← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§112.39-114.7

感觉的比例与辨别不同对象的共通感觉

作者根据感觉乃是比例解释了过度与亏缺的影响以及混合带来的愉悦,随后论证了必然存在一种单一、无部分且无时间的共通感觉,以判别不同类别的可感觉对象之间的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.2#4

καὶ γὰρ ἐν ὁτῳοῦν λόγῳ οἷον τῷ διπλασίῳ εἴτε προσθείης τι εἴτε ἀφέλῃς, φθείρεις1 τὸν λόγον. οἷον τὰ εἴκοσι διπλάσια τῶν δέκα· εἴτε γοῦν τι τούτοις προσθείης εἴτ’ ἀφέλῃς, ἔλυσας τὸν λόγον. βλάπτεται γοῦν ἐναργῶς καὶ ὑπὸ τῆς ἐνδείας ἡ αἴσθησις· ἀλλ’ ἡ μὲν ὑπερβολὴ οὐ τὴν ἐνέργειαν μόνον φθείρει ἀλλὰ καὶ τὴν δύναμιν (ἡ γὰρ μεγάλη βροντὴ αὐτὸ τὸ αἰσθητήριον βλάψασα ἐστέρησε δηλονότι τῆς ἐν τούτοις δυνάμεως), ἡ δὲ ἔνδεια τὴν ἐνέργειαν μόνην φθείρει τῆς δυνάμεως ἀπαθοῦς μενούσης· ἐὰν γὰρ πάνυ μικρὸς γένηται ὁ ψόφος οὐκ ἔστιν ἀκουστός, ἡ μέντοι γε ἀντιληπτικὴ δύναμις σῴζεται. ἴσως δὲ καὶ ἡ πολλὴ ἔνδεια τῶν αἰσθητῶν ἀπαμβλύνει τῇ ἀργίᾳ τὰς αἰσθήσεις· ἡ γοῦν ὄψις ἐπὶ πολὺ διατρίψασα ἐν σκότῳ ἀμβλυώττει, ἴσως δὲ καὶ ἐπὶ πλέον χρονίσασα παντελῶς ἐκλείπει· τὸ δὲ σκότος ἔνδειά ἐστι τοῦ ὁρατοῦ. ὅπερ δὲ ἐπὶ ἀκοῆς καὶ ὄψεως, τοῦτο καὶ ἐπὶ πασῶν λέγομεν. ἔνθεν καὶ ἀμιγῆ εἰλικρινῆ ὄντα τὰ αἰσθητὰ ἀηδῆ εἰσιν, ὅταν δὲ μιχθῇ καὶ ἐς λόγον ἔλθῃ, ἡδέα καὶ λυσιτελῆ. οἷον οἱ χυμοὶ ἄμικτοι πρὸς ἀλλήλους ὄντες οὐχ ἡδεῖς· τό τε γὰρ ἄκρατον γλυκὺ ἐκλυτόν ἐστι καὶ τὸ ἄκρατον πικρὸν ἢ ἁλμυρὸν διαβρωτικά, καὶ ἅλες καθ’ ἑαυτοὺς μὲν ὄντες εἰς οὐδὲν χρήσιμοι, μιγνύμενοι δὲ ἐδέσμασιν εὖ ἔχουσιν. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν ἄλλων οἷον τῶν τῆς ἁφῆς· τὸ πῦρ καὶ ὁ κρύσταλλος ἄκρατα ὄντα λυπηρὰ καὶ φθαρτικά εἰσι· τὸ θερμαντὸν δὲ καὶ ψυκτὸν ὡς κεκραμένα ἡδέα. Ἔτι τοῖς περὶ αἰσθήσεως λόγοις καὶ τοῦτο προσθέντες, ὅτι κράτιστον τῶν περὶ αὐτῆς ζητημάτων, τὸν λόγον παύσομεν ὡς ἐπὶ τὴν λογικὴν ψυχὴν καὶ τὸν νοῦν ἐπειγόμενοι πόρρωθεν. ἑκάστη μὲν οὖν τῶν αἰσθήσεων τοῦ ὑποκειμένου αὐτῇ αἰσθητοῦ ἐστι γνωριστική, ὑπάρχουσα ἐν τῷ αἰσθητηρίῳ ᾗ αἰσθητήριον, καὶ κρίνει τὰς τοῦ ὑποκειμένου αἰσθητοῦ διαφοράς, οἷον λευκὸν μὲν καὶ μέλαν ὄψις, γλυκὺ δὲ καὶ πικρὸν γεῦσις· ὁμοίως δὲ ἔχει τοῦτο καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων. ἀλλ’ ἐπειδὴ οὐ μόνον ὅτι τὸ λευκὸν ἕτερόν ἐστι τοῦ μέλανος γινώσκομεν τῶν ὑπὸ τὴν αὐτὴν καὶ μίαν αἴσθησιν τὴν ὅρασιν, ἀλλ’ ὅτι καὶ τὸ λευκὸν ἕτερόν ἐστι τοῦ ψόφου καὶ τῆς ὀσμῆς τῶν ἐν διαφόροις (ἕκαστον γὰρ τῶν ἑτερογενῶν αἰσθητῶν πρὸς ἕκαστον κρίνομέν τινι καὶ αἰσθανόμεθα ὅτι διαφέρει), ἀνάγκη τὴν διάκρισιν ταύτην τῶν αἰσθητῶν αἰσθήσει τινὶ γίνεσθαι μιᾷ καὶ κοινῇ· οὐδὲ γάρ τινι τῶν πέντε τοῦτο γινώσκομεν, οὔτε μὴν ἐνδέχεται κεχωρισμένοις κρίνειν2 ὅτι ἕτερον τὸ γλυκὺ τοῦ λευκοῦ, ἀλλὰ δεῖ ἑνί τινι ἄμφω δῆλα εἶναι. εἰ γὰρ ἡ ὄψις μὲν τοῦ λευκοῦ ἀντιλάβοιτο, ἡ ἀκοὴ δὲ τοῦ ψόφου, μὴ εἴη δέ τι ἕτερον τὸ τούτων ἀμφοῖν ἀντιλαμβανόμενον, οὐδὲν ἔσται τὸ διακρῖνον ὅτι τὸ λευκὸν ἕτερον τοῦ ψόφου, ἀλλ’ ὥσπερ εἰ τοῦ μὲν ἐγὼ τοῦ δὲ σὺ αἴσθοιο, καὶ οὐδέτερος τὸ τοῦ ἑτέρου γνοίη πάθος. καὶ πρὸς τούτοις τὴν κοινὴν ταύτην αἴσθησιν ἀμερῆ τε εἶναι χρεὼν καὶ ἀσώματον. οὐ γὰρ δεῖ ὑπολαμβάνειν σάρκα ἢ ὅλως σῶμα εἶναι τὸ ἔσχατον αἰσθητήριον· ἀνάγκη γὰρ ἦν ἁπτόμενον αὐτοῦ κρίνειν τὸ κρῖνον καὶ κατὰ μέρη, ὡς ἂν τῷδε μὲν τῷ μορίῳ τοῦδ’ ἂν αἰσθάνοιτο, τῷδε δὲ τοῦδε, καὶ συνιδεῖν οὐκ ἦν πάλιν τὴν διαφοράν. συνέβαινε γὰρ πάλιν τὰ εἰρημένα· οὐδὲν γὰρ τῶν μερῶν οἶδεν ἀμφότερα τὰ αἰσθητά. δεῖ δὲ ἀμφότερα εἰδέναι τὸ μέλλον λέγειν ὅτι τόδε τοῦδε ἕτερον. ὅτι μὲν οὐχ οἷόν τε κεχωρισμένοις κρίνειν τὰ κεχωρισμένα φανερόν· ὅτι δ’ οὐδ’ ἐν κεχωρισμένῳ χρόνῳ ἀλλ’ ἀχρόνως ἐν τῷ αὐτῷ νῦν ἀμφοτέρων τῶν κριθησομένων δεῖ ποιεῖσθαι τὴν αἴσθησιν, δῆλον ἐντεῦθεν. ὥσπερ γὰρ τὸ αὐτὸ λέγει ὅτι ἕτερον τὸ ἀγαθὸν καὶ κακόν, οὕτω καὶ ὅτε θάτερον λέγει ὅτι ἕτερον, καὶ θάτερον, οὐ κατὰ συμβεβηκὸς τὸ ὅτε.3 εἰ γὰρ οἶδεν ὅτι διαφέρει τὸ λευκὸν τοῦ ψόφου, οἶδεν ἅμα καὶ ὅτι ὁ ψόφος τοῦ λευκοῦ διαφέρει· ὥστε ἄμφω οἶδε τὴν διάκρισιν αὐτῶν εἰδυῖα. ἡ δὲ διάκρισις ἄχρονος.

因为在任何比例中,比如二倍比,无论你加上什么还是减去什么,你都破坏了该比例。例如,二十是十的二倍;如果你对它们加上什么或减去什么,你就消解了该比例。无论如何,感觉显然亦会因亏缺而受损;然而,过度不仅毁灭活动,而且亦毁灭潜能(因为巨大的雷鸣伤害了感觉器官本身,显然剥夺了其中的潜能),而亏缺则仅毁灭活动,潜能仍保持未受影响。因为如果声音变得极其微弱,它便不可听见,然而接收的潜能却得以保全。不过,可感觉对象的极大亏缺或许亦会因闲置而使诸感觉迟钝;无论如何,视觉若久留于黑暗之中就会变钝,若再停留更久或许就会完全丧失;而黑暗便是可见物的亏缺。正如在听觉和视觉上如此,我们对所有[感觉]亦同样陈述。由此,未混合而纯粹的可感觉对象是不悦人的,但当它们被混合并纳入比例时,便是悦人且有益的。例如,滋味若彼此不混合便不悦人;因为纯粹的甜味令人萎靡,纯粹的苦味或咸味具有腐蚀性,盐若是单独存在便毫无用处,但混入食物中则甚好。在其余的事物上,例如触觉的对象上亦是如此:火和冰若保持纯粹便是痛苦且具毁灭性的,但可温热之物和可冷却之物经过调和则是悦人的。 此外,在关于感觉的论述中再加上这一点——因为这是关于感觉的探究中最重大者——我们将结束这篇论述,宛如从远处急促地奔向理性的灵魂与理智。因此,每一感觉只要在其作为感觉器官的感觉器官之中存在,就是对其底层的可感觉对象的认知者,并判定底层的可感觉对象的诸差异,例如视觉判定白与黑,味觉判定甜与苦;在其余的感觉上亦同样如此。然而,既然我们不仅认识到在同一种且单一的感觉即视觉之下的事物中白与黑不同,而且认识到在不同感觉中的事物中白与声音及气味不同(因为我们藉由某种东西把各个异类的可感觉对象相互进行判定,并感觉到它是有差异的),那么可感觉对象的这种判别必然是由某种单一且共通的感觉所产生的;因为我们既不是凭借五种[感觉]中的任何一种认识到这一点的,被分离开来的官能亦绝不可能判定甜与白不同,而是两者对于某个单一者而言都必须是明显的。因为如果视觉捕捉白,听觉捕捉声音,而没有任何别的东西捕捉这两者,就不会有任何东西判别白与声音不同,而是宛如我感知一者而你感知另一者,双方都不知道对方的受动一样。除这些之外,这一共通感觉还必须既无部分又是无物体的。因为绝不能设想终极的感觉器官是肉或根本是物体;因为若是如此,判定的主体就必然接触它并按部分来进行判定,以至于会用这一部分感知这一对象,用另一部分感知那一对象,从而再次不可能总揽其差异。因为上述的后果会再次出现;因为诸部分中的任何一个都不认识这两种可感觉对象。然而将要说此物与彼物不同者,必须认识这两者。由分离开来的官能来判定分离开来的事物是不可能的,这是显而易见的;而且必须不是在分离的时间中,而是在无时间的同一“现在”中对将要被判定的两者形成感觉,从以下内容中亦是清楚的。因为正如同一者说善与恶不同,同样地,当它说一者不同时,亦[说]另一者[不同],而这“何时”并不是偶性的。因为如果它知道白不同于声音,它亦同时知道声音不同于白;因此它既然知道它们的判别,就知道了这两者。而判别是无时间的。

语法注3 条
  1. 4.3.2εἴτε προσθείης τι εἴτε ἀφέλῃς, φθείρεις

    此句在条件从句中并用祈愿语气与虚拟语气(εἴτε προσθείης... εἴτε ἀφέλῃς),在归结从句中采用现在时直陈语气(φθείρεις)。这种搭配是将一种假设的操作(增添或减除)与数学上一般的必然事实结果结合起来表述。

  2. 4.3.2ἐνδέχεται κεχωρισμένοις κρίνειν

    无人称动词 ἐνδέχεται 支配不定词 κρίνειν,其动作的施事或手段由与格 κεχωρισμένοις 表示。在上下文中,这指的是彼此分离隔绝的个别感觉官能(或器官),可理解为手段与格或不定词的逻辑主语。

  3. 4.3.2οὐ κατὰ συμβεβηκὸς τὸ ὅτε

    名词化的副词 τὸ ὅτε(“何时”或“时机”)作主语,与表语短语 οὐ κατὰ συμβεβηκός(“非偶性的”)结合,系词 ἐστί 被省略。这表明做出判定的时间一致性并非偶然巧合,而是判别活动在本质上必须同时进行的属性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:112.39-114.7