- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:111.27-112.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者阐述了运动与作用发生在受动者(感觉)之中,可感觉对象与感觉的活动在底层上是一而在定义上不同;通过区分潜能与现实纠正了早期自然哲学家认为感觉对象依赖于感觉的观点,并论证了感觉乃是一种比例、因而会被过度的刺激所毁灭。
εἰ δὲ ἔστιν ἡ κίνησις καὶ ἡ ποίησις καὶ τὸ πάθος ἐν τῷ ποιουμένῳ, ἀνάγκη καὶ τὸν ψόφον καὶ τὴν ἀκοὴν τὴν κατ’ ἐνέργειαν ἐν τῇ κατὰ δύναμιν εἶναι·1 ἡ γὰρ τοῦ ποιητικοῦ καὶ κινητικοῦ ἐνέργεια ἐν τῷ πάσχοντι ἐγγίνεται· διὸ καὶ οὐκ ἀνάγκη τὸ κινοῦν κινεῖσθαι. ἡ μὲν οὖν τοῦ ψοφητικοῦ ἐνέργεια ψόφος ἢ ψόφησις, ἡ δὲ τοῦ ἀκουστικοῦ ἀκοὴ ἢ ἄκουσις· διττὸν γὰρ ἡ ἀκοὴ καὶ διττὸν ὁ ψόφος. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων καὶ αἰσθητῶν. ὡς γὰρ ἐν τοῖς Φυσικοῖς κίνησιν ἐλέγομεν τὴν ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον πρόοδον καὶ ἀπὸ τοῦ δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ (κινεῖται γὰρ ἐπὶ τὴν τελειότητα οὐχ ὁ διδάσκων ἀλλ’ ὁ μανθάνων· τὸ γὰρ ποιοῦν ἤδη τοῦτό ἐστιν ἐνεργείᾳ, ὅπερ γίνεται τὸ πάσχον· τὴν γὰρ ἐφ’ ὃ κινεῖ τελειότητα ἤδη ἔχει), καὶ πᾶσα ποίησις καὶ πάθος ἐν τῷ ποιουμένῳ καὶ πάσχοντι, ἀλλ’ οὐκ ἐν τῷ ποιοῦντι, καὶ οὐκ ἀνάγκη πᾶν τὸ κινοῦν κινεῖσθαι, οὕτως ἐπειδὴ καὶ τὸ αἰσθητὸν τὸ κατ’ ἐνέργειαν τῷ τὴν αἴσθησιν κινεῖν ἐστι τοιοῦτον, ἀνάγκη τὴν τοιαύτην κίνησιν ἐν τῇ αἰσθήσει εἶναι. ἀλλ’ ἐπ’ ἐνίων μὲν ὠνόμασται τὰ μέσα οἷον ψόφησις καὶ ἄκουσις, ἐπ’ ἐνίων δὲ ἀνώνυμον θάτερον· ὅρασις γὰρ λέγεται ἡ τῆς ὄψεως ἐνέργεια, ἡ δὲ τοῦ χρώματος ἀνώνυμος, καὶ γεῦσις ἡ τοῦ γευστικοῦ, ἡ δὲ τοῦ χυμοῦ ἀνώνυμος. ἐν τούτοις δὲ μεμνῆσθαι χρή, πῶς ὑπὸ τῶν αἰσθητῶν κινεῖσθαι καὶ πάσχειν τὴν αἴσθησιν ἐτίθεμεν πρότερον, καὶ πῶς ἐλέγομεν δυνάμει. οὐ γὰρ κινεῖται κατὰ τὴν ἀτελῆ κίνησιν, ἀλλ’ ὡς μὴ πρότερον ἐνεργοῦσα ὕστερον διὰ τὸ παρεῖναι τὸ αἰσθητὸν τὴν ἐνέργειαν προβαλλομένη ἀθρόαν καὶ αὐτὴν καὶ ἀμέριστον καὶ ἅμα πᾶσαν, ἀλλ’ οὐχ οἵα ἡ κίνησις ἐν μερισμῷ καὶ συνεχείᾳ· ὥστε ὅταν λέγηται κινεῖσθαι, καταχρηστικῶς λέγεται διὰ τὸ ὅλως ἀπὸ τοῦ μὴ ἐνεργεῖν εἰς τὸ ἐνεργεῖν μεταβάλλειν, οὐχὶ διεξοδικῶς ἀλλ’ ἀθρόως, καθ’ ἣν καὶ ἡ τῶν ἀτόμων εἰδῶν παρουσία καὶ ἀπουσία ἐπιτελεῖσθαι πέφυκεν.2 ἐπεὶ δὲ μία μέν ἐστιν ἐνέργεια τοῦ αἰσθητοῦ καὶ τοῦ αἰσθητικοῦ, τὸ δὲ εἶναι ἕτερον, ἀνάγκη ἅμα φθείρεσθαι καὶ σώζεσθαι τὴν οὕτω λεγομένην ἀκοὴν καὶ ψόφον, καὶ χυμὸν δὴ καὶ γεῦσιν καὶ τὰ ἄλλα ὁμοίως. εἰ γὰρ μία τῷ ὑποκειμένῳ ἡ ἑκατέρα ἐνέργεια ἐν τῷ πάσχοντι οὖσα, ἀνάγκη ἅμα καὶ συνυπάρχειν καὶ συναπόλλυσθαι· συναιρεῖται γὰρ τῇ τοῦ κινοῦντος ἐνεργείᾳ καὶ ἡ τοῦ κινουμένου, ὁμοίως δὲ καὶ συνεισάγεται· τὰ δὲ κατὰ δύναμιν λεγόμενα οὐκ ἀνάγκη. καὶ ἡμεῖς μὲν οὕτως· οἱ δὲ πρότερον φυσιολόγοι οὐ καλῶς ἔλεγον, οὐθὲν οἰόμενοι οὔτε λευκὸν οὔτε μέλαν εἶναι ἄνευ ὄψεως,3 οὐδὲ χυμὸν ἄνευ γεύσεως, οὐδὲ ὅλως αἰσθητὸν ἄνευ αἰσθήσεως. τῇ μὲν γὰρ ἔλεγον ὀρθῶς, τῇ δὲ οὐκ ὀρθῶς· διχῶς γὰρ λεγομένης τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ, τῶν μὲν κατὰ δύναμιν τῶν δὲ κατ’ ἐνέργειαν, ἐπ’ ἐνίων μὲν τοῦτο συμβαίνει τὸ λεχθέν, τῶν κατ’ ἐνέργειαν, ἐπὶ δὲ τῶν ἑτέρων, τῶν κατὰ δύναμιν, οὐ συμβαίνει· ἀλλ’ ἐκεῖνοι ἁπλῶς καὶ ἀδιορίστως ἔλεγον περὶ τῶν λεγομένων οὐχ ἁπλῶς. Ἐπεὶ δ’ ὁρῶμεν τὴν αἴσθησιν φθειρομένην ταῖς ὑπερβολαῖς τῶν αἰσθητῶν καὶ ἐλλείψεσιν, ἐκεῖνο ἐννοῆσαι χρὴ ὡς ἐν μεσότητί τινι καὶ λόγῳ τυγχάνει οὖσα τοῦτο πάσχουσα.4 οὕτω δ’ ἂν τοῦτο καὶ συλλογίσαιο· ἡ κατ’ ἐνέργειαν ἀκοὴ καὶ ἡ κατ’ ἐνέργειαν φωνὴ ἔστιν ὡς ἓν καὶ ἔστιν ὡς οὐχ ἓν τὸ αὐτό· τῷ μὲν γὰρ ὑποκειμένῳ ἕν, ὥσπερ εἴρηται, τῷ δὲ λόγῳ διάφορον· ἡ δὲ φωνὴ συμφωνία τις καὶ συμμετρία· λόγος δὲ ἡ συμφωνία· καὶ τὴν κατ’ ἐνέργειαν ἀκοὴν λόγον τινὰ εἶναι ἀνάγκη. καὶ διὰ τοῦτο καὶ φθείρει ἕκαστον ὑπερβάλλον, καὶ τὸ ὀξὺ καὶ τὸ βαρύ, τὴν ἀκοήν· ὑπὸ γοῦν μεγάλης βροντῆς πολλοὶ ἐβλάβησαν, οὓς καὶ ἐμβροντήτους καλοῦμεν· ὁμοίως δὲ καὶ ἐν χυμοῖς τὴν γεῦσιν, καὶ ἐν χρώμασι τὴν ὄψιν τὸ σφόδρα λαμπρὸν ἢ ζοφερόν, καὶ ἐν ὀσφρήσει ἡ ἰσχυρὰ ὀσμὴ καὶ πικρὰ καὶ γλυκεῖα, ὡς λόγου τινὸς οὔσης τῆς αἰσθήσεως.
而如果运动、作用与受动是在被作用者之中,那么声音与现实活动中的听觉亦必然是在潜能的[听觉]之中;因为主动且致动者的现实活动是在受动者中产生的;是以致动者并非必然被运动。因此,能发声者的活动是声音或发声,而能听者的活动是听觉或聆听;因为听觉是双重的,声音亦是双重的。同样的道理亦适用于其余的感觉与可感觉对象。因为正如我们在《物理学》中所说,运动乃是从不完全向着完全的、以及从潜能向着现实活动的行进(因为向着完全性被运动的并非教导者,而是学习者;因为主动者在现实中已经是受动者所生成的那样;它已经拥有它使之运动所朝向的完全性),并且凡作用与受动都在被作用者及受动者之中,而不在主动者之中,且并非凡致动者都必然被运动;同样地,既然现实活动中的可感觉对象亦是藉由运动感觉而成为如此之物,那么此类运动必然在感觉之中。然而在某些情况下,中间状态已经被命名,例如发声与聆听,但在另一些情况下,[主动与受动的]一方是无名的;因为视觉的活动被称为“看”,而颜色的[活动]是无名的;能尝者的活动是“尝”,而滋味的[活动]是无名的。而在这些事情上应当忆起,我们此前是如何设定感觉被可感觉对象运动和受动的,以及我们是如何就潜能而论说的。因为[感觉]并非依照不完全的运动而被运动,而是作为此前未在活动的,在后来因可感觉对象的临在而一下子把自身不可分割且全都在一起的活动呈现出来,并非如在分割与连续性之中的运动那样;因此每当它被说成是被运动时,这乃是转义而言的,这是由于它作为整体从不活动转变到活动,并非逐步经历过程而是突然之间[发生],而不可分割形式的临在与缺席在本性上亦是依照这一[转变]得以完成的。既然可感觉对象与感觉者的活动是一,而它们的存在是不同的,那么被如此言说的听觉与声音就必然同时被消灭并被保全,滋味与尝以及其余各物亦同样如此。因为如果各自的活动存在于受动者中且在底层上是一,那么它们必然同时共存且同时毁灭;因为随着致动者的活动,被致动者的[活动]亦同时被取消,同样地亦同时被引入;但对于依照潜能被言说的事物而言,则并非必然。我们固然如此论说;然而早期的自然哲学家们却说得不妥,他们以为脱离视觉就没有任何白色或黑色存在,脱离品尝就没有任何滋味存在,脱离感觉就根本没有任何可感觉对象存在。因为他们在某一意义上说得正确,在另一意义上说得并不正确;既然感觉与可感觉对象是以双重方式被言说的——一者在潜能中,另一者在现实活动中——那么上述说法对于其中的一类即处于现实活动中的事物是成立的,对于另一类即处于潜能中的事物则并不成立;然而那些人却对非单义言说的事物做了单义且未加限定的论述。 然而,既然我们看到感觉被可感觉对象的过度与不及所毁灭,我们就必须意识到,它承受这种作用乃是由于它处于某种中道与比例之中。人们亦可藉由如下方式来对此进行推论:现实活动中的听觉与现实活动中的声音在某种意义上是一、在某种意义上不是一,乃是同一物;因为如前所述,在底层上它们是一,但在定义上有所不同;而声音是某种谐调与比例;谐调乃是比例;现实活动中的听觉亦必然是某种比例。并且正因如此,每一个过度的东西,无论是高音还是低音,都会毁灭听觉;无论如何,许多人曾受剧烈雷鸣之害,我们亦称这些人被雷击懵了;同样地,在滋味中〔过度的东西〕破坏品尝,在颜色中极度明亮或昏暗破坏视觉,在嗅觉中强烈的气味无论是辛辣还是甜腻亦会破坏[嗅觉],这是由于感觉乃是某种比例。
- 4.3.2ἐν τῇ κατὰ δύναμιν εἶναι
阴性单数定冠词 τῇ 之后省略了阴性名词 ἀκοῇ(听觉)。与前文的 ἡ ἀκοὴ ἡ κατ’ ἐνέργειαν(现实活动中的听觉)相对比,意指“在处于潜能中的听觉(即感觉器官或潜在感觉能力)之中”。
- 4.3.2καθ’ ἣν καὶ ἡ τῶν ἀτόμων εἰδῶν παρουσία καὶ ἀπουσία ἐπιτελεῖσθαι πέφυκεν
关系代名词 ἥν(阴性单数宾格)的先行词是从紧接在前的动词 μεταβάλλειν(转变)中概念性引出的 μεταβολή(转变),或指这种转变的样态。它指称的是瞬间一举发生而非循序渐进的质变方式。
- 4.3.2οὐ καλῶς ἔλεγον, οὐθὲν οἰόμενοι οὔτε λευκὸν οὔτε μέλαν εἶναι ἄνευ ὄψεως
οἰόμενοι 是与主语 οἱ πρότερον φυσιολόγοι(早期的自然哲学家们)一致的伴随/原因分词。它引出间接引语的宾格不定式结构(οὐθὲν ... εἶναι,主语为 οὐθέν,动词为 εἶναι),否定词 οὐθέν 被其后的 οὔτε ... οὔτε 进一步细分列举。
- 4.3.2ὡς ἐν μεσότητί τινι καὶ λόγῳ τυγχάνει οὖσα τοῦτο πάσχουσα
连词 ὡς 引出由 ἐννοῆσαι χρή(必须意识到)所支配的宾语从句。τυγχάνει οὖσα 表达其实际所处的状态,分词 τοῦτο πάσχουσα 则限定受动的条件,整体框架为“应当意识到它承受此种作用乃是处于某种中道与比例之中”。
