- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:116.26-117.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在区分感觉与表象之后,作者将灵魂的认知力量分类并界定为五种(理智、推论思考、信念、表象、感觉),阐明了古代人关于这些机能在大脑各室的定位及记忆的功能,并引出随后对表象的论述。
ἀποκέκριται δὲ καὶ τῆς φαντασίας, ὅτι ἡ μὲν παρόντος ἡ δὲ καὶ ἀπόντος, καὶ ἡ μὲν ἐκτὸς ἡ δ’ ἐντὸς ἔχει τὸ γνωστόν. φανερὸν οὖν ἐντεῦθεν ὡς οὐδεμιᾷ τινι τῶν ἐντὸς καὶ γνωστικῶν δυνάμεων τῆς ψυχῆς ταὐτὸν αἴσθησις. Ἵνα δὲ καὶ τὰ λεχθέντα εὐκρινηθείη καὶ πρὸς τὰ ῥηθήσεσθαι μέλλοντα εὐθυπορῶμεν, δεῖ διελεῖν, τίνες καὶ πόσαι αἱ τῆς ψυχῆς δυνάμεις. τῶν γὰρ τῆς ψυχῆς δυνάμεων αἱ μὲν ζωτικαὶ καὶ ὀρεκτικαί, θυμός, ἐπιθυμία, βούλησις καὶ προαίρεσις, αἱ δὲ γνωστικαὶ καὶ κριτικαί· καὶ τούτων αἱ μὲν πρὸς τὰ ἐκτὸς ἀποτείνονται, αἱ δὲ ἔνδον ἔχουσι τὸ γνωστόν. αἱ μὲν οὖν πρὸς τὰ ἐκτὸς ἀποτεινόμεναι πρὸς μερικὸν ἀποτείνονται καὶ καλοῦνται αἰσθήσεις· μερικὸν γὰρ τὸ ἔξω κείμενον, τόδε τὸ χρῶμα καὶ ὅδε ὁ ψόφος. αἱ δὲ ἔνδον ἔχουσαι τὸ γνωστὸν λέγονται κοινότερον πᾶσαι νοήσεις· αὗται δὲ ἢ περὶ τὰ καθόλου εἰσὶν ἢ περὶ τὰ μερικά. ἡ μὲν οὖν περὶ τὰ μερικὰ καταγινομένη λέγεται φαντασία κυρίως καὶ παθητικὸς νοῦς· ἡ δὲ περὶ τὰ καθόλου λέγεται πάλιν κοινότερον νόησις, καθ’ ἣν τὸ φρονεῖν καὶ ἡ λογικὴ ζωή. αὕτη δὲ ἢ κρειττόνως1 ἐνεργεῖ ἢ κατὰ συλλογισμόν, ἢ οὐ κρειττόνως· εἰ μὲν οὖν κρειττόνως καὶ δίχα συλλογισμοῦ ἁπλαῖς ἐπιβολαῖς ἐπιβάλλει τοῖς πράγμασι, γίνεται ὁ κυρίως νοῦς ὁ κατ’ ἐνέργειαν λεγόμενος καὶ θεωρητικὸς καὶ καθ’ ἕξιν νοῦς. εἰ δὲ μὴ κρειττόνως ἐνεργοίη συλλογισμοῦ, καλεῖται κοινῷ ὀνόματι ὑπόληψις· αὕτη δὲ ἢ κατὰ συλλογισμὸν ἐνεργεῖ ἢ χείρων ἐστὶ τοῦ χρῆσθαι συλλογισμῷ. εἰ μὲν οὖν χείρων εἴη συλλογισμοῦ, καλεῖται δόξα· εἰ δὲ κατὰ συλλογισμὸν ἐνεργεῖ, καλεῖται διάνοια καὶ δυνάμει νοῦς. καὶ αὕτη ἢ περὶ τὰ νοητὰ καὶ ἀΐδια ποιεῖται τὴν διατριβὴν ἢ περὶ τὰ πρακτὰ καὶ πολιτικά. ἡ μὲν οὖν περὶ τὰ νοητὰ διατριβὴ καλεῖται ἐπιστήμη, ἡ δὲ περὶ τὰ πρακτὰ καὶ πολιτικὰ καλεῖται διάνοια, καθ’ ἣν τὸ φρονεῖν καὶ νοῦς πρακτικὸς καὶ τέχνη καὶ φρόνησις, ὥσπερ καὶ ἐπὶ τοῦ θεωρητικοῦ ἤτοι θεωρητικὸς νοῦς καὶ ἐπιστήμη ἢ διάνοια καθ’ ἣν αἱ ἐπιστῆμαι· καλοῦσι γὰρ πολλάκις καὶ τὴν μετὰ τοῦ συλλογισμοῦ περὶ τὰ νοητὰ τῆς ψυχῆς ἐνέργειαν θεωρίαν καὶ τὴν τοιαύτην δύναμιν θεωρητικὸν νοῦν. διαφέρει δὲ ὁ πρακτικὸς νοῦς τοῦ θεωρητικοῦ μόνῳ τῷ τέλει· τοῦ μὲν γὰρ ἀλήθεια, τοῦ θεωρητικοῦ, τοῦ δὲ τὸ ἀγαθόν, τοῦ πρακτικοῦ, τέλος· πρὸς γὰρ τὸ τῶν πολιτῶν χρήσιμον καὶ τέχνας καὶ τὰ ἄλλα πρακτὰ συλλογίζεται. διαφέρει δὲ κοινῶς καὶ τοῦ ἐνεργείᾳ νοῦ πᾶς ὁ δυνάμει νοῦς τῇ ὁδῷ.2 ὁ μὲν γὰρ δυνάμει νοῦς αὐτὸ τοῦτο ὃ λέγεται καὶ ποιεῖ· διανύει γὰρ ἐν τῇ θεωρίᾳ ὁδόν τινα ἀπὸ προτάσεων ἐπὶ συμπεράσματα· ὁ δὲ ἐνεργείᾳ νοῦς ἀεὶ ἕστηκεν ἄνευ τοῦ συλλογισμοῦ θεωρῶν. τοσαῦται καὶ αἱ γνωστικαὶ καὶ αἱ κριτικαὶ τῆς ψυχῆς δυνάμεις, καὶ οὐ πλείονες, νοῦς, διάνοια, δόξα, φαντασία καὶ αἴσθησις. διανενέμηνται δὲ ταῦτα τοῖς παλαιοῖς κατὰ τὸν ἐγκέφαλον οὕτω· κατὰ μὲν οὖν τὰς ἐμπροσθίους δύο κοιλίας αὐτοῦ τὸ φανταστικὸν ἐν ἀνθρώποις ἱδρῦσθαι λέγουσι, κατὰ δὲ τὴν μέσην τὸ διανοητικὸν καὶ δοξαστικόν, κατὰ δὲ τὴν ὀπίσθιον, ἣν καὶ ἐπικρανίδα καὶ παρεγκεφαλίδα καλοῦσί τινες, τὸ μνημονευτικόν, γνωστικῶν ἐνεργημάτων οἱονεὶ ταμεῖον καθεστηκός· ἃ γὰρ ἂν ἐκ τῆς αἰσθήσεως ἡ φαντασία λάβῃ καὶ κατάσχῃ παρ’ ἑαυτῇ, ταῦθ’ ἡ μνήμη διαδεξαμένη θησαυρίζει παρ’ ἑαυτῇ μενήμη τις οὖσα·3 ὅθεν κἀκεῖνα μνημονευτά, ἃ καὶ φανταστά. ἐπεὶ δὲ συνέζευκται τῇ διανοίᾳ ἡ φαντασία, καὶ οὐδεμία διανόησις φαντασίας ἐκτὸς διὰ τὸ προηγεῖσθαι πανταχοῦ τὴν αἴσθησιν ἐν τῷ κατ’ αἴσθησιν τῷδε βίῳ, εἴη ἂν ἡ μνήμη μονή τις καὶ διανοημάτων καὶ δοξασμάτων καὶ κοινὸν ὥσπερ δοχεῖον ἐνεργημάτων γνωστικῶν, οὐκ αὐτῶν ἐκείνων κατ’ οὐσίαν, ἀλλὰ τῶν τύπων αὐτῶν. καὶ ἐν μὲν τοῖς ἀνθρώποις οὕτω ταῦτα συντέτακται· ἐν δὲ τοῖς ἄλλοις ζώοις δόξης ἐστερημένοις καὶ διανοίας λείπεται πληροῦν καθ’ ὅλον τὸν ἐγκέφαλον τὸ φανταστικὸν καὶ μνημονευτικόν. Ἐπεὶ δὲ περὶ αἰσθήσεως ἐν τοῖς προλαβοῦσι διεληλύθαμεν τί ἐστι καὶ κοινῶς καὶ κατὰ μέρη, καὶ οἷστισι τῶν ἄλλων κεχώρισται, κατὰ τὰ αὐτὰ καὶ περὶ τῶν ὑπολοίπων ἐν τοῖς ἑξῆς θεωρήσωμεν· καὶ πρῶτον περὶ φαντασίας.
它也与表象相区别,因为前者针对现前之物,而后者也针对不现前之物,且前者在外部拥有认知对象,后者则在内部拥有认知对象。由此显而易见,感觉与灵魂的任何内在且认知的力量都不是同一的。但为了使所言之事清晰分明,并使我们能够顺利地走向将要论述之事,有必要划分灵魂的力量是什么、有多少。因为在灵魂的力量中,一些是生机的和欲求的,即激怒、欲望、意愿与抉择;另一些则是认知的和评判的。在这些当中,一些朝向外在事物,另一些则在内部拥有认知对象。朝向外在事物的力量朝向个别者,被称为感觉;因为居于外部的是个别者,即这特定颜色和这特定声音。而在内部拥有认知对象的那些力量,更一般地都被称为思考;它们要么关于普遍者,要么关于个别者。致力于个别者的那部分力量,本义上被称为表象和受动理智;而关于普遍者的那部分力量,再次更一般地被称为思考,审慎与理性生活依之而成。这部分力量要么以比依推论更卓越的方式活动,要么不以卓越的方式活动:如果它以卓越的方式且无需推论,凭借单纯的直得直得于诸事物,它就成了本义上的理智,即被称为现实态的、观照的以及具习性状态的理智。如果它不以卓越于推论的方式活动,就用一个通称被称为把握;这种把握要么依推论活动,要么劣于使用推论。如果它劣于推论,就称为信念;如果它依推论活动,就称为推论思考与潜能理智。并且这要么关涉可知解且永恒之物,要么关涉可实践且城邦政治之事物。关涉可知解之物的活动被称为科学知识,而关涉可实践与城邦政治之物的活动则被称为推论思考,依此而有审慎、实践理智、技艺与明智,正如在观照的情形下,要么是观照理智与科学知识,要么是科学知识所依之而成的推论思考;因为人们往往也将灵魂伴随推论而关涉可知解之物的活动称为观照,并将此类力量称为观照理智。实践理智与观照理智仅仅在目的上有所不同:前者的目的是真理,即观照理智的目的,后者的目的是善,即实践理智的目的;因为实践理智为了公民的效用而推论技艺及其他实践事物。一般而言,一切潜能理智也都在道路上与现实态理智相区别。因为潜能理智正如其名所言的那样运作:它在观照中走过一条从前提走向结论的道路;而现实态理智则始终无需推论地进行观照而驻足不动。灵魂的认知与评判力量就是这么多,且不再更多:理智、推论思考、信念、表象与感觉。古代人将这些在脑中作了如下划分:他们说,在人身上,表象机能定居于脑的前两个室,推论思考与信念机能定居于中间室,而记忆机能定居于后室——有人亦称之为后脑与小脑,它被确立为犹如认知活动的仓库;因为凡表象从感觉领受并在自身中持存的事物,记忆接替下来便珍藏于自身之中,作为某种存留;因此那些可表象之物,也是可记忆之物。既然表象与推论思考相联结,并且在此感性生活中由于感觉处处居先,没有推论思考能独立于表象,那么记忆也会成为思想与信念的一种存留,以及认知活动的一种共同容器,它容纳的不是那些活动本身的实质,而是它们的印记。在人身上,这些力量如此排列;但在被剥夺了信念与推论思考的其他动物中,唯由表象与记忆机能充盈于整个脑中。既然我们在前文已经阐明了感觉一般而言是什么以及各部分是什么,并且它凭借什么与其余事物相区别,那么按照同样的方式,我们在后文中也考察其余的诸力量;首先关于表象。
- 4.3.3αὕτη δὲ ἢ κρειττόνως ἐνεργεῖ ἢ κατὰ συλλογισμόν, ἢ οὐ κρειττόνως
原文表面上看似三者并列的分支(κρειττόνως / κατὰ συλλογισμόν / οὐ κρειττόνως),但第二个 ἢ(ἢ κατὰ συλλογισμόν)并非选言连词(“或者”),而是呼应比较级副词 κρειττόνως 的比较连词(“比……”),第一个与第三个 ἢ 构成“比依推论更卓越地活动,还是不更卓越地活动”这一二分法(对应下文 εἰ δὲ μὴ κρειττόνως ἐνεργοίη συλλογισμοῦ 中的比较属格 συλλογισμοῦ)。
- 4.3.3διαφέρει δὲ κοινῶς καὶ τοῦ ἐνεργείᾳ νοῦ πᾶς ὁ δυνάμει νοῦς τῇ ὁδῷ
与格 τῇ ὁδῷ 是表视角的与格(限制与格),说明一切潜能理智与现实态理智在何种方面存在差异。紧随其后的句子通过潜能理智走过从前提至结论的“道路”(ὁδόν τινα)而现实态理智不动地进行观照这一对比,对该含义作了充分阐发。
- 4.3.3μενήμη τις οὖσα
词形 μενήμη 是一种词源学式的造字或拟词,将 μνήμη(记忆)与动词 μένω(停留)及名词 μονή(存留)联系在一起。这与下文的 εἴη ἂν ἡ μνήμη μονή τις 相呼应,通过文字游戏强调记忆乃是将印记保留不失的“存留”。
