← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§118.1-119.8

表象与感知知识等其他认识能力的区别

索福尼亚斯论证了表象既不与感觉、科学知识、理智或信念相同一,也进而阐明表象不可能由感觉与信念结合而成。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.3#3

καίτοι γε τοῦτο ἤδη καὶ αὐτόθεν οἶμαι δῆλον τῷ μὴ παρέργως τῆς διαιρέσεως ἐπαΐοντι, ὅ τί τε ἕκαστον καὶ οἷστισιν ἀλλήλων κοινωνοῦσι καὶ διαφέρουσι· τῆς ἀκριβείας γοῦν τῆς ἐπιστημονικῆς χάριν τὰ ἑπόμενα προστεθήσονται. ὅτι μὲν οὖν ἑτέρα φαντασία αἰσθήσεως ἀνωτέρω διώριστο· οὐδὲν δ’ ἧττον καὶ νῦν δηλωθήσεται. εἰ δή ἐστιν ἡ φαντασία, καθ’ ἣν φάντασμά τι ἡμῖν γίνεται, καὶ μὴ εἴ τι κατὰ μεταφορὰν λέγομεν, μία τίς ἐστι τούτων δύναμις ἢ ἕξις, καθ’ ἣν κρίνομεν καὶ ἀληθεύομεν ἢ ψευδόμεθα. τοιαῦτα δέ ἐστιν αἴσθησις, δόξα, ἐπιστήμη, νοῦς. ὅτι μὲν οὖν οὐκ ἔστιν αἴσθησις δῆλον ἐκ τῶνδε. αἴσθησις μὲν γὰρ πᾶσα ἤτοι δύναμις ἢ ἐνέργεια, οἷον ὄψις καὶ ὅρασις, φαίνεται δέ τι καὶ μηδετέρου τούτων ὑπάρχοντος, οἷα τὰ ἐν τοῖς ὕπνοις· τὰ γὰρ ἐν τοῖς ὀνείρασι χρώματα οὔτε τῆς δυνάμεως οὔτε τῆς ἐνεργείας ὁράματα ὄψεως, ἀλλὰ μόνης φαντασίας. ἔτι αἴσθησις μὲν ἡ κατὰ δύναμιν ἀεὶ πάρεστι τοῖς ζῴοις, φαντασία δ’ οὔ. ἕτερον δὲ καὶ τῆς ἐνεργείας· εἰ δ’ οὖν,1 πᾶσιν ἂν ἐνδέχοιτο τοῖς θηρίοις φαντασίαν ὑπάρχειν· δοκεῖ δ’ οὔ. ἔπειτα οὐδὲ λέγομεν, ὅταν ἐνεργῶμεν ἀκριβῶς περὶ τὸ αἰσθητόν, ὅτι φαίνεται τοῦτο ἡμῖν ἄνθρωπος· ἀλλὰ μᾶλλον ὅταν μὴ ἐναργῶς αἰσθανώμεθα, τότε ἢ ἀληθὴς ἢ ψευδής·2 καὶ ὅπερ δὴ ἐλέγομεν πρότερον, φαίνεται καὶ μύουσιν ὁράματα. ἀλλὰ μὴν οὐδὲ τῶν ἀεὶ ἀληθευόντων οὐδεμία ἔσται, οἷον ἐπιστήμη ἢ νοῦς· ἔστι γὰρ φαντασία καὶ ψευδής. λείπεται ἄρα ἰδεῖν εἰ τῇ δόξῃ ταὐτόν· γίνεται γὰρ δόξα καὶ ἀληθὴς καὶ ψευδής. ὅτι δὲ ἑτέρα, γνοίη ἄν τις ἐντεῦθεν· τοῦτο μὲν γὰρ τὸ πάθος τὸ τῆς φαντασίας ἐφ’ ἡμῖν ἐστιν, ὅταν βουλώμεθα (πρὸ ὀμμάτων γὰρ ἔστι τι ποιήσασθαι, ὥσπερ οἱ ἐν τοῖς μνημονικοῖς τιθέμενοι καὶ εἰδωλοποιοῦντες· καὶ γὰρ ἀναμνησθῆναί τινος θέλοντες κινοῦμεν τοὺς τύπους, οὓς ἐκ τῆς αἰσθήσεως εἰλήφαμεν), δοξάζειν δὲ οὐκ ἐφ’ ἡμῖν, ἀλλ’ ἐν τοῖς πράγμασιν· ἀνάγκη γὰρ ἢ ψεύδεσθαι ἢ ἀληθεύειν. οὐ γὰρ εἰ θελήσαιμι δοξάσαι ὅτι μείζων μεγέθει ὁ μύρμηξ τοῦ λέοντος, δύναμαι ἄν ποτε τοῦτο δοξάσαι· φαντασίαν μέντοι τοιαύτην ἀναπλάσαι δυνατόν. ἀλλ’ οὐδὲ ἐπ’ ἐμοὶ τὸ συγκαταθέσθαι ὅτι τὰ δὶς δύο τέσσαρά ἐστιν· ἦν γὰρ ἂν καὶ τὸ μὴ συγκαταθέσθαι· νῦν δὲ βιάζεται τὸ φαινόμενον ἀληθὲς τὴν καταδοχήν, οἱ δὲ ἐν ταῖς ψευδοδοξίαις ψέγονται ὅτι τὴν ἀρχὴν ἠμέλησαν ἑαυτῶν. ἔτι δὲ ὅταν μὲν δοξάσωμεν δεινόν τι ἢ φοβερόν, εὐθὺς συμπάσχομεν, ὁμοίως δὲ καὶ ἐὰν ᾖ θαρραλέον· κατὰ δὲ τὴν φαντασίαν ὡσαύτως ἔχομεν ὥσπερ ἂν εἰ θεώμενοι ἐν γραφῇ τὰ δεινὰ ἢ θαρραλέα· τὸ γὰρ θαρρεῖν ἢ δειλιᾶν καὶ τὰ τῶν ζῴων ἄλογα οὐ μόνον τῆς ἐν αὐτοῖς φαντασίας τὸ πάθημα, ἀλλὰ διὰ τὴν ἐν ταύτῃ τοῦ ἡδέος συναίσθησιν καὶ συγκατάθεσιν ἢ λυπηροῦ.3 ἔτι δόξῃ μὲν ἕπεται πίστις (οὐκ ἐνδέχεται γὰρ οἷς δοκεῖ δοξάζοντα μὴ πιστεύειν),4 τῶν δὲ θηρίων οὐδενὶ ὑπάρχει πίστις, φαντασία δὲ ἐν πολλοῖς. ἔτι πίστει μὲν ἀκολουθεῖ τὸ πεπεῖσθαι, τῷ δὲ πειθώ, πειθοῖ δὲ λόγος· τῶν δὲ θηρίων ἐνίοις μὲν φαντασία ὑπάρχει, λόγος δὲ οὔ. τοῖς αὐτοῖς δὲ τούτοις καὶ διανοίας ἡ φαντασία καὶ νοῦ διακριθήσεται, δι’ ἃ καὶ τῆς δόξης. μήποτε δὲ ἀπὸ συμπλοκῆς αἰσθήσεως καὶ δόξης ἡ φαντασία τὴν γένεσιν ἔχει, ἐπεὶ μηδενὶ ταυτίζεται τῶν ἁπλῶν. οὐκ ἔστι δέ· εἰ γὰρ συμπλοκὴ δόξης καὶ αἰσθήσεως, ἀνάγκη δήπου περὶ ἓν εἶναι καὶ τὸ αὐτὸ τήν τε αἴσθησιν καὶ τὴν δόξαν, ἐξ ὧν συμπλεκομένων ἡ φαντασία γίνεται, καὶ μὴ ἄλλου μὲν εἶναι δόξαν ἄλλου δὲ αἴσθησιν· οἷον εἰ τοῦ λευκοῦ εἴη φαντασία, δεῖ δηλονότι τὴν δόξαν καὶ τὴν αἴσθησιν, ἐξ ὧν ἡ φαντασία τοῦ λευκοῦ γέγονε, περὶ ἓν καὶ τὸ αὐτὸ 〈τὸ〉 λευκὸν ἐνεργῆσαι.

然而,我认为对于非草率听闻这一划分的人来说,从这些本身就已显而易见:每一力量是什么,以及它们彼此在哪方面相通又在哪方面相异;不过,为了科学的精确性,接下来的论点仍将被补充说明。表象不同于感觉,这一点在前面已经界定;尽管如此,现在同样将予以阐明。如果表象确实是某种表象像借之在我们之中生成的能力,并且不是指我们按隐喻所说的情况,那么它乃是凭之进行评判、且或说真或说假的那些力量或状态之一。诸如此类的力量有感觉、信念、科学知识和理智。那么,它不是感觉,由下述论据便可明了。因为一切感觉要么是潜能,要么是现实态,例如视力与观看;然而即使这两者皆不存在时,也有某种事物显现,例如在睡眠中的情形;因为梦中的色彩既非视觉的潜能也非其现实态的所见之景,而仅仅属于表象。此外,处于潜能的感觉始终存在于动物之中,但表象则不然。它也不同于现实态的感觉;否则,表象就应当可能属于一切禽兽;但事实似乎并非如此。再者,当我们关于感知对象正在精确地活动时,我们并不说在我们看来这显现为一个人;反之,乃是当我们未能清晰地感知时,那时表象才或是真的或是假的;并且正如我们先前所言,对于闭上双眼的人,景象同样显现。但表象当然也不会是那些始终为真者中的任何一种,例如科学知识或理智;因为表象也有假的。因此,剩下的便是考察它是否与信念相同;因为信念也有真的和假的。但二者不同,人们可由此得知:因为表象的这种体验在我们愿意时是取决于我们的(因为有可能将某物置于眼前,正如在记忆术中安置事物并构想形象的人那样;因为当我们想要回忆某事时,便触动从感觉中所领受的印记);但形成信念却不取决于我们,而取决于事物本身;因为必然要么说假要么说真。因为即便我想要相信一只蚂蚁在体积上大过一头狮子,我也绝不可能相信这一点;然而,虚构出这样一种表象却是可能的。甚至赞同二乘二等于四也不由我决定;因为若由我决定,不予赞同原本也是可能的;但如今显现的真理强迫人予以接纳,而在虚妄信念中的人受到责备,则是因为他们一开始就忽视了自己。再者,当我们相信某事可怕或可畏时,我们立刻同感共受,同样地若那是令人振奋的事亦然;但对于表象,我们的状况就像是在一幅画作中观看那些可怕或令人振奋的事物一样;因为非理性动物也振奋或畏惧,这不仅是由于它们内部表象的感受,也是由于在此表象中对适意或痛苦之事的共同感知与赞同。此外,信念伴随着确信(因为怀有信念者不可能不相信其所认为的事),但确信不属于任何禽兽,表象却存在于许多禽兽之中。再者,被说服跟随确信,说服跟随被说服,话语与理性又跟随说服;而某些禽兽拥有表象,却不拥有话语与理性。正是由于这些相同的理由,表象也将与推论思考和理智相区分,如同它与信念相区分一样。那么,表象是否从感觉与信念的结合中产生呢?既然它与任何单一力量都并不同一。但这并不是;因为如果是信念与感觉的结合,那么由此二者结合而生成表象的感觉与信念,必然应当关于同一种事物,而不是这一关于此事物形成信念,那一关于另一事物进行感觉;例如若有关于白色的表象,显然生成白之表象的信念与感觉,必须关于同一事物即白色而活动。

语法注4 条
  1. 4.3.3εἰ δ’ οὖν

    承接前句表象亦不同于现实态感觉(ἕτερον δὲ καὶ τῆς ἐνεργείας)的省略条件句,意为“如果不相异的话”。它引导后接的虚拟主句 πᾶσιν ἂν ἐνδέχοιτο...。

  2. 4.3.3ἀλλὰ μᾶλλον ὅταν μὴ ἐναργῶς αἰσθανώμεθα, τότε ἢ ἀληθὴς ἢ ψευδής

    带有主谓省略的紧缩句。与前半句(ὅταν ἐνεργῶμεν... οὐδὲ λέγομεν ὅτι φαίνεται...)相对比,意为“反而是当我们未能清晰感知时[我们才如此说],那时[表象]才或是真或是假”,τότε 后隐含表象(ἡ φαντασία)等主语或谓语。

  3. 4.3.3τὸ γὰρ θαρρεῖν ἢ δειλιᾶν καὶ τὰ τῶν ζῴων ἄλογα οὐ μόνον τῆς ἐν αὐτοῖς φαντασίας τὸ πάθημα, ἀλλὰ διὰ τὴν ἐν ταύτῃ τοῦ ἡδέος συναίσθησιν καὶ συγκατάθεσιν ἢ λυπηροῦ

    宾格短语 τὰ τῶν ζῴων ἄλογα 充当带冠词不定式 τὸ θαρρεῖν ἢ δειλιᾶν 的逻辑主语,构成宾格加不定式结构(“非理性动物也鼓起勇气或恐惧”)。句末的 ἢ λυπηροῦ 与介词短语内的属格 τοῦ ἡδέος 并列(即 τοῦ ἡδέος ἢ λυπηροῦ),修饰 συναίσθησιν καὶ συγκατάθεσιν。

  4. 4.3.3οὐκ ἐνδέχεται γὰρ οἷς δοκεῖ δοξάζοντα μὴ πιστεύειν

    宾格分词 δοξάζοντα 充当不定式 πιστεύειν 的逻辑主语(“怀有信念者不去相信”)。与格关系代词 οἷς 融合了先行词,相当于 τούτοις ἅ,作 πιστεύειν 的与格补足语(“那些对他显现如此的事物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:118.1-119.8