← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§121.33-123.2

信念与推论思考的区别及诸认知能力的分类

索福尼亚斯梳理了信念与推论思考(命题与三段论)的区别,界定了由推论思考所衍生的科学知识、技艺与实践智慧等认知状态,以及个别试炼与经验。随后他将五种认知能力划分为单纯的(理智、表象、感觉)与复合的(信念、推论思考),阐明了理智与感觉所共享的直接且非推论性的把握特征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.3#6

καὶ περαιτέρω γε μὴν προτάσεως οὐ πρόεισι· διανοίας δὲ οἱ συλλογισμοὶ καὶ αἱ διεξοδικαὶ τῶν λόγων συνθέσεις. ἔστι μὲν οὖν δόξα ἡ τῶν ἀεὶ ὡσαύτως ἐχόντων ἄνευ λόγου καὶ καθόλου γνῶσις ἐν πρώτῃ συνθέσει, καὶ ἡ τῶν ἐνδεχομένων καὶ ἄλλοτε ἄλλως ἔχειν καὶ μετὰ λόγου καὶ ἄνευ λόγου γνῶσις. διάνοια δέ ἐστιν ἡ λογικὴ τῆς ψυχῆς ἀνέλιξις, καὶ ἡ ἀπ’ ἄλλου ἐπ’ ἄλλο τῶν νοητῶν καθόλου γνωστικὴ καὶ κριτικὴ τῆς ψυχῆς μετάβασις καὶ ἐνέργεια μετὰ συνθέσεως καὶ διαιρέσεως, καὶ ἡ ἀπὸ τῶν προτέρων ἐπὶ τὰ δεύτερα πρόοδος καὶ ἡ συναφὴ τῶν ἄκρων καὶ ὅπως πρὸς ἄλληλα σχέσεως ἔχουσι,1 διὰ τῆς παρενθήκης τῶν μέσων φανέρωσις καὶ ἀπόδειξις. ταύτῃ γὰρ τάς τε τῶν ὄντων γνωρίζομεν κοινωνίας καὶ ἑτερότητας καὶ τὰς κρίσεις καὶ ζητήσεις ποιούμεθα καὶ τὸ ἀληθὲς ἢ μὴ θηρώμεθα· οὐδὲν γὰρ ἕτερόν ἐστι διάνοια ἢ συλλογισμός. αὕτη ἢ περὶ τῶν ἀϊδίων πραγματεύεται αἰτιολογοῦσα, καὶ ἔστι τοῦτο ἐπιστήμη καὶ θεωρία ἀναγκαίας καὶ ἀληθεῖς τὰς προτάσεις λαμβάνουσα, καὶ τὰς μὲν δεομένας ἀποδείξεων, οἷον ὅτι τὸ σημεῖον ἀμερές, παρ’ ἑαυτῆς εἰς γένεσιν ἐπιστήμης εἰσφέρουσα, τὰς δὲ αὐτοπίστους, οἷον ὅτι ὁ θεὸς ἀγαθὸς καὶ τὰ ὅμοια, παρὰ τοῦ νοῦ· ἢ περὶ τῶν τρεπτὰ ἐχόντων τὰ ὑποκείμενα, καὶ ποιεῖ τὰς τέχνας· ἢ περὶ τὰ ἀνθρώπινα καὶ πολιτικά, τὸ ἐν τούτοις ζητοῦσα καλὸν καὶ τοῦ συμφέροντος προμηθουμένη, καὶ ποιεῖ τὴν φρόνησιν. ἔστι δὲ καὶ ἐπιστήμη μὲν γνῶσις μετ’ αἰτίας τῶν καθόλου καὶ ἀεὶ κατὰ ταὐτὰ ὄντων, τέχνη δὲ γνῶσις μετὰ λόγου τῶν τρεπτὰ ἐχόντων τὰ ὑποκείμενα ἢ ἕξις ὁδῷ βαδίζουσα μετὰ φαντασίας, φρόνησις δὲ ἕξις μετὰ ὀρθοῦ λόγου πρακτικὴ περὶ τὰ ἀνθρώπινα ἀγαθὰ ἢ κακά, περὶ ὧν καὶ τὸ βουλεύεσθαί ἐστι. πεῖρα γὰρ γνῶσις πράγματος ἑνὸς ἄλογος, ἐμπειρία δὲ γνῶσις πλειόνων ἄνευ τῆς αἰτίας ἢ μνήμη καὶ τήρησις ἄλογος τῶν πολλάκις καὶ ὡσαύτως ὀφθέντων. γένεσις δὲ ἐπιστήμης μὲν νοῦς καὶ διάνοια, τέχνης δὲ δόξα λογικὴ καὶ διάνοια, πείρας δὲ αἴσθησις, ἐμπειρίας δὲ αὕτη τε καὶ φαντασία καὶ ἄλογος δόξα, φρονήσεως δὲ φύσις εὖ ἔχουσα καὶ διάνοια μετὰ πολυπειρίας καὶ ἱστορίας καὶ τῆς τῶν αὐτῶν πολλάκις εἰς τἀναντία πραγμάτων μεταβολῆς κοινωνία καὶ θεωρία. καὶ ἔοικεν ἡ διάνοια ὥσπερ ὑφάντῃ ἀποτελοῦντι τὸ ὕφασμα, ὡς ἂν ἡ κρόκη καὶ ὁ στήμων αὐτῷ χορηγήσαιεν,2 καὶ ἔστι διὰ ταῦτα καὶ ἀληθὴς καὶ ψευδής. εἰ μὲν γὰρ παρὰ τοῦ νοῦ τὰς προτάσεις λαμβάνοι, τὸν ἐπιστημονικὸν ποιεῖ συλλογισμόν· εἰ δὲ παρὰ τῆς δόξης, τὸν διαλεκτικόν· εἰ δὲ παρὰ τῆς φαντασίας καὶ αἰσθήσεως, τὸν σοφιστικόν. κατὰ ταὐτὰ δὲ ἐπαμφοτερίζει καὶ δόξα καὶ φαντασία. ἀεὶ δὲ ἀληθὴς νοῦς καὶ ἐπιστήμη, καὶ ἡ τῶν ἰδίων αἴσθησις καὶ τέχνη τῷ λόγῳ καὶ φρόνησις. πέντε δ’ οὐσῶν δυνάμεων γνωστικῶν,3 ἁπλαῖ μὲν νοῦς, φαντασία καὶ αἴσθησις, σύνθετοι δὲ μέχρι μὲν προτάσεως δόξα, ἡ δὲ περαιτέρω διάνοια. νοῦς μὲν γὰρ καὶ αἴσθησις, τὸ ἀκρότατον καὶ τὸ ἔσχατον, ἁπλῆν ποιοῦνται τὴν γνῶσιν καὶ τὴν ἐνέργειαν καὶ ἄχρονον καὶ κρείττω λόγου. ἥ τε γὰρ αἴσθησις ἀχρόνως ἐπιβάλλει τοῖς αἰσθητοῖς καὶ ἁπλῶς οὐ δεῖται τοῦ διδάξοντος ἐν τοῖς ἰδίοις ἑκάστη, ὅτι τόδε ἐστὶ τὸ προσπεσόν, ἀλλ’ ἅμα τε προσέβαλε καὶ ἅμα ᾔσθετο τοῦ ἀληθοῦς, οἷον ἡ ὄψις ἀθρόως λευκῷ ὁμιλήσασα εὐθὺς ἐπέγνω αὐτὸ ἄνευ ἀπάτης ἀσυλλογίστως καὶ ἔτι οὐ πραγματεύεται. κατὰ τὰ αὐτὰ οὖν καὶ ὁ νοῦς τήν τε τῶν ὅρων ποιεῖται λῆψιν καὶ τῶν κοινῶν ἐννοιῶν, οἷον ὅτι τόδε ζῷον ἢ ἄνθρωπος ἢ οὐσία καὶ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. νοῦ γὰρ εὕρεμα οἱ ὅροι καὶ αἱ ἁπλαῖ φωναὶ αἱ δέκα κατηγορίαι, ὅθεν καὶ τὰ πολλὰ ὁ νοῦς οὐ συντίθησι (διανοίας γὰρ τοῦτό γε ἢ δόξης), ἢ μόνον ἐν τοῖς κοινοῖς ἀξιώμασιν.

而且[信念]绝不会推进到命题之外;相反,三段论推理和论述的详尽结合则属于推论思考。因此,信念乃是对始终处于相同状态的事物在最初结合中不带论述的普遍认识,以及对可能存在且时而处于不同状态的事物伴随或不伴随论述的认识。而推论思考乃是灵魂的理性展开,是灵魂在可知物之间从一者向另一者的普遍认知性与批判性过渡,是伴随着结合与分割的现实活动,是从在先之物向在后之物的推进,以及两极的联结,并通过插入中项来揭示和论证它们彼此具有何种关系。因为借由它,我们认识存在者之间的共通性与相异性,进行判断和探求,捕获真实或非真实;因为推论思考无非就是三段论推理。它要么探讨永恒之物并阐明原因——这是科学知识和观照,采纳必然且真实的前提,并将需要论证的前提(例如点是没有部分的)从自身引入以生成知识,而将不证自明的前提(例如神是善的等类似前提)从理智引入;要么探讨具有可变基底的事物并产生诸种技艺;要么关涉人事与城邦事务,在其中寻求崇高并谋求益处,从而产生实践智慧。此外,科学知识乃是伴随原因的、关于普遍且始终处于相同状态者的认识;技艺乃是伴随道理的、关于具有可变基底者的认识,或是伴随表象依循路径前行的品质;实践智慧乃是伴随正确道理的、关涉人类善恶的实践性品质,而关于这些善恶才存在审慎。因为个别试炼是对单一事物的无理性认识;经验是对多数事物不带原因的认识,或是对屡次以同样方式被见到的事物的无理性记忆与守持。科学知识的生成因是理智与推论思考;技艺的生成因是理性的信念与推论思考;试炼的生成因是感觉;经验的生成因则是感觉、表象与无理性的信念;实践智慧的生成因则是良好的天赋本性,伴随着多重经验和探究的推论思考,以及对相同事物屡次向对立面转变的交往与观照。推论思考宛如一个织工,按照纬线与经线提供给他的方式织就织物,正因如此它既可能是真实的,也可能是虚假的。因为如果它从理智那里获得前提,就制成具有科学证明力的三段论;如果从信念获得,就制成辩证的三段论;如果从表象和感觉获得,就制成诡辩的三段论。信念和表象以同样的方式在真假两者之间摇摆不定。但理智和科学知识始终是真实的,固有感觉对象的感知、依循道理的技艺以及实践智慧也是如此。在五种认知能力中,单纯的是理智、表象和感觉;复合的则是截至命题为止的信念,以及超出命题的推论思考。因为理智与感觉作为最高端与最低端,产生的是单纯、不占时间且超越理性论述的认识与现实活动。因为感觉在时间之外直接切入感觉对象,每一种感觉在固有对象上完全不需要教授者来告知落入其中的乃是此物,而是一旦触及便同时感知到真理,正如视觉一下子接触到白色,便立即在没有欺罔、无需推论的情况下认出了它,不再进一步深究。因此,理智同样也是以这种方式把握概念项和共通观念的,例如“此物是动物,或是人,或是实体”,以及“与同一样事物相等的诸事物彼此也相等”。因为概念项以及单纯的语词即十个范畴乃是理智的发现,正因如此理智通常并不进行合成(因为这乃是推论思考或信念的职能),除非仅在共通公理之中。

语法注3 条
  1. 4.3.3ὅπως πρὸς ἄλληλα σχέσεως ἔχουσι

    间接疑问从句作为名词性从句充当后置动作名词(φανέρωσις καὶ ἀπόδειξις)的宾语。动词 ἔχω 与方式副词 ὅπως 以及关涉属格 σχέσεως 连用,表达“彼此之间处于何种关系状态”。

  2. 4.3.3ὡς ἂν ἡ κρόκη καὶ ὁ στήμων αὐτῷ χορηγήσαιεν

    由 ὡς 与 ἄν 及潜势希求法动词 χορηγήσαιεν 构成的比较条件从句,意为“按照纬线与经线可能提供给他的方式”,表达了织就的产物依赖于原料供给的普遍潜在条件。

  3. 4.3.3πέντε δ’ οὐσῶν δυνάμεων γνωστικῶν

    属格绝对结构,提出整体集合(“认知能力共有五种”),为后文 ἁπλαῖ μέν 与 σύνθετοι δέ 的并列对偶划分提供了总括框架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:121.33-123.2