← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§110.18-111.27

自身感知的疑难与感觉现实活动的统一

索福尼亚斯解决了感觉感知自身时伴随的关系概念以及主动与受动方面的疑难,讨论了感觉在理性灵魂与自然之等阶中的可分离性,并阐明感觉的现实活动与可感觉对象的现实活动在底层上是一而定义上不同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.2#2

ταύτῃ γὰρ καὶ διαφέρει τὰ ὡς ἔμψυχα καὶ κατὰ φαντασίαν τινὰ τῶν αἰσθητῶν τὰ εἴδη χωρὶς τῆς ὕλης λαμβάνοντα τῶν ἀψύχων οἷον κατόπτρων. καὶ ταῦτα μὲν γὰρ ἄνευ τῆς ὕλης τὰ εἴδη δέχεται, παρόντων δὲ μόνον· τὰ δὲ ἔμψυχα καὶ ἀπελθόντων, ὅτι μετὰ φαντασίας ἡ πρώτη εἰσδοχή. καὶ τούτων οὕτω διαιτηθέντων ἔτι κἀκεῖνα ἐπισκέψασθαι δεῖ, ἃ καί τισι τῶν φιλοσοφησάντων ἠπόρηται καὶ καλῶς διαλέλυται. εἰ γὰρ ἡ ὄψις αὐτὴ ἑαυτῆς αἰσθήσεται, αὐτὴ πρὸς ἑαυτὴν ἔστ’ ἂν τοῦθ’ ὅπερ ἐστίν·1 αὕτη γὰρ ἔσται ὁρῶσα καὶ ὁρωμένη. οὐδὲν δὲ τῶν πρός τι αὐτὸ πρὸς ἑαυτό ἐστιν ἀλλὰ πρὸς ἕτερον· ἡ δὲ αἴσθησις τῶν πρός τι. ἢ οὐ ταὐτὸν ὄψει τε εἶναι καὶ κεχρωσμένῃ· ὁρᾷ δὲ αὐτὴν οὐχ ὡς ὄψιν, ἀλλ’ ὡς ὁρῶσαν ὄψιν καὶ εἶδος εἰληφυῖαν τοῦ ὁρωμένου πρὸς ὃ ἦν ὄψις. εἰ δὲ διὰ τοῦτο ὁρατόν τε καὶ ὁρώμενον γέγονεν, οὐκ ἔσται ἡ ὄψις ὄψεως ὄψις, ἀλλὰ κεχρωσμένης ὄψεως καὶ εἶδος ἐχούσης τὸ τοῦ ὁρωμένου. οὕτω δήπου ἂν εἴη καὶ ὁ κατ’ ἐνέργειαν νοῦς νοῶν αὑτόν· οὐ γὰρ ᾗ νοῦς ἑαυτὸν νοεῖ, ἀλλ’ ᾗ νοητός. ἔτι κἀκεῖνο περὶ τῶν αὐτῶν ζητήσωμεν· εἰ γὰρ τὸ ὁρᾶν καὶ ἁπλῶς τὸ αἰσθάνεσθαι πασχούσης τι τῆς αἰσθήσεως ὑπὸ τοῦ αἰσθητοῦ γίνεται, ὁρᾷ δὲ καὶ ἡ ὄψις ἑαυτήν, καὶ πείσεται ὑφ’ αὑτῆς. οὐδὲν δ’ ὑφ’ αὑτοῦ πάσχει· δεῖ γὰρ τὸ πάσχον δυνάμει εἶναι τοιοῦτον ὅπερ τὸ ποιοῦν ἐνεργείᾳ. ἔσται γοῦν ἡ αὐτὴ κατὰ τὸ αὐτὸ καὶ δυνάμει καὶ ἐνεργείᾳ. καὶ τοῦτ’ ἄλυτον καταλιπόντες ἕτερόν τι προσθήσομεν· εἰ ἡ αἴσθησις ἄλογος οὖσα ἐπιστρέφει πρὸς ἑαυτὴν γινώσκουσα ἑαυτῆς τὴν ἐνέργειαν, τὸ δὲ τοιοῦτον χωριστὸν σώματος, πᾶσα δὲ χωριστὴ σώματος ἐνέργεια καὶ τὴν οὐσίαν ἔχει χωριστήν, τοῦτο δὲ ἀθάνατον, ἀθάνατον ἄρα καὶ τὴν ἄλογον ψυχὴν ὑποληψόμεθα, εἴπερ καὶ αἴσθησιν. ἢ οὐκ ἐπειδὴ γινώσκει ἡ ὄψις ὅτι αἰσθάνεται, ἤδη καὶ χωριστὴ σώματος καὶ ἀθάνατος. μέση γὰρ ἡ αἴσθησις τῆς τε λογικῆς ψυχῆς καὶ τῆς φύσεως. τῆς οὖν φύσεως μήτε τὴν ἐνέργειαν ἑαυτῆς γινωσκούσης μήτε τὴν οὐσίαν,2 πρὸς τὰ ἐκτὸς δ’ ἀποτεινομένης μόνον κατὰ τὸ τρέφειν ἢ γεννᾶν, μηδαμοῦ δὲ πρὸς ἑαυτὴν ἐπιστρεφούσης, τῆς δὲ λογικῆς καὶ κατ’ ἐνέργειαν καὶ κατ’ οὐσίαν ἐπιστρεφούσης (γινώσκει γὰρ οὐ μόνον τὴν ἐνέργειαν αὑτῆς, ἀλλὰ καὶ τὴν οὐσίαν, καὶ διὰ τοῦτο καὶ καθάπαξ χωριστή ἐστι σώματος), εἰκότως ἡ ἄλογος μέσην ἔχουσα τάξιν κατά τι μὲν χωριστὴ κατά τι δὲ ἀχώριστος, τὴν μὲν ἐνέργειαν ἑαυτῆς γινώσκουσα, οὐκέτι δὲ καὶ τὴν οὐσίαν, καὶ χωριστὴ μὲν τοῦ παχέος σώματος, ἀχώριστος δὲ τοῦ πνεύματος, τῆς φύσεως καὶ τοῦ παχέος ἀχωρίστου οὔσης. Ἐπεὶ δὲ φθάνομεν εἰρηκότες τὴν αἴσθησιν δέχεσθαι καὶ στέγειν τὰ εἴδη τῶν αἰσθητῶν ἄνευ τῆς ὕλης ἐπὶ ποσόν τινα χρόνον, τὰ ἐκείνοις ἑξῆς προσθήσομεν. καὶ τὴν ἐνέργειαν τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ τὴν αὐτὴν μὲν καὶ μίαν εἶναι λέγειν ἀνάγκη τῷ ὑποκειμένῳ· τὸ δὲ εἶναι αὐταῖς οὐ ταὐτό,3 λέγω δὲ οἷον ὁ ψόφος ὁ κατ’ ἐνέργειαν καὶ ἡ ἀκοὴ ἡ κατ’ ἐνέργειαν. κατ’ ἐνέργειαν δὲ λέγομεν, ὅτι ἔστι καὶ ἀκοὴν ἔχον μὴ ἀκούειν καὶ τὸ ἔχον ψόφον οὐκ ἀεὶ ψοφεῖ, ἃ καὶ δυνάμει λέγεται. ὅταν οὖν ἐνεργῇ τὸ δυνάμενον ἀκούειν καὶ ψοφῇ τὸ δυνάμενον ψοφεῖν, τότε ἡ ἀκοὴ καὶ ὁ ψόφος ὡς ἐνεργείᾳ ἅμα γίνεται τῷ ὑποκειμένῳ, τῇ σχέσει δὲ καὶ τῷ λόγῳ διαφέρει, ὥσπερ ἀνάβασις καὶ κατάβασις, δίδαξις καὶ μάθησις. ὧν εἴποι ἄν τις τὸ μὲν εἶναι ἄκουσιν, τὸ δὲ ψόφησιν. τὸ γὰρ ἐνεργείᾳ αἰσθήσει εἶναί ἐστι τὸ ἔχειν τὰ εἴδη τῶν αἰσθητῶν χωρὶς ὕλης· πάλιν τὸ κατ’ ἐνέργειαν αἰσθητῷ εἶναί ἐστι τὸ ἔχεσθαι τὸ εἶδος αὐτοῦ χωρὶς ὕλης ὑπὸ τῆς αἰσθήσεως. ἓν ἄρα τῷ ὑποκειμένῳ ἡ ἑκατέρα ἐνέργεια, τῷ δὲ λόγῳ διάφορος, ἥτις ἀπὸ μὲν τοῦ αἰσθητοῦ θεωρουμένη ἐπὶ τὴν αἴσθησιν καλεῖται ἀκουστὸν ἢ ὁρατὸν ἤ τι τοιοῦτον, ἀπὸ δὲ τῆς αἰσθήσεως ἐπὶ τὸ αἰσθητὸν ὅρασις καὶ ἄκουσις καὶ τὰ τοιαῦτα.

因为同样在这一点上,那些作为有生命之物且依照某种表象而脱离质料接受可感觉对象形式之物,不同于诸如镜子之类的无生命之物。因为后者虽然亦脱离质料接受形式,却仅在对象临在时如此;而有生命之物在对象离去之后亦能如此,这是因为最初的接纳伴随着表象。而在这些事情被如此判定之后,还必须进一步考查那些亦曾被某些哲人提出疑难并得到妥善解决的要点。因为如果视觉自身感知其自身,那么它针对自身就会成为正是它所是的那种东西;因为它既将是看者又将是被看者。但关系词中没有任何事物是针对其自身而言的,而是针对另一者;而感觉则属于关系词。抑或[应当说],作为视觉与作为被着色者并不是同一回事?并且它并不是作为视觉看着自身,而是作为正在看的视觉,以及作为接纳了其对之而为视觉的被看对象之形式的视觉而看着自身。如果由于这个缘故它变成了可视的且被看的事物,那么视觉将不是视觉的视觉,而是被着色的视觉、且具有被看对象形式的视觉的[视觉]。想必在现实活动中的理智思想自身时亦会是如此;因为它并非就其作为理智而言思想自身,而是就其作为可知对象而言思想自身。此外,关于同样的事情我们再探讨这一点:因为如果看、以及一般而言的感觉,是在感觉从可感觉对象那里承受某种作用时发生的,而视觉亦看着自身,那么它亦将承受来自自身的作用。但没有任何事物承受来自自身的作用;因为受动者在潜能上必须正是主动者在现实上所是的那种状态。无论如何,同一事物在同一方面就将既处于潜能又处于现实。我们将这个疑难保留不作解决,再补充另一件事:如果非理性的感觉能够转向自身并认识自身的活动,而这样的一类事物是能够脱离身体而独立的,并且凡脱离身体而独立的活动其本质亦是独立的,而这又是不死的,那么既然感觉如此,我们就将认为非理性的灵魂亦是不死的。抑或[应当说],并非由于视觉认识到自己在感觉,它就已经既独立于身体又是不死的?因为感觉介于理性的灵魂与自然之间。因此,既然自然既不认识自身的活动亦不认识自身的本质,而只是在滋养或繁衍方面朝向外在事物,绝不转向自身;而理性[灵魂]则在活动和本质上都转向自身(因为它不仅认识自身的活动,而且认识自身的本质,并因此完全独立于身体);那么合理的是,占据中间等阶的非理性[灵魂]在某一意义上是独立的,而在另一意义上是不可分离的,它认识自身的活动,但不再认识自身的本质,并且独立于粗糙的身体,却无法脱离气息而独立,而自然甚至与粗糙的身体亦是不可分离的。 既然我们此前已经说过感觉在一定时间内脱离质料接受并保持可感觉对象的形式,那么我们将补充那些顺承其后的内容。必须主张的是,感觉的活动与可感觉对象的活动在底层上是同一且唯一的;但它们的存在并不是同一的——我指的是例如现实活动中的声音与现实活动中的听觉。而我们之所以说在现实活动中,是因为具有听觉者可能并不在听,而具有声音者亦非始终发出声音,这些状态亦被称为在潜能中。因此,当能够听的事物活动起来、能够发声的事物发出声音时,彼时作为现实活动的听觉与声音在底层上是同时发生的,但在关系与定义上有所不同,正如上坡与下坡、教授与学习一样。人们或许可以说其中一者是聆听,另一者是发声。因为在现实中作为感觉存在,乃是脱离质料具有可感觉对象的形式;反过来,在现实中作为可感觉对象存在,乃是其形式脱离质料被感觉所持存。因此,两者的活动在底层上是一,在定义上却不同;这一活动从可感觉对象向着感觉被考察时被称为可听者或可视者或诸如此类的东西,而从感觉向着可感觉对象被考察时则被称为观看与聆听以及诸如此类的东西。

语法注3 条
  1. 4.3.2αὐτὴ πρὸς ἑαυτὴν ἔστ’ ἂν τοῦθ’ ὅπερ ἐστίν

    ἔστ’ ἂν 是 ἔσται ἄν 的省音形式,表达条件句的潜在或必然归结。它构成了推导荒谬结论的归结分句:关系词(τῶν πρός τι)本是对另一者而言的,而如果视觉感知自身,它在本质上就会变成针对自身的项。

  2. 4.3.2τῆς οὖν φύσεως μήτε τὴν ἐνέργειαν ἑαυτῆς γινωσκούσης μήτε τὴν οὐσίαν

    τῆς φύσεως ... γινωσκούσης 与后文的 τῆς δὲ λογικῆς ... ἐπιστρεφούσης 构成了一对对比性的独立属格结构,为后文的主句(εἰκότως ἡ ἄλογος μέσην ἔχουσα τάξιν...)铺设前提。通过自然(植物性灵魂)的完全不自省与理性灵魂的完全自省之间的对比,非理性的感觉灵魂居于中阶的地位(仅认识活动而不认识本质)得到了结构上的界定。

  3. 4.3.2τὸ δὲ εἶναι αὐταῖς οὐ ταὐτό

    这是伴随与格 αὐταῖς 的定冠词不定词 τὸ εἶναι 结构,为亚里士多德哲学特有的句式,意为“它们的存在(本质/定义)”。主语是 τὸ εἶναι,述语是 οὐ ταὐτό(不是同一的),与前面的“在底层上为一(τῷ ὑποκειμένῳ)”形成对照,指称定义或概念(τῷ λόγῳ)上的区别。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:110.18-111.27