- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:115.17-116.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
根据亚里士多德《论灵魂》卷三第三章,索福尼亚斯批判了恩培多克勒等早期自然哲学家将思考与感觉等同的观点,借助受欺骗的事实、相反者知识的同一性以及理智与推论思考的特征,论证了二者的严格区别。
Ἐπεὶ δὲ δύο διαφοραῖς ὁρίζονται μάλιστα τὴν ψυχήν, κινήσει τε τῇ κατὰ τόπον καὶ τῷ νοεῖν καὶ τῷ κρίνειν καὶ τῷ αἰσθάνεσθαι, περὶ μὲν οὖν τῆς κατὰ τόπον κινήσεως ὕστερον ἐροῦμεν, περὶ δὲ αἰσθήσεως ἤδη διήλθομεν τὸν ἐγχωροῦντα τρόπον ἡμῖν· λείπεται νῦν διελθεῖν1 περὶ τῆς ἐντὸς καὶ νοητικῆς τῇ ψυχῇ δυνάμεως. καίτοι τινὲς τῶν πάλαι φιλοσοφησάντων ταὐτόν τι τὴν αἴσθησιν ᾠήθησαν καὶ τὴν νόησιν. ἐπεὶ γὰρ δοκεῖ τὸ νοεῖν καὶ τὸ φρονεῖν ὥσπερ αἰσθάνεσθαί τι εἶναι (ἐν ἀμφοτέροις γὰρ τούτοις κρίνει τι ἡ ψυχὴ καὶ γνωρίζει τῶν ὄντων), διὰ ταῦτα ἀπερισκέπτως ἕν τι τὴν αἴσθησιν καὶ τὴν νόησιν ἀπεφήναντο. αὐτίκα Ἐμπεδοκλῆς οὕτω λέγει· πρὸς παρεὸν μῆτις ἀέξεται ἀνθρώποισι. παρόντα γὰρ αὐτῷ ἐνταῦθα τὰ αἰσθητὰ ἐνομίσθησαν· μῆτις δὲ ἡ ἐν τούτοις αὐξάνουσα ἡ κρίσις καὶ φρόνησις· τῶν δὲ παρόντων κριτήριον αἴσθησις. οὕτω δ’ ἂν καὶ πλακείη συλλογισμός· ἡ μῆτις τὸ παρὸν γινώσκει· τὸ γινῶσκον τὸ παρὸν αἴσθησις· ἢ μῆτις αἴσθησις.2 καὶ ἐν οἷς αὖ περὶ ἐνυπνίων διέξεισι, καὶ τὸ αἴτιον τοῦ διάφορα γίνεσθαι τοῖς ἀνθρώποις ἀποδιδούς, τῷ τὰς αἰσθήσεις διαφόρους εἶναι, ἀφ’ ὧν ταῦτα· “ὅθεν σφίσιν ἀεί”, φησί, “καὶ τὸ φρονεῖν ἀλλοῖα παρίσταται”, φρόνησιν τὴν ἐν τοῖς ὕπνοις φαντασίαν τιθέμενος. εἰς τοῦτο φέρει καὶ τὸ τοῦ ποιητοῦ· τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπ’ ἦμαρ ἄγῃσι θεός. πάντες γὰρ οὗτοι τὸ νοεῖν σωματικὸν ὥσπερ καὶ τὸ αἰσθάνεσθαι ὑπολαμβάνουσι, καὶ αἰσθάνεσθαί τε καὶ φρονεῖν τῷ ὁμοίῳ τὸ ὅμοιον ὥσπερ καὶ ἐν τοῖς κατ’ ἀρχὰς λόγοις διωρισάμεθα. καίτοι ἔδει ἅμα εἰπεῖν αὐτοὺς καὶ περὶ τοῦ ἠπατῆσθαι· καὶ οἰκειότερον γὰρ τοῖς ζώοις καὶ πλείω χρόνον ἐν τούτῳ διατελεῖ ἡ ψυχή. ὥσπερ γὰρ οἱ ἐν λοιμώδει χωρίῳ διατρίβοντες νοσοῦσι τὸν πλεῖστον χρόνον, οὕτω καὶ ἡ ψυχὴ πεσοῦσα ἐν τῇ ὕλῃ τὸν πλεῖστον χρόνον τὴν ἀπάτην νοσεῖ, τόν τε ἐκ τῆς παιδικῆς ἡλικίας χρόνον μέχρι τῆς μαθήσεως, οἱ πολλοὶ δὲ πολλάκις καὶ τὸν σύμπαντα βίον. καὶ αὐτοὶ δὲ οἱ ἐπιστήμονες ὀλίγον πάνυ χρόνον ἐν τῇ θεωρίᾳ διάγουσι, τὰ πολλὰ δὲ πρὸς ἀλλήλους ἠσχόληνται, καὶ τῶν γε τῆς νυκτὸς ἐξαιρέτων τὰ πολλὰ ἐν εἰδώλοις καὶ ἀπάταις διατρίβει ἡ ψυχή, καὶ τῆς ἡμέρας γοῦν οὐκ ὀλίγον. τοιγαροῦν ἀνάγκη ἢ ὥσπερ ἔνιοι λέγουσιν, ὧν κορυφαῖος Πρωταγόρας, πάντα τὰ φαινόμενα εἶναι ἀληθῆ, ἢ τὴν τοῦ ἀνομοίου θίξιν ἀπάτην εἶναι· τοῦτο γὰρ ἐναντίον τῷ τὸ ὅμοιον γινώσκειν τῷ ὁμοίῳ, εἴπερ κατὰ τοὺς διαλεκτικούς, εἰ τῷ ἐναντίῳ3 τὸ ἐναντίον, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ. οὐχ οὕτω δὲ ἔχει, ἀλλ’ ἡ αὐτὴ καὶ μία ἐπιστήμη τῶν ἐναντίων· ὁ γὰρ τὸ ἀγαθὸν εἰδὼς ὅτι ἀγαθὸν ἅμα καὶ τὸ κακὸν ὅτι κακὸν οἶδε, καὶ ὁ τὴν ἀρετὴν εἰδὼς ὅτι ὠφελεῖ οἶδεν ὅτι καὶ ἡ κακία βλάπτει. οὐ μόνον δὲ ἐπιστήμη ἡ αὐτὴ τῶν ἐναντίων, ἀλλὰ καὶ ἡ ἀπάτη καὶ ἡ ἄγνοια· ὁ γὰρ ἀγνοῶν βλαβερὸν τὴν κακίαν ἅμα ἀγνοεῖ καὶ ὠφελοῦν τὴν ἀρετήν. εἰ δὲ τοῦτο, ἀδύνατον τῇ τοῦ ὁμοίου θίξει τὸ γινώσκειν γίνεσθαι· τὸ αὐτὸ μὲν γὰρ καὶ ἓν τῶν ἐναντίων ἐστὶ γνωστικόν, ἓν δὲ καὶ ταὐτὸν ἅμα τὰ ἐναντία εἶναι ἀδύνατον. τοῦτο δὲ συμβαίνει, εἰ τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκεται. ὅτι δὲ οὐ ταὐτόν ἐστιν αἴσθησις καὶ νοῦς φανερὸν ἐντεῦθεν· τῆς μὲν γὰρ πᾶσι μέτεστι, τοῦ δ’ ὀλίγοις τῶν ζώων. ἀλλ’ οὐδὲ τῇ διανοίᾳ ταὐτόν, ἐν ᾗ ἐστι τὸ ὀρθῶς καὶ τὸ μὴ ὀρθῶς, τὸ μὲν ὀρθῶς φρόνησις καὶ ἐπιστήμη καὶ δόξα ἀληθής, τὸ δὲ μὴ ὀρθῶς τὰ ἐναντία τούτων. ἡ μὲν γὰρ αἴσθησις τῶν ἰδίων ἀεὶ ἀληθής, καὶ πᾶσιν ὑπάρχει τοῖς ζώοις· διανοεῖσθαι δὲ ἐνδέχεται καὶ ψευδῶς, καὶ οὐδενὶ ὑπάρχει ᾧ μὴ καὶ λόγος. οὔτ’ αὖ δόξῃ ἔοικε τὸ τῆς αἰσθήσεως πάθημα· ἡ μὲν γὰρ τοῦ καθόλου, ἡ δὲ τοῦ μερικοῦ ἀντιλαμβάνεται.
既然人们主要凭两种差异来定义灵魂——即依位置的运动,以及思考、判断与感觉,那么关于依位置的运动我们将在后文讨论,而关于感觉,我们已经按我们力所能及的方式论述完毕;现在剩下的,是论述灵魂内在的、能思的力量。然而,古代从事哲学探索的一些人曾认为感觉与思考是同一回事。因为,既然思考与明智似乎是某种感觉(因为在这两者中,灵魂都对存在者中的某些事物进行判断和认识),由于这些缘故,他们轻率地断言感觉与思考是一体的。例如,恩培多克勒这样说:“对于当前之物,人的谋略得以增长。”因为在他看来,这里被认为是“当前之物”的就是可感觉之物;而“谋略”就是在这些事物中增长的判断与明智;当前之物的标准则是感觉。三段论也可以这样构建:“谋略认识当前之物;认识当前之物的是感觉;所以谋略是感觉。”在他再次论述梦境、并将人类产生各异梦境的原因归结为作为其来源的感觉各异之处,也是如此:“因此对他们而言,总是”,他说,“思想相异之物也呈现在前”,他把梦中的表象当作了明智。诗人的诗句也指向这一点:“因为大地之上的人类的理智,正如神所带来的日子一般。”因为所有这些人都认为思考同感觉一样是肉体的,并且正如我们在开篇的论述中所界定的那样,认为以同类感觉同类、明智于同类。然而,他们本应当同时谈谈受欺骗的状态;因为这对于动物而言更为固有,且灵魂处于这种状态中的时间更长。正如居于疫病之地的人在绝大部分时间都在生病,同样,灵魂跌入质料之中,在绝大部分时间里也患着受欺骗之病——既包括从童年期直到学习的这段时间,而多数人往往终生如此。即便是有知识的人自己,在沉思中度过的时间也极少,大部分时间都在彼此忙碌,灵魂将夜晚特定时间的大部分消耗在幻象与欺骗之中,而白天的时间也绝不算少。因此必然地,要么如以普罗泰戈拉为首的一些人所说,一切显现之物皆为真,要么与不同类的接触便是欺骗;因为如果按照辩证学家的说法,相反者对于相反者成立,则相反者对于相反者也成立,那么这便与以同类认识同类相反。但情况并非如此,相反者们的知识是同一且单一的;因为知道善之所以为善者,同时也知道恶之所以为恶,而知道德性有益者,也知道邪恶有害。不仅对相反者们的知识是同一的,而且欺骗与无知也是同一的;因为不知邪恶为有害者,同时也必不知德性为有益。如果这样,那么通过同类的接触产生认识就是不可能的;因为同一且单一的事物能够认知相反者,然而同一且单一的事物却不可能同时是相反者。但如果以同类认识同类,就会出现这种情况。感觉与理智并非同一,由此显而易见:因为一切动物都分有前者,而只有少数动物分有后者。但〔感觉〕与推论思考也不同,在其中有着正确与不正确,正确即明智、知识和真信念,而不正确则是这些的相反者。因为对固有对象的感知总是真实的,并且存在于所有动物中;但推论思考也可能是虚假的,并且不属于任何不同时具有逻各斯的事物。再者,感觉的情状也不似信念;因为后者把握普遍者,而前者把握个别者。
- 4.3.3Ἐπεὶ δὲ δύο διαφοραῖς ὁρίζονται μάλιστα τὴν ψυχήν ... λείπεται νῦν διελθεῖν
句首由连词 ἐπεὶ 引导的原因从句,在经过 περὶ μὲν οὖν ... περὶ δὲ ... ἤδη διήλθομεν 的对比过渡后,其核心主句落在此处的 λείπεται νῦν διελθεῖν(“现在剩下的就是论述……”)。
- 4.3.3ἢ μῆτις αἴσθησις
抄本中虽作连词 ἢ,但紧接在前述三段论的大前提(ἡ μῆτις τὸ παρὸν γινώσκει)与小前提(τὸ γινῶσκον τὸ παρὸν αἴσθησις)之后,实为结论 ἡ μῆτις [ἐστὶν] αἴσθησις(“谋略即感觉”),ἢ 应系冠词 ἡ 之抄写讹误或作结论标识。
- 4.3.3εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ
引用辩证学规则的省略句式,前后两分句均省略了谓语动词(如 ὑπάρχει 或 συμβαίνει),意为“如果相反者属于相反者,则相反者亦属于相反者”,表达一种对称的条件命题关系。
