- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:120.21-121.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚斯对比了理智的普遍思想与表象的个别形象化,考察了表象分别与理性和感觉协作时的性质,分析了感觉产生错误的各种原因(距离、媒质、器官等),探讨了表象源自光(phaos)的词源,并阐明了表象与感觉的个别认识同信念所包含的普遍命题结合之间的差异。
ὅθεν τὸ μὲν νόημα τοῦ νοῦ διὰ τὸ ἀσχημάτιστον καὶ ἀμόρφωτον κατὰ τὸν ἐξῃρημένον τῆς ἰδέας τοῦ κύκλου λόγον1 γενόμενον παντὶ κύκλῳ ἐφαρμόσαι δύναται· τὸ μέντοι φάντασμα τὸ γενόμενον τοῦ κύκλου οὐκέτι παντὶ δυνατὸν ἐφαρμόσαι· πάντως γὰρ μετά τινος ποσοῦ μεγέθους γέγονεν, ὃ οὐχ οἷόν τε παντὶ κύκλῳ ἐφαρμόσαι. ἡ μὲν οὖν τῷ λόγῳ συνεργοῦσα φαντασία, ἅτε δὴ χείρων οὖσα τοῦ λόγου, τὰ ὑπ’ ἐκείνου, ὅπερ εἶπον, ἀπαθῶς καὶ ἀμερῶς νοούμενα καὶ μερίζει καὶ μετὰ τύπων καὶ μορφῶν νοεῖ· διὸ καὶ ἐπιθολοῖ τὸν νοῦν, καθαρὰς αὐτοῦ τὰς ἐνεργείας γενέσθαι μὴ συγχωροῦσα. ἡ δὲ ἄλογος φαντασία, φημὶ δὴ ἡ τῇ αἰσθήσει συνεργοῦσα καὶ παρ’ αὐτῆς τὰς ἀρχὰς τῆς οἰκείας ἐνεργείας δεχομένη, ἐπειδὴ κρείττων ἐστὶ τῆς αἰσθήσεως, τὰ ἐκείνῃ μεριστῶς γνωσθέντα καὶ παθητῶς ἀμερῶς φαντάζεται αὕτη καὶ ἀπαθῶς. ἔστι δὲ καὶ ψευδὴς καὶ ἀληθὴς φαντασία· ἐπεὶ γὰρ κίνησιν αὐτὴν αἰσθήσεως τῆς κατ’ ἐνέργειαν ὡρισάμεθα, ὡς ἂν ἡ αἴσθησις ἕξοι, οὕτω καὶ ἡ φαντασία. τῆς οὖν αἰσθήσεως ἀληθευούσης μὲν ἐν τοῖς ἰδίοις καὶ σφαλλομένης ἢ οὐδαμῶς ἢ ἐλάχιστον, ψευδομένης δὲ ἐν τοῖς κατὰ συμβεβηκός τε καὶ κοινοῖς, καὶ ἡ φαντασία οὕτως ἕξει· ψεύσεται μὲν ἐν τοῖς ἄλλοις, ἀληθεύσει δὲ ἐν τοῖς ἰδίοις. ὡς γὰρ ἂν τυπωθείη ὑπὸ τῆς αἰσθήσεως, οὕτως ἔχοι. συμβαίνει δὲ ψεύδεσθαι τὴν αἴσθησιν κἀν τοῖς ἰδίοις αἰσθητοῖς διὰ τὴν παρὰ μικρὸν διαφοράν, οἷον ὅταν τὸ πράσινον ἢ τὸ ἁλουργὸν μέλαν ὁρᾷ, ἢ ὅταν δύο ἀγγείων γάλακτος κειμένων καὶ ἐμβληθείσης ἐν τῷ ἑτέρῳ σταγόνος αἵματος ὁμοίως λευκὰ ἀμφότερα ὁρᾷ ἡ ὅρασις, οὐ δυναμένη τὴν παρ’ ἐλάχιστα διαφορὰν διαγνῶναι. καθόλου δὲ ἐν πᾶσι τοῖς αἰσθητοῖς τὸ ἀληθεύειν ἢ ψεύδεσθαι συμβαίνει ἢ παρὰ τὴν ποιὰν σχέσιν2 τοῦ αἰσθητοῦ πρὸς τὸ αἰσθητήριον, ὡς ἐπὶ τοῦ τραχήλου τῆς μελαίνης περιστερᾶς τῆς ἐν ἡλιακῷ ἑστώσης· ἢ παρὰ τὴν ἀπόστασιν, ὡς ὅταν τὰ εὐθύγραμμα πόρρωθεν κύκλους ὁρῶμεν καὶ τὰ χρώματα μελάντερα, ὥσπερ καὶ τὰ σφαιρικὰ δισκοειδῆ καὶ τὰ μεγάλα μικρά, καὶ ἵστασθαι τὰ κινούμενα, καὶ τὸν κύκλον εὐθεῖαν· ἢ παρὰ τὸ μεταξύ, ὡς τὴν καθ’ ὑδάτων κώπην κεκλασμένην ὁρῶμεν καὶ τὰ πυρώδη διὰ καπνοῦ ἢ ὁμίχλης φαινόμενα αἱματώδη δοκεῖ· ἢ παρ’ αὐτὸ τὸ αἰσθητήριον, ὡς ὅταν ἐμφράξεως ἐν τῷ ὀπτικῷ νεύρῳ γινομένης κωνώπια ἔξωθεν δοκῇ ὁρᾶν, ἢ ἐρυθρὰ ἢ ὠχρὰ τὰ ἔξωθεν διὰ τὸν ἐπικείμενον ἐν τῷ ὀπτικῷ μορίῳ χυμὸν τοιοῦτον ὄντα, ἢ ὅταν διπλᾶ δοκῶμεν ὁρᾶν παραστρέψαντες τὸν ἕτερον τῶν ὀφθαλμῶν τῷ δακτύλῳ. εἰ δὲ καὶ παρὰ φαῦλον τὸ περὶ ὀνομάτων φιλοσοφοῦσι πραγματεύεσθαι, ἡμεῖς γε ἀλλ’ ὅσον καὶ κατὰ πάρεργον περὶ τῆς παραγωγῆς τοῦ τῆς φαντασίας ὀνόματος εἴπωμεν. ἐπεὶ γὰρ γένεσις μὲν φαντασίας αἴσθησις, τιμιωτάτη δὲ αἰσθήσεων ὅρασις, φωτὸς δὲ ἀντίληψις ὅρασις, ἀναποδίζων ὁ λόγος παρὰ φωτὸς τὴν φαντασίαν ἐκλάμψαι διισχυρίζεται, 〈ὅτι〉 φαοστασία τις οὖσα3 καὶ τῶν φανέντων στάσις καὶ ὑπηρέμησις. περὶ μὲν οὖν φαντασίας τί ἐστι καὶ διότι ἐστὶν εἰρήσθω ἐπὶ τοσοῦτον. (Ἡ δὲ δόξα καταγίνεται περὶ τὸ καθόλου τὸ πρώτως ἐν τοῖς αἰσθητοῖς, οἷον ὅτι πᾶν λευκὸν διακριτικὸν ὄψεως, πᾶσα χιὼν λευκή, πᾶς ἄνθρωπος δίπους· ἡ αὐτὴ δὲ καὶ ἀναγκαία καὶ ἄμεσος πρότασις καὶ ἀναπόδεικτος. ἔτι γε μὴν καὶ τὰ τῶν διανοητῶν σύμπαντα τὰ ἄνευ λόγου δόξης ἐστίν. ὅτι μὲν γὰρ ἡ ψυχὴ ἀθάνατος ὁ δοξάζων οἶδε, διότι δ’ οὔ (ἑτέρῳ γὰρ παρῆκε τῷ ἐπιστήμονι)· καὶ διανοίας τοῦτό γε. καὶ ὅσοις τῶν συλλογισμῶν τὰ συμπεράσματα μὴ διὰ μέσου ἀναγκαίου συνάγεται, αἵ τε προτάσεις ἔνδοξοι καὶ τὸ συμπέρασμα, οἷον ὁ ἄνθρωπος γελαστικὸν ἢ χερσὶ χρώμενον, τὸ δὲ τοιοῦτον ζῶον, ὁ ἄνθρωπος ἄρα ζῶον. τάς τε προτάσεις πάσας τῆς ἐνδεχομένης ὕλης δόξης θείη ἄν τις, οὐκ ἐπιστήμης. ἡ μὲν οὖν φαντασία καὶ ἡ αἴσθησις ὥσπερ λέγονται μερικαὶ γνώσεις, οὕτω καὶ εἰσὶ καὶ καθ’ ὅρους μόνον βεβήκασι4 καὶ ἄνευ συνθέσεως ἐν ἑνὶ τῷ ὑποκειμένῳ ἱστάμεναι· καθόλου δὲ καὶ ἐν συνθέσει κατηγορουμένου καὶ ὑποκειμένου ἡ δόξα.
因此,理智的思想内容由于不具形象且没有外形,按照圆之理念的超越定义而生成,因而能够适用于每一个圆;然而生成的圆之表象像却不再能够适用于每一个圆;因为它完全是伴随着某种量的大小而生成的,而这绝不可能适用于每一个圆。因此,与理性相协作的表象,既然确实低于理性,就将理性不具受动且不可分割地理解的事物(如我所说)加以分割,并伴随着印模和形状来理解;由此它也混浊了理智,不容许理智的现实活动保持纯粹。而无理性的表象,我指的是与感觉相协作并从感觉那里接收自身现实活动开端的表象,既然优于感觉,它自身就不可分割且不具受动地表象那些被感觉以可分和受动的方式所认识的事物。表象既有虚假的,也有真实的;因为既然我们将它定义为现实态感觉的运动,感觉处于何种状态,表象也就处于何种状态。因此,鉴于感觉在固有感觉对象上是真实的,完全不犯错或者犯错最少,而在附带属性和共通感觉对象上是虚假的,表象也将如此:在其他对象上将是虚假的,而在固有感觉对象上将是真实的。因为感觉如何将之塑形,它便如何呈现。然而,即便在固有感觉对象上,感觉也往往由于微小的差异而发生虚妄,例如当它把绿色或海紫色看成黑色时,或者当两器皿的牛奶放置在一起,而其中之一滴入了一滴血液时,视力无法辨别这极微小的差异,而把二者同样看成白色的。普遍而言,在所有感觉对象中,真实或虚假的发生,要么是由于感觉对象与感觉器官的某种特定关系(如在日光下伫立的黑鸽的颈部那样);要么是由于距离(如我们从远处将直线图形看作圆,将色彩看作更深暗,正如将球形之物看作扁盘状,将大物看作小物,将运动之物看作静止,将圆弧看作直线那样);要么是由于媒质(如我们将水下的桨看作折断的,而透过烟或雾显现的火光之物看似血红那样);要么是由于感觉器官本身(如视神经发生阻塞时看似从外部看见蚊虫,或者由于覆盖在视觉部位的体液具有如此性质而使外部事物看似发红或发黄,或者用手指将其中一只眼睛拨偏时看似看见双重影像那样)。即使对于从事哲学的人来说探讨名称是微不足道的小事,我们至少也作为附带之论,来谈谈“表象”这一名称的词源引申。因为既然表象的生成因是感觉,而感觉中最高贵的是视觉,视觉是对光的把握,那么这一论述通过溯源断言,表象是从光(phaos)中发散辉映出来的,它乃是某种“光之静止”(phaostasia),是显现之物的停驻与安歇。关于表象是什么以及为何存在,就说到这里为止。(然而信念乃是关乎首先存在于感觉对象中的普遍者,例如“凡白色物皆能分疏视线”、“凡雪皆白”、“凡人皆是两足的”;这也是必然的、无中介的且不可论证的前提。此外,没有证明论述的推论思想对象的总和也都属于信念。因为持有信念的人知道灵魂是不死的这一事实,却不知其原因——因为他把这一点让渡给了另一个人即具有科学知识的人;这也属于推论思考。而且在所有其结论并非通过必然中项引出的三段论中,前提和结论都是通行的意见,例如“人是能发笑的或能使用双手的,具有这种性质者是动物,因此人是动物”。凡关乎偶然质料的前提,人们都会将其归入信念而非科学知识。因此,表象与感觉正如它们被称为个别的认识一样,实际上也是如此,它们仅立足于概念项自身,无须结合而停留于单一基底之中;相反,信念则是普遍的,存在于谓词与主词的结合之中。)
- 4.3.3κατὰ τὸν ἐξῃρημένον τῆς ἰδέας τοῦ κύκλου λόγον
完成时被动分词 ἐξῃρημένον 作定语修饰 λόγον,取脱离了质料与具体限制的“超越的”之意。属格短语 τῆς ἰδέας τοῦ κύκλου 依附于 λόγον,构成框形结构,意为“按照圆之理念的超越定义”。
- 4.3.3παρὰ τὴν ποιὰν σχέσιν
介词 παρά 加宾格在此表示原因(“由于……”、“起因于……”)。以此句开头,后文接续的四个带有 παρά 的介词短语(παρὰ τὴν ἀπόστασιν、παρὰ τὸ μεταξύ、παρ’ αὐτὸ τὸ αἰσθητήριον)呈并列结构,全面列举了导致感觉产生错误(ψεύδεσθαι)的外在与内在原因。
- 4.3.3φαοστασία τις οὖσα
在由主句动词 διισχυρίζεται(“断言”)统辖的从属从句中,此分词短语作主语表象的表语说明。作为对 φαντασία 的词源学解释,作者提出了由 φάος(光)和 στάσις(静止)复合而成的造词 φαοστασία,并紧接着用 τῶν φανέντων στάσις καὶ ὑπηρέμησις(显现之物的停驻与安歇)对其含义作出了进一步阐释。
- 4.3.3καθ’ ὅρους μόνον βεβήκασι
完成时动词 βεβήκασι(源自 βαίνω)与介词短语 καθ’ ὅρους(“仅基于概念项/名词”)结合,意为“仅立足于概念项自身”。它与下文的 ἄνευ συνθέσεως(无须结合)相呼应,并与信念的“在谓词与主词的结合中(ἐν συνθέσει κατηγορουμένου καὶ ὑποκειμένου)”形成对照,表明感觉与表象属于命题判断之前非复合的个别认识。
