- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:109.5-110.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《论灵魂》卷三第二章,探讨关于看和听的附随知觉究竟属于另一种感觉还是属于同一感觉的疑难。在通过避免无限倒退而得出感觉自身领会其自身的结论后,针对视觉本身是否被着色这一难题,从判别匮乏以及感觉器官脱离质料接受可感觉形式两个方面给出了解答。
Ἔτι καὶ τοῦτο προσαπορητέον οἰκεῖον ὂν τῇ ἐξ ἀρχῆς προθέσει, εἰ ὑπολείπει τις αἴσθησις· ἐπεὶ γὰρ αἰσθανόμεθα ὅτι ὁρῶμεν καὶ ἀκούομεν, εἰ ἔστι τις ἄλλη περὶ τὰ αἰσθητὰ ἐνέργεια, καθ’ ἣν ταῖς ἐνεργείαις τῶν αἰσθητικῶν ἐφιστάνομεν, εἴτε προσέβαλον τῷ αἰσθητῷ εἴτε μή, καὶ ποίαν τινὰ ἴσχουσι τὴν διάθεσιν, ἣν δὴ καὶ συναίσθησιν εἴποι τις, πότερον ἄλλης τινὸς αἰσθήσεως αὕτη ἡ ἐνέργεια κεχωρισμένης τῶν ἀπηριθμημένων, ἢ περὶ τὰ ἴδια τῶν αἰσθητῶν ἑκάστη τῶν αἰσθήσεων οὐ μόνον ἐνεργεῖ, ἀλλὰ καὶ ἐφιστάνει τῇ ἑαυτῆς ἐνεργείᾳ· οἷον ὁρῶντες τόδε τὸ λευκὸν ἑαυτοὺς οὕτω διακειμένους συνέγνωμεν. ἀνάγκη δὲ ἢ τῇ ὄψει αἰσθάνεσθαι τούτου ὅτι ὁρᾷ ἢ ἑτέρᾳ. ἀλλ’ εἰ ἑτέρα, ἡ αὐτὴ μία ἀμφοτέρων ἐστὶν ἀντιληπτική, τῆς τε ὁρώσης ὄψεως καὶ τοῦ ὑποκειμένου χρώματος, καὶ δύο τοῦ αὐτοῦ αἰσθητοῦ καθ’ αὑτὸ ἔσονται αἰσθήσεις. εἰ γὰρ ἡ ἑτέρα μὲν καὶ δευτέρα ἀντελάβετο ὅτι εἶδεν ἡ ὄψις, ἡ αὐτὴ δὲ καὶ τοῦ χρώματος ἀντιλήψεται (πρός τι γάρ),1 ἀντελαμβάνετο δὲ τῶν χρωμάτων καὶ ἡ ὄψις, τοῦτο δὴ τὸ ἄτοπον ἕψεται· δύο γὰρ αἰσθήσεις τοῦ αὐτοῦ καὶ ἑνὸς αἰσθητοῦ μὴ κατὰ συμβεβηκὸς ἀντιλήψονται. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων, ὥστε οὐδὲν ἂν ἴδιον αἰσθητόν, ἀλλὰ πάντα κοινά, καὶ οὐ πέντε αἰσθήσεις ἀλλὰ δέκα. ἔτι ἐπειδὴ πολλάκις ἐπιστήσαντες τῇ τῆς ὄψεως ἐνεργείᾳ ἐφιστάνομεν αὐτῷ τούτῳ πάλιν, ὅτι ἐπεστήσαμεν ὅτι ἡ ὄψις εἶδε καὶ συναισθανόμεθα ἑαυτῶν ἐπιστησάντων, ἀνάγκη καὶ ταύτην τὴν αἴσθησιν τὴν τρίτην ἢ ἑτέραν εἶναι παρὰ τὴν πρὸ αὐτῆς ἐπιστήσασαν ἢ τὴν αὐτήν. καὶ εἰ μὲν ἑτέρα, πάλιν περὶ ἐκείνης ὁ αὐτὸς λόγος· καὶ τοῦτο ἐπ’ ἄπειρον· εἰ δὲ ἡ αὐτή, ἵνα μὴ ἐνεργείᾳ ἀπείρους αἰσθήσεις ποιήσωμεν, καὶ ἐνδέχεται ὅλως τὴν αὐτὴν ἐπιστῆσαι καὶ ὅτι ἐπέστησε πάλιν ἐπιστῆσαι, διὰ τί μὴ αὐτόθεν ἐπὶ τῆς ὄψεως τοῦτο ποιοῦμεν, τιθέμενοι καὶ αἰσθάνεσθαι τὴν αὐτὴν καὶ τῇ ἑαυτῆς ἐφιστᾶν ἐνεργείᾳ; ἀποκληρωτικὸν γὰρ τὸ τῇ δευτέρᾳ μὲν αἰσθήσει ἢ τρίτῃ διδόναι τοῦτο, μὴ εὐθὺς δὲ καὶ τῇ πρώτῃ. λείπεται τοίνυν ἐκ τῶν εἰρημένων αὐτὴν ἑκάστην αἴσθησιν καὶ τῶν αἰσθητῶν λέγειν ἀντιλαμβάνεσθαι καὶ τῆς ἑαυτῆς ἐνεργείας· ὥστε αὐτὴ ἑαυτῆς ἀντιλήψεται. ἔχει δὲ ἀπορίαν· εἰ γὰρ ἡ ὄψις ἐφιστάνει τῇ ἑαυτῆς ἐνεργείᾳ, τὸ δὲ τῇ ὄψει αἰσθάνεσθαι ὁρᾶν ἐστι, τοῦτο δὲ χρωμάτων ἐστὶν ἀντιλαμβάνεσθαι, κέχρωσται ἡ ὄψις ἄρα καίπερ οὖσα πρώτη τοῦ αἰσθητοῦ γνωριστική· εἰ γὰρ ὄψεταί τις τὸ ὁρῶν, καὶ χρῶμα ἕξει τὸ ὁρῶν πρῶτον. λύσομεν δὲ ἐνστάσει καὶ ἀντιπαραστάσει χρησάμενοι. πρῶτα μὲν γὰρ φανερὸν ὡς οὐχ ἓν τὸ τῇ ὄψει αἰσθάνεσθαι οὐδ’ ἁπλοῦν καὶ μονοειδές. οὐ γὰρ εἴ τι ὁρᾶται πάντως χρῶμά ἐστι, καὶ οὐ μόνον τὰ ὁρατὰ ὁρῶμεν ἀλλὰ καὶ τὰς στερήσεις τῶν ὁρατῶν. καὶ γὰρ ὅταν μὴ ὁρῶμεν, τῇ ὄψει κρίνομεν, οἷον ὁρῶμεν τὸ φῶς καὶ τὸ σκότος, ἅπερ οὔκ εἰσι χρώματα, εἰ καὶ μὴ ὡσαύτως· τὸ μὲν γὰρ καταφάσει τὸ δ’ ἀποφάσει. ὥστε οὐχ ᾗ ὁρᾷ ἡ ὄψις τὴν ἑαυτῆς ἐνέργειαν, ἤδη κεχρῶσθαι ἀνάγκη ταύτην. ἔπειτα καὶ τὸ ὁρῶν ἔστιν ὡς κεχρωμάτισται, καὶ οὐκ ἄτοπον τοῦτο λέγειν· τὸ γὰρ αἰσθητήριον δεκτικὸν τοῦ αἰσθητοῦ ἄνευ τῆς ὕλης ἕκαστον. διὸ καὶ ἀπελθόντων τῶν αἰσθητῶν ἔνεισιν αἰσθήσεις καὶ φαντασίαι, τὰ τῶν αἰσθητῶν δηλαδὴ ἐγκαταλείμματα, ἐν τοῖς αἰσθητηρίοις. ἀποστήσαντες γὰρ τοῦ ἡλίου τὰς ὄψεις οὐκ εὐθὺς ἀναγνῶναι δυνάμεθα, ὡς ἐνόντος ἔτι ἐν τῷ αἰσθητηρίῳ τοῦ ἐκ τοῦ φωτὸς ἐγγινομένου πάθους· καὶ θαλάττης ἀποστάντες μετὰ τὸν πλοῦν ἔτι περιηχεῖσθαι τὰ ὦτα δοκοῦμεν. ἔτι δὲ σφοδρὸν χρῶμα ἑωρακότες ἢ λαμπρόν, εἶτα βλέψαντες εἰς ἄλλο, οὐχ οἷόν ἐστιν ἐκεῖνο ὁρῶμεν, ἀλλ’ οἷον ἦν τὸ προεωραμένον, ἢ μικτόν τι, τοῦ αἰσθητηρίου ἔτι σώζοντος καὶ τὸ τοῦ πρώτου πάθος, καὶ διὰ τὸ ὑπὸ τοῦ δευτέρου παθεῖν οἷον μῖξίν τινα καὶ ἀμφοτέρων τῶν παθημάτων γίνεσθαι.2 καὶ πρὸς τούτοις ἡ αἴσθησις κατὰ φαντασίαν τινὰ γενομένη τηρεῖ πως ἐν ἑαυτῇ τὰ φαντάσματα καὶ μηκέτι τῶν αἰσθητῶν παρόντων.
此外,作为切合最初意图的问题,是否遗漏了某种感觉,这一点亦须补充提出作为疑难:因为既然我们感觉到自己在看和在听,如果存在某种围绕可感觉对象的另一种活动,凭借它我们关注着感觉官能的活动——它们是否触及了可感觉对象,以及具有怎样的状态(人们确实亦可称之为共同知觉)——那么这种活动究竟属于从已列举的诸感觉中分离出来的某种其他感觉,还是说各种感觉不仅围绕固有的可感觉对象活动,而且亦关注自身的活动(例如,当我们看着这个白色时,便意识到自己正处于如此的状态之中)。而必然要么是通过视觉感觉到它在看,要么是通过另一种感觉。但如果是通过另一种感觉,那么这同一单一的感觉就将领会两者,即领会正在看的视觉和作为底层的颜色,于是针对同一可感觉对象将存在两种依其自身的感觉。因为如果另一种、亦即第二种感觉领会了视觉看见了,而这同一感觉亦将领会颜色(因为这是关系词),另一方面视觉亦领会颜色,那么这件荒谬之事确实就会随之而来:因为两种感觉将非偶性地领会同一且唯一的可感觉对象。而同样的论证亦适用于其余感觉,以至于将不存在任何固有的可感觉对象,而一切都是共同的,且不是五种感觉而是十种感觉。此外,由于我们在关注了视觉的活动之后,往往又重新关注于这一事实本身,即我们关注了视觉看见了这一点,并且共同知觉到实施了关注的我们自身,那么这第三种感觉亦必然要么是不同于此前实施关注的那种感觉,要么是同一种感觉。若是不同的,关于它又会有同样的论证,而这将无限进行下去;但若是同一种,为了不使感觉在现实活动中成为无限,且如果同一种感觉关注并且再次关注于它曾关注这一事实完全是可能的,那么我们为何不直接在视觉上如此主张,设定同一感觉既在感觉又关注自身的活动呢?因为把这一点赋予第二或第三种感觉、却不随即亦赋予第一种感觉,乃是任意专断的。因而根据所说的话,剩下的结论便是主张每种感觉自身既领会可感觉对象,亦领会自身的活动;以至于它将领会其自身。但这包含着一个疑难:因为如果视觉关注于自身的活动,而通过视觉感觉即是看,这又是领会颜色,那么视觉作为可感觉对象的第一认知者,它自身竟然被着色了;因为如果有人要看见看者,看者起初就必须具有颜色。但我们将运用异议和对照辩明来解决这一难题。首先,显而易见的是,通过视觉进行感觉并不是单一的,亦非单纯和单一形式的。因为并非无论看见什么都必定是颜色,而且我们不仅看见可见之物,亦看见可见之物的匮乏。实际上,即使在我们不看的时候,我们亦通过视觉进行判定,例如我们看见光与暗,而它们并不是颜色,即使并不是以同样的方式被看见:因为一者是通过肯定,另一者则是通过否定。因此,并不必然由于视觉看见自身的活动,它就必定已经着色了。其次,看者在某种意义上亦是被着色的,这样说并非荒谬;因为每个感觉器官都能脱离质料而接受可感觉对象。因而即使在可感觉对象离去之后,诸感觉与表象——也就是可感觉对象的残余——仍然存在于感觉器官之中。因为在把视线从太阳移开之后,我们无法立即阅读,这是因为由光所产生的受动仍然存在于感觉器官之中;而在航海后离开大海时,我们似乎觉得耳朵里仍然回响着声音。此外,在看了一种强烈或明亮的颜色之后再注视另一种颜色时,我们所看到的并非后者的原本样貌,而是此前所见之物的样貌、或者是某种混合之物,因为感觉器官仍然保留着第一个对象的受动,并且由于承受了来自第二个对象的作用,两种受动之间便产生了某种混合。此外,感觉由于依照某种表象而生成,即使在可感觉对象已不再临在时,亦在某种程度上于自身之中保持着表象图景。
- 4.3.2πρός τι γάρ
括号内的解释性分句。它简要指明了逻辑根据:因为视觉作为关系概念(πρός τι,即对所见之物的视觉),若要领会视觉,就必然同时领会其相关项(即颜色这一可见对象)。补足省略的判断结构(如 ἡ ὄψις γάρ ἐστι πρός τι)是理解此处的关键。
- 4.3.2καὶ διὰ τὸ ὑπὸ τοῦ δευτέρου παθεῖν οἷον μῖξίν τινα καὶ ἀμφοτέρων τῶν παθημάτων γίνεσθαι
通过连词 καί 与前半句的属格独立结构(τοῦ αἰσθητηρίου ἔτι σώζοντος...)并列的原因分句。在介词 διά 支配的冠词不定式(διὰ τὸ... παθεῖν)之后,紧接着带宾格不定式结构(οἷον μῖξίν τινα... γίνεσθαι,其中 οἷον μῖξίν τινα 为 γίνεσθαι 的主语)以表达伴随发生的状态或结果。
