- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:119.8-120.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚斯通过太阳在感觉中显现为一尺与在信念中大于大地的悖论,驳斥了表象是感觉与信念之结合的观点,进而将表象定义为“由现实态的感觉所产生的运动”,并阐述了表象在非理性动物与人类中(与实践理智和理论理智的协作)的作用。
οὐ γὰρ ἂν εἰ ἡ ἑτέρα μὲν εἴη τοῦ λευκοῦ, οἷον ἡ αἴσθησις, ἡ ἑτέρα δὲ ἑτέρου τινός, οἷον τοῦ γλυκέος, ἡ δόξα ἐκ τῆς τοῦ λευκοῦ αἰσθήσεως καὶ τῆς δόξης τοῦ γλυκέος συμπλεκομένων γένοιτο ἂν λευκοῦ φαντασία·1 πῶς γὰρ ἂν ἡ τοῦ γλυκέος δόξα εἰς γένεσιν τῆς τοῦ λευκοῦ φαντασίας συνοίσει; δεῖ οὖν ἑνὸς εἶναι καὶ τοῦ αὐτοῦ τήν τε αἴσθησιν καὶ τὴν δόξαν, ἐξ ὧν ἡ φαντασία γενήσεται. εἰ δὲ τοῦτο, ἐπείπερ τῷ γεωμέτρῃ αἰσθήσει μὲν ποδιαῖος ὁ ἥλιος φαίνεται, δοξάζεται δὲ εἶναι μείζων τῆς οἰκουμένης, εἴπερ ἡ φαντασία ἀπὸ δόξης πέπλεκται καὶ αἰσθήσεως, τὰ ἐναντία συμβήσεται. αἰσθόμενος γὰρ αὐτοῦ ποδιαίου καὶ φαντάσεται ἄρα ὅτι ποδιαῖός ἐστιν· ἀλλὰ μὴν [ὅτι] καὶ μείζονα πάσης τῆς οἰκουμένης τὸν αὐτὸν φαντασθήσεται διὰ τὸ δοξάζειν οὕτως. ἅμα ἄρα ἀληθῶς καὶ ψευδῶς δοξάζει καὶ φαντάζεται, ὅπερ ἀδύνατον. ἢ οὖν ἡ αὐτὴ μένουσα δόξα πείσεται τὰ ἐναντία, ἢ εἰ μὴ τοῦτο ἐγχωρεῖ, ἀνάγκη ὁπηνίκα φαντάζηται ποδιαῖον τὸν ἥλιον, ἀποβαλεῖν τὴν προτέραν δόξαν ἣν εἶχεν ἀληθῆ περὶ αὐτοῦ καὶ ἑτέραν μεταλαβεῖν ψευδῆ. ἀλλ’ εἰ μετέβαλε τὴν προτέραν δόξαν, ἀνάγκη πᾶσα, ἢ τοῦ πράγματος μεταβαλόντος αὐτοῦ τοῦ ἡλίου, ἢ αὐτοῦ μεταπεισθέντος ἢ ἐπιλαθομένου τοῦτο συμβέβηκεν· ἀλλὰ μὴν οὔτε τὸ πρᾶγμα μετέβαλεν οὔτε μετεπείσθη οὔτ’ ἐπελάθετο· οὐκ ἄρα οὐδὲ τὴν δόξαν μετέβαλεν. εἰ δὲ μὴ τοῦτο, πέπεισται δὲ ὅτι πολλαπλασίων τῆς γῆς, φαντάζεται δὲ καὶ ὅτι ποδιαῖος, ἀνάγκη ἄρα ἐν τῷ αὐτῷ καὶ ψευδῆ καὶ ἀληθῆ αὐτόν, ὥσπερ εἴρηται, δοξάζειν. οὐκ ἄρα συμπλοκὴ δόξης καὶ αἰσθήσεως ἡ φαντασία. Τί οὖν ἐστιν, εἴπερ μὴ ἕν τι τούτων μήτ’ ἐκ τούτων; εἰ μὲν οὖν ἀδύνατον ἦν τὸ κινούμενον ὑφ’ ἑτέρου καὶ αὐτὸ κινεῖν ἕτερον, ἄδηλον 〈ἂν〉 ἦν ὅ τί ποτε οὖσα τυγχάνει ἡ φαντασία. ἐπεὶ δ’ ἐνδέχεται (κινεῖ γὰρ ἡ ψυχὴ τὴν φύσιν καὶ αὕτη τὴν χεῖρα, ἡ δὲ τὴν βακτηρίαν καὶ αὕτη τὴν θύραν κἀκείνη ἴσως ἄλλο τι), ἡ δὲ φαντασία γοῦν κίνησίς τις δοκεῖ εἶναι καὶ οὐκ ἄνευ αἰσθήσεως γίνεσθαι ἀλλ’ αἰσθανομένοις καὶ ὧν αἴσθησις, εἴη ἂν αὕτη κίνησις ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως γινομένη. φανερὸν οὖν ὡς οὐκ ἄλλοις ὑπάρχει ἢ οἷς καὶ αἴσθησις· ἀδύνατον γὰρ ὧν μηδέποτε αἴσθησιν ἐλάβομεν φαντασθῆναι· οἱ γοῦν ἐκ γενετῆς τυφλοὶ χρωμάτων οὐκ ἄν ποτε λάβοιεν φαντασίαν, καὶ τὰς περὶ τῶν νοητῶν φαντασίας ἐκ χρωμάτων καὶ σχημάτων συντέθεικεν ἡ διάνοια ὧν αἰσθήσει κατέλαβε. δέδωκε δὲ τοῖς ζώοις ταύτην ἡ φύσις, ἵνα κατ’ αὐτὴν πολλὰ καὶ ποιήσῃ καὶ πάθῃ· καὶ γὰρ ὁρμῆς καὶ φόβου καὶ ἔρωτος αἴτιον αὐτοῖς ἡ φαντασία ποιητικόν. καὶ τὰ μὲν ἄλογα πάντα κατ’ αὐτὴν πράττει ἅτε νοῦν μὴ ἔχοντα μηδέ τι αὐτῆς τελειότερον· πολλάκις γοῦν ἐν γραφαῖς τεθεαμένα τι ἐπῆλθον· τὰ δὲ λογικὰ νοῦ μετέχοντα οὐ πάντα κατὰ φαντασίαν ποιεῖ. ὅμως μέντοι ὁ ἄνθρωπος ὧν ποιεῖ τὰ πλεῖστα κατὰ φαντασίαν ποιεῖ, καὶ μάλιστα ὅταν ἐπικαλύπτηται τὸν νοῦν πάθει, οἷον νόσῳ ἢ ὕπνῳ. καὶ ἀγαπητὸν κἂν πρὸς βραχὺ ταύτης ἀπαλλαγῆναι τῷ εἰς ἄκρον φιλοσοφίας ἐληλακότι· ὅθεν καὶ ἐν τῷ Φαίδωνι τὸ ἔσχατον τῶν ἀπὸ τοῦ σώματος συμβαινόντων ἡμῖν κακῶν τὴν φαντασίαν ὁ Πλάτων ἐτίθετο, ἐπειδὴ καὶ μετὰ τὸ σχολάσαι ἂν τὴν ψυχὴν ἀπὸ τῶν τοῦ σώματος φροντίδων αὕτη παρενοχλοῦσα οὐκ ἐᾷ καθαρὰς τὰς νοήσεις ποιεῖσθαι.2 καὶ δὴ ὅταν ἀπὸ τοῦ λόγου τὰς ἀρχὰς ἔχῃ, κἀκείνῳ συνεργοῦσα τὰ ἐκεῖθεν ἀμερῶς νοούμενα μορφοῦσα καὶ σχηματίζουσα μεριστὰ ποιεῖ καὶ διαστατά, τοῦ νοῦ ἀμερίστως νοοῦντος τὰ μεριστὰ καὶ τὰ ἐσχηματισμένα ἀσχηματίστως. ὁ μὲν γὰρ πρακτικὸς νοῦς, καίτοι περὶ μερικὰ βουλευόμενος, λέγει τυχὸν ὅτι δεῖ εἰς τὸ Βυζάντιον ἀπελθεῖν, καὶ ἄνευ φαντασίας τὴν ἐν λόγῳ θεωρουμένην πόλιν ἐνόησεν· ἡ δὲ φαντασία εὐθὺς ἀνέπλασε καὶ σχῆμα καὶ τύπον. ἐπὶ δὲ τοῦ θεωρητικοῦ ὁ μὲν νοῦς ἁπλῶς τὸν εἰδητικὸν τοῦ κύκλου λόγον θεωρεῖ ὅτι ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, ἔχον τὰς ἀπὸ τοῦ κέντρου ἴσας· ἡ δὲ φαντασία εὐθὺς ἐσχημάτισε καὶ ποσόν τινα κύκλον ἐνόησεν.
因为假若其中一种力量如感觉是关于白色的,而另一种力量——信念——是关于某种别的事物如甜味的,那么由白色的感觉与甜味的信念相结合,绝不可能生成白色的表象;因为甜味的信念怎能有助于生成白色的表象呢?因此,表象将从之生成的感知与信念,必须是关于同一种事物的。然而如果是这样,鉴于对几何学家而言,太阳通过感觉显现为一尺大小,但被认为大于有人居住的大地,倘若表象是由信念与感觉结合而成,相反的结论就将随之发生。因为既然感知到太阳是一尺大小,他也就会表象出它是一尺大小;然而,由于如此认为,他也将表象出同一事物大于整个人类居住的大地。因此,他同时真实地又虚假地形成信念并产生表象,而这是不可能的。所以,要么保持不变的同一信念将承受相反的状态;要么,如果这不被允许,那么当他表象太阳为一尺大小时,就必然已经抛弃了他关于太阳所持有的先前真实的信念,而采纳了另一个虚假的信念。然而如果他改变了先前的信念,就完全必然是由于事物即太阳本身发生了变化,或者由于他被重新说服,或者由于他遗忘了,这件事情才发生;但是,事物既未变化,他也没有被重新说服,更没有遗忘;因此,他也并未改变信念。但若非如此,既然他确信太阳是地球的许多倍,却又表象出它是一尺大小,那么如前所述,他必然在同一时刻既虚妄地又真实地形成信念。因此,表象并不是信念与感觉的结合。 那么,如果它既不是这些单一力量中的某一种,也不是由它们结合而成的,它究竟是什么呢?如果被他物推动之物不可能自身又推动他物,那么表象究竟是什么原本就是不清楚的。但既然这是可能的(因为灵魂推动自然,自然推动手,手推动手杖,手杖推动门,门或许又推动别的事物),而且表象至少似乎是某种运动,并且并非没有感觉而生成,而是生成于那些正在感觉者之中,且关乎感觉所针对的对象,那么表象就应当是由现实态的感觉所产生的运动。由此显而易见,表象不属于感觉所不属于的任何其他存在者;因为对于我们从未获得感觉的事物,产生表象是不可能的;先天盲人绝不可能获得色彩的表象,而推论思考乃是从它通过感觉所把握的色彩与形状中,合成了关于可知事物的表象。自然将这一能力赋予动物,以便它们依据它行动并承受许多事物;因为表象是它们冲动、恐惧和情欲的致动原因。没有理性的动物完全依据表象行事,因为它们既没有理智,也没有任何比表象更完满的东西;往往它们在画作中看见某种东西便扑上前去;然而分有理智的理性存在者并不全依表象行事。然而尽管如此,人所做的大部分事情依然是依照表象来做的,特别是当理智被疾病或睡眠等感受所遮蔽之时。对于达到了哲学顶峰的人来说,即便短暂地摆脱这一能力也是值得庆幸的;因此柏拉图在《斐多篇》中也将表象列为由肉体降临于我们的灾难中最深重者,因为即便在灵魂摆脱了肉体的烦忧之后,表象仍在此扰攘,不允许它进行纯粹的理智直观。确实,当表象从理性获得其开端并与之协作时,它通过赋形和构设,将从理性那里不可分割地被理解的事物造成为可分的和具有延展性的,而理智则是不可分地理解可分之物、无形象地理解具象之物。因为实践理智虽然在审议个别事物,例如或许说必须前往拜占庭,并且无须表象便理解了在理性言辞中被观照的城邦;但表象立刻重构出形状与印象。而在理论理智方面,理智单纯地观照圆的形式定义,即圆是由一条线所包围的平面图形,其由中心引出的各线均相等;而表象立刻将之构设出形象,并理解了一个具有特定大小的圆。
- 4.3.3οὐ γὰρ ἂν εἰ ἡ ἑτέρα μὲν εἴη τοῦ λευκοῦ, οἷον ἡ αἴσθησις, ἡ ἑτέρα δὲ ἑτέρου τινός, οἷον τοῦ γλυκέος, ἡ δόξα ἐκ τῆς τοῦ λευκοῦ αἰσθήσεως καὶ τῆς δόξης τοῦ γλυκέος συμπλεκομένων γένοιτο ἂν λευκοῦ φαντασία
句子的核心骨架是带有双重 ἄν 的潜在希求法主句(οὐ γὰρ ἂν... γένοιτο ἂν λευκοῦ φαντασία,“白色的表象绝不可能生成”),其中嵌套了条件从句 εἰ ἡ ἑτέρα μὲν εἴη... ἡ ἑτέρα δέ...。介词短语及分词结构 ἐκ τῆς τοῦ λευκοῦ αἰσθήσεως καὶ τῆς δόξης τοῦ γλυκέος συμπλεκομένων 修饰动词 γένοιτο ἄν。
- 4.3.3ἐπειδὴ καὶ μετὰ τὸ σχολάσαι ἂν τὴν ψυχὴν ἀπὸ τῶν τοῦ σώματος φροντίδων αὕτη παρενοχλοῦσα οὐκ ἐᾷ καθαρὰς τὰς νοήσεις ποιεῖσθαι
在 μετὰ τὸ σχολάσαι ἂν τὴν ψυχὴν 中,小词 ἄν 与介词 μετά 后带冠词的不定词连用,赋予了潜在或假设的意味(“即使灵魂得以解脱”)。αὕτη 指代表象(φαντασία),作为主动词 οὐκ ἐᾷ 的主语,支配不定词 ποιεῖσθαι,παρενοχλοῦσα 为伴随分词。
