← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§114.7-115.16

圆心比喻与共通感觉的统合及判别

针对共通感觉如何在同一“现在”中判定相反的可感觉对象这一疑难,作者摒弃了基于底层与本质区分的方案,而是借助圆心点的比喻(单一却作为诸多直线的端点)和精气统制部解释了不可分性与可分性的统一。进而指出感觉的受动是形式的认知性把握而非质料性变化,并以透明介质为例予以佐证,最后区分了共通感觉与表象,结束了关于感觉原理的论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.2#5

καὶ ἡ ἀμφοτέρων ἄρα γνῶσις ἄχρονος καὶ ἐν τῷ αὐτῷ νῦν. εἰ γὰρ νῦν μὲν τοῦ λευκοῦ αἴσθοιτο, ἄλλοτε δὲ τοῦ ψόφου, πῶς αὐτὰ διακρίνει ἀπ’ ἀλλήλων; ἡ γὰρ διάκρισις τῇ ἀντιπαραθέσει γνωρίζεται· τὰ δὲ κεχωρισμένα πῶς ἂν παραθείη; εἰ δὲ ταῦθ’ οὕτω, καὶ μία οὖσα καὶ ἀμερὴς ἡ κοινὴ αἴσθησις ἐν ἑνὶ καὶ τῷ αὐτῷ νῦν τῶν διαφόρων ἢ καὶ τῶν ἐναντίων αἰσθάνεται, τὸ δὲ αἰσθάνεσθαι πάσχειν τί ἐστι, τὸ δὲ πάσχειν κινεῖσθαί πως, κινεῖσθαι δέ τι ἀδύνατον ἅμα καὶ ἐν τῷ αὐτῷ χρόνῳ καὶ κατὰ τὸ αὐτὸ τὰς ἐναντίας κινήσεις, καὶ αἰσθάνεσθαί τι ἅμα ἀδύνατον. καὶ μήποτε ἡ αἴσθησις κατὰ μὲν τὸ ὑποκείμενον ἕν ἐστι καὶ ταὐτὸν τῷ ἀριθμῷ, τῇ δὲ οὐσίᾳ πλείω, πλειόνων οὐσῶν ἐν τῷ ἑνὶ ὑποκειμένῳ τῶν δυνάμεων, ὡς ἐν τῷ μέλιτι ὄντι κατ’ ἀριθμὸν ἑνὶ πλείους εἰσὶ δυνάμεις, τὸ γλυκύ, τὸ ξανθόν, καὶ ἐν τῷ μήλῳ τὸ εὐῶδες, τὸ ἐρυθρόν, τὸ μαλακόν. καὶ ἡ μὲν διαφόρους ἔχει δυνάμεις, οὐδὲν κωλύει1 τῶν διαφόρων καὶ τῶν ἐναντίων αὐτὴν ἀντιλαμβάνεσθαι κατὰ τὸν αὐτὸν χρόνον· ᾗ δὲ μία ἐστὶ τῷ ὑποκειμένῳ, ὡς ἓν αἰσθάνεται καὶ κρίνει τὰ ἐναντία. ἢ ταύτην μὲν καὶ παροπτέον, ὅτι εὐέλεγκτος.2 διαφόρων μὲν γὰρ εἰδῶν οὕτως ἔχουσαν τῷ αὐτῷ νῦν αἰσθάνεσθαι οὐκ ἀδύνατον· ἐναντίων δὲ πῶς ἐνεργείᾳ; ἐκείνην δὲ ἀντεισακτέον τὴν ἀληθῆ, ἣν καὶ πρότερον εἴπομεν· εἰ γὰρ τὴν κοινὴν αἴσθησιν τῇ ἐν τῷ μέσῳ τοῦ κύκλου εἰκάσαις στιγμῇ, λύσαις ἂν τὸ ἄπορον. ὡς γὰρ ἐκείνη μία οὖσα πλεῖστά ἐστι (τόσα γὰρ ὅσα τῶν εὐθειῶν πέρατα πρὸς αὐτὴν ἀπαντᾷ), οὕτω καὶ ἡ αἴσθησις, ἀσώματος οὖσα δύναμις καὶ ἀμερὴς καὶ ἁπλῆ, ἵδρυται ἐν τῷ πέρατι τῶν αἰσθητηρίων πλειόνων ὄντων· τοῦτο δέ ἐστι τὸ πνεῦμα, ἐν ᾧ τὸ ἡγεμονικόν. καθ’ ὅσον μὲν οὖν μία ἐστὶ παντὸς ἐκείνου σώματος δύναμις καὶ ἀσώματος, ἀδιαίρετός ἐστι καὶ μία· καθ’ ὅσον δὲ οὐ μόνον τοῦ παντὸς σώματος δύναμίς ἐστιν, ἀλλὰ καὶ ἑκάστου τῶν μερῶν αὐτοῦ (ἀμερίστως γὰρ ἐν ὅλῳ ἐστὶν ἡ αὐτή), κατὰ τοῦτο οὐ μία ἂν εἴη ἀλλὰ πλείους. ἕκαστον γὰρ τῶν αἰσθητηρίων τῶν μερικῶν ὡς ἐπί τι πέρας τὴν τῶν αἰσθητηρίων διακονίαν ἐπὶ τὸ πνεῦμα ἀναπέμπει, καὶ ἡ ἐν αὐτῷ λοιπὸν ἱδρυμένη αἴσθησις τὴν κρίσιν τῶν αἰσθητῶν ποιεῖται. ᾗ μὲν οὖν ἀδιαίρετον, ἓν τὸ κρῖνόν ἐστι καὶ ἅμα·3 ᾗ δὲ διαιρετὸν οὐχ ἓν ὑπάρχει, δὶς τῷ αὐτῷ χρῆται σημείῳ ἅμα. ᾗ μὲν οὖν δυσὶ χρῆται τῷ πέρατι, δύο κρίνει, καὶ κεχωρισμένα ἔστιν ὡς κεχωρισμένον· ᾗ δὲ ἑνί, ἅμα. ἔστι δὲ πρὸς ταύτην τὴν ἀπορίαν κἀκεῖνο συντόμως εἰπεῖν, ὡς εἰ μὲν οὕτως ἐκινεῖτο ἡ αἴσθησις ὡς αὐτὴ ἐν τῷ αἰσθάνεσθαι τῶν αἰσθητῶν λευκὴ ἢ μέλαινα γίνεσθαι, τῷ ὄντι ἦν ἀδύνατον αὐτὴν ἅμα τῶν ἐναντίων ἀντιλαμβάνεσθαι· εἰ δὲ οὐχ οὕτω γίνεται, ἀλλὰ γνωστικῶς μόνον τὰ εἴδη τῆς ὕλης ἀποσυλᾷ, οὐκέτι ὁμοίως ἄπορον· δυνατὸν γὰρ τοὺς ἀσωμάτους λόγους τῶν ἐναντίων ἅμα τοὺς αὐτοὺς εἶναι, ἐπεὶ καὶ μία τῶν ἐναντίων ἡ ἐπιστήμη. ἡ γὰρ φύσις ποιοῦσα τὸν ὀφθαλμὸν ἅμα τοῦ λευκοῦ καὶ μέλανος προβάλλει τὸν λόγον. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ κατ’ ἐνέργειαν διαφανοῦς ὁρᾶται γινόμενον. τὸ μὲν γὰρ ὁρᾶν, ὡς ἐλέγετο, διὰ τούτου τῷ τοῦτο πάσχειν· τῷ μέντοι τοῦτο μὴ ὡς χρωννύμενον πάσχειν ὑλικῶς ὑπὸ τῶν χρωμάτων, οὐδὲν κωλύεται ἅμα διὰ τοῦ αὐτοῦ τὸ μέλαν καὶ τὸ λευκὸν ὁρᾶσθαι. διὰ γὰρ τοῦ αὐτοῦ μορίου τοῦ ἀέρος ἄλλος μὲν τὸ μέλαν ἄλλος δὲ τὸ λευκὸν ὁρᾷ, καὶ οὐ πάσχει τι ὑπὸ τῶν ἐναντίων τὸ αὐτό, ἐπεὶ μὴ ὑλικὸν τὸ πάθος. φανερὸν ἐκ τούτου ὡς καὶ αἱ μερικαὶ αἰσθήσεις ἀμερεῖς εἰσιν, εἴπερ ἀμφοτέρων ἅμα τῶν ἐναντίων ἀντιλαμβάνονται. διαφέροι δ’ ἂν ἡ κοινὴ αἴσθησις αὕτη τῆς φαντασίας, ὅτι ἡ μὲν ἀπόντων τῶν αἰσθητῶν τοὺς τύπους ἔχει, ἡ δὲ παρόντων. περὶ μὲν οὖν τῆς ἀρχῆς ᾗ φαμεν τὸ ζῷον αἰσθητικὸν εἶναι, διωρίσθω τὸν τρόπον τοῦτον.

因此,对两者的认识亦是无时间的,并且是在同一“现在”之中。因为如果它现在感知白,而在另一时间感知声音,它将如何把它们彼此判别开来呢?因为判别是凭借并置对照而被认识的;然而,它又如何能将分离开来的事物并置对照呢?但如果这些情况属实,并且单一体且无部分的共通感觉在一个且同一的“现在”中感知不同的、乃至相反的事物,然而感觉是遭受某种受动,遭受受动是以某种方式被运动,而在同时、在同一时间中且在同一方面,一物被相反的运动所运动是不可能的,那么一物同时感知[相反事物]亦是不可能的。 或者,感觉依底层而言是一个且在数目上同一,但在本质上是多数,因为在单一底层中存在多数潜能——正如在数目上为一个的蜂蜜中存在多数潜能,即甜与黄,而在苹果中存在芳香、红与软一样?而且,由于它一方面具有不同的潜能,并无任何东西妨碍它在同一时间把握不同与相反的事物;但另一方面,只要它在底层上为一个,它便作为一个整体来感知并判定相反事物。或者说,这一[解决方案]亦当被忽视[弃置],因为它是易于被驳斥的。因为依此状态而在同一“现在”中感知不同的种并不是不可能的;但对于相反者,在现实中又如何可能呢?相反,必须引入我们在先前亦说过的那个真实的[解决方案]:因为如果你将共通感觉比作圆中心的点,你就能解决这个疑难。因为正如那[中心点]虽是一个却是最多的(因为直线的端点中与它汇合者有多少,它就是多少),同样地,感觉作为一个无物体的、无部分的且单纯的潜能,亦定居于多个感觉器官的端点[界限]之中;而这便是具有统制部分的精气。因此,只要它是那整个身体的单一潜能且是无物体的,它便是不可分的且为一个;但只要它不仅是整个身体的潜能,而且亦是其各个部分的潜能(因为它是不可分割地在整体中同一的),在这一方面它就不是一个而是多数。因为各个部分性的感觉器官宛如朝向某个端点一样,将感觉器官的功用呈送给精气,而在其后定居于其中的感觉便对可感觉对象作出判定。因此,只要它是不可分的,判定者便是一个且同时;但只要它是可分的,它便不作为一个而存在,并同时两次使用同一个点。因此,只要它将端点作为两个来使用,它便判定两样事物,并且〔它们〕是被分离开来的,正如〔它〕是被分离开来的一样;但只要它作为一来使用,它便同时[判定]。 针对这一疑难,亦可以简要地说:如果感觉是以自身在感知可感觉对象时变成白或黑这样的方式被运动,那么它同时把握相反事物确实是不可能的;但如果它并非如此产生,而是仅在认知上将形式从质料中剥离出来,这就再也不是同样的疑难了;因为相反事物的无物体形式说明同时是同一的是可能的,因为相反事物的科学亦是单一的。因为自然在构成眼睛时,同时投射了白与黑的形式说明。同一情况亦可见于现实的透明体所发生的现象。因为如前所述,看是由于这[透明体]遭受受动而通过它产生的;然而,由于这[透明体]并非作为被着色而从色彩那里在质料上遭受受动,因而并无任何东西妨碍黑与白同时通过同一者被看到。因为通过同一份空气,一人看到黑而另一人看到白,而同一物并没有因相反事物遭受任何受动,因为这种受动不是质料性的。由此显而易见,如果个别感觉确实同时把握两相反者,那么个别感觉亦是无部分的。而这一共通感觉与表象的区别在于:后者在可感觉对象不在场时具有印记,而前者在可感觉对象在场时具有。关于我们借以称动物为有感觉的原理,且就这样规定完毕。

语法注3 条
  1. 4.3.2τῷ μέντοι τοῦτο μὴ ὡς χρωννύμενον πάσχειν ὑλικῶς ὑπὸ τῶν χρωμάτων, οὐδὲν κωλύει

    带冠词不定式的与格结构(τῷ ... πάσχειν)作为表示原因的状语从句,修饰主句 οὐδὲν κωλύει(“并无任何东西妨碍……”)。否定词 μή 否定该不定式结构。

  2. 4.3.2καὶ μήποτε ἡ αἴσθησις ... ἢ ταύτην μὲν καὶ παροπτέον, ὅτι εὐέλεγκτος

    καὶ μήποτε 是引入审慎疑问或推测性假说(“或者,莫非……?”)的惯用结构。随后的 ἢ 则作为转折连词与其呼应,用于否定该假设并引入对案(“或者说,这应当被弃置……”)。

  3. 4.3.2ᾗ δὲ διαιρετὸν οὐχ ἓν ὑπάρχει, δὶς τῷ αὐτῷ χρῆται σημείῳ ἅμα

    在 ᾗ δὲ διαιρετόν(“只要它是可分的”)这一分句中,οὐχ ἓν ὑπάρχει(“它不作为一个而存在”)作表语,其后的 δὶς τῷ αὐτῷ χρῆται σημείῳ ἅμα(“同时两次使用同一个点”)则并列说明其多数性的根据或表现方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:114.7-115.16