ἡ περὶ αὑτῆς θεωρία, ἔτι τε τὰ μαθήματα, ἃ τὴν οὐσίαν ἄυλον ἔχει, εἰ καὶ μὴ τὴν ὕπαρξιν), ἵν’ ἐν τούτοις συνεθισθεῖσα ἐνεργεῖν ἀύλως ὁδῷ προελθοῦσα καὶ ἐπὶ τὰ παντελῶς χωριστὰ τῆς ὕλης, λέγω δὴ τὰ θεῖα, χωρήσῃ. εἰ δέ ποτε ἡ διάνοια καὶ περὶ τῶν νοητῶν συλλογίζοιτο, ἀλλ’ οὐ καθ’ αὑτήν,1 τῷ δὲ νῷ συμπλακεῖσα, ὥσπερ καὶ ἐπὶ τῶν αἰσθητῶν συμπλακεῖσα τῇ φαντασίᾳ. ἐπεὶ δὲ φθάνομεν εἰπόντες2 τὴν δόξαν εἰδέναι τὰ τῶν διανοητῶν σύμπαντα ἄνευ λόγου καὶ τὸ καθόλου ἐν τοῖς αἰσθητοῖς, πόθεν ἡ γνῶσις τούτου τῇ δόξῃ, εἴπερ μὴ ὑπὸ διανοίας; εἰ γὰρ αὕτη περὶ τὰ αἰσθητά, σχολῇ γ’ ἂν ἢ αἰσθήσει τοῦτο ἢ φαντασίᾳ ληπτόν,3 ἀτόμων οὔσαις καὶ μερικῶν γνωστικαῖς. ἢ οὐκ ἄτοπον προχείρως καὶ διανοίᾳ τοῦτο θηρᾶσθαι λέγειν· ὃ γὰρ ἐφ’ ἑνὸς τῶν ὁμοουσίων καὶ δύο καὶ τριῶν, καὶ ἐπὶ πάντων θείη ἄν τις, εἰ καὶ μὴ ἀεί. τὸ δὲ ἀληθὲς ὅτι ἡ λογικὴ ψυχὴ τοὺς λόγους τῶν πραγμάτων συνουσιωμένους ἔχει παρ’ ἑαυτῇ, τῷ καταδεδυκέναι δὲ ἐν τῇ ὕλῃ κατεχώσθησαν ὡς ὁ ἐν τῇ τέφρᾳ κρυπτόμενος σπινθήρ. ὥσπερ οὖν ὅταν τις μικρὸν τὴν τέφραν διορύξῃ, ὁ σπινθὴρ εὐθὺς ἀναλάμπει, καὶ οὐχ ὁ διορύξας τὸν σπινθῆρα ἐποίησεν, ἀλλὰ μόνον τὰ ἐμποδίζοντα ἔπαυσεν, οὕτω τοι καὶ ἡ δόξα ἐρεθιζομένη ὑπὸ τῆς αἰσθήσεως προβάλλει τοὺς λόγους τῶν ὄντων. καὶ τοὺς διδασκάλους οὔ φασι τὴν γνῶσιν ἡμῖν ἐντιθέναι, ἀλλὰ τὴν οὖσαν καὶ οἷον κρυπτομένην ἐκφαίνειν. λαμβάνει μέντοι ἡ διάνοια, ὥς γε εἴρηται, ἀπὸ νοῦ τὰς ἀρχὰς τῶν ἐπιστημῶν· νοῦς γὰρ ἀρχὴ ἐπιστημῶν, ᾗ τοὺς ὅρους γινώσκομεν. ὅροι δὲ αἵ τε κοιναὶ ἔννοιαι καὶ οἱ ἐν συλλογισμοῖς ἁπλοῖ. ὡς γὰρ τὸ ἐπὶ παντὸς εἶναι τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀναποδείκτως ἴσμεν, οὕτω καὶ ὅτι τόδε τι ἄνθρωπός ἐστιν ἢ ψυχὴ ἤ τι τοιόνδε. τοσαῦτα καὶ περὶ διανοίας.)

此外,正如感觉对固有感觉对象始终是真实的,但在附带属性上会产生谬误(因为健全的视觉遇到白色绝不会不立即认出它,但在白色的东西是否为动物,或是在运动还是静止的问题上会产生谬误),理智同样也是无误地对概念项以及共通观念进行单纯的触及,并且在这方面始终是真实的;因为虚假确实是在结合中被观察到的。因此,真理是双重的:一种是在单纯之物中被观察到的,它确实也被称为“实体性建立的”真理,存在于感觉与理智之中;另一种则是在结合中,即在三段论和命题中被观察到的真理,虚假正与它相对立。因为如果一物与另一物没有依其应有的方式被结合或分离(我们已一致同意这正是推论思考与信念的作用),它就会产生谬误。理智与感觉在这一点上也有所不同:前者把握普遍,而后者把握个别;前者的基底是永恒的,后者的[基底]则是可毁灭的。此外,推论思考也被称为“潜在的理智”。因为它是通过多方操劳与探究,被引导上升至理智以单纯思索所触及的那些对象,并与现实态的理智一同被提升;它从事于推论思考的对象,即事物的普遍道理,正如理智从事于可知对象一样,并且它在灵魂的最初与最后的认知能力之间占据中间位次。这对于我们的灵魂来说确实也是最为同类的,因为灵魂自身在宇宙中也占据着中间位次(因为它是不可分与可分本性之间的中间者),灵魂正利用它作为通向可知对象之观照的向导;因为这确实就是灵魂的完满。因为由于对感觉对象的习染,既然它是与它们共同培育出来的,它便无力观照最美好之物与可知对象(因为它认为在那里同样存在着物体、形状与大小),甚至对神圣之物也作同样的表象。因此,当它走向自身的完满时,必须首先按照关涉事物中间者的推论思考来活动(这些中间者即是推论思考的对象,诸如〔灵魂〕自身以及关于它自身的观照,还有数学各学科,后者的本质是非物质的,即使其实存并非如此),以便在这些对象中习惯了以非物质方式活动之后,依循路径前进,也能进入完全脱离质料的事物,我指的是神圣之物。推论思考即使有时对可知对象也进行推理,也绝非凭借自身,而是与理智结合在一起,正如在感觉对象上与表象结合在一起一样。既然我们前面已经说过,信念无需道理就认识推论思考对象的全体以及感觉对象中的普遍,那么若非来自推论思考,信念对此的认识从何而来?因为如果[信念]是关涉感觉对象的,那么作为个体与个别者的认知能力的感觉或表象,绝难把握这一[普遍]。或者说,认为这也容易被推论思考所捕获并非不合情理;因为凡在同质事物的某一个、两个乃至三个上所见者,人们即使并非始终如此,也会设定在一切之上。但真相是,理性灵魂在自身中原本就共有着事物的诸道理,只是由于沉沦入质料之中,它们像隐藏在灰烬中的火星一样被埋没了。因此,正如每当有人稍稍扒开灰烬,火星便立即闪耀起来(而且并非扒开灰烬的人造就了火星,而只是清除了阻碍之物),信念同样受到感觉的激发,便展示出存在者的诸道理。人们也说,导师们并不是把知识植入我们心中,而是将原本存在且可以说是被隐藏的东西显发出来。然而,正如已经说过的,推论思考是从理智那里接受诸知识的原理的;因为理智乃是知识的原理,我们借此认识概念项。概念项即是共通观念和三段论中的单纯项。因为正如我们不证自明地知道断言或否定适用于任何事物,同样我们也知道这特定之物是人、或是灵魂、或是某种诸如此类的东西。关于推论思考就谈这么多。)

语法注3 条
  1. 4.3.3εἰ δέ ποτε ἡ διάνοια καὶ περὶ τῶν νοητῶν συλλογίζοιτο, ἀλλ’ οὐ καθ’ αὑτήν

    紧接在条件从句之后引导归结从句(apodosis)的 ἀλλά 的用法(归结从句的 ἀλλά)。承接条件从句的让步语气(“即使推论思考有时……进行推理”),以强烈的转折和限制引出结论(“却绝非凭借自身……”)。

  2. 4.3.3ἐπεὶ δὲ φθάνομεν εἰπόντες

    动词 φθάνω 后接分词 εἰπόντες,构成表示在先动作的惯用结构(“既然我们前面已经说过”)。它将前文关于信念的讨论作为既成前提引出,从而导入接下来的疑问(πόθεν ἡ γνῶσις...)。

  3. 4.3.3σχολῇ γ’ ἂν ἢ αἰσθήσει τοῦτο ἢ φαντασίᾳ ληπτόν

    副词 σχολῇ 与表示潜在的 ἄν 以及形容词 ληπτόν(省略系动词 ἐστίν)结合,构成表示强烈否定或“绝难/根本不可能”的惯用表达,有力地否定了感觉或表象能够把握普遍的可能性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:123.2-124.12