- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:105.9-106.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《论灵魂》卷三第一章,作者通过直接接触与媒介知觉这两种感知方式以及自然的阶梯论证了五感之外别无其他感觉,并检视了天体(第五元素)的受动性与心灵的分离性。
Τούτων οὕτω διωρισμένων ἀνάγκη, εἴπερ ἐκλείποι τις αἴσθησις, καὶ αἰσθητήριον ἡμῖν ἐκλελοιπέναι. μήποτε γὰρ ὥσπερ ἔν τισι μὲν τῶν ζώων οὐ πᾶσαι αἱ αἰσθήσεις ἔχονται, ἐν ἡμῖν δὲ καὶ αἱ πέντε, οὕτως ἐστὶ καὶ ἄλλη τις αἴσθησις, ἥτις ἐν ἡμῖν μὲν οὐκ ἔστιν, ἐν ἄλλοις δέ τισι ζώοις ἢ ἀδήλοις ἢ ὑπὲρ ἡμᾶς, καὶ ὥσπερ τὰ ὄψιν μὴ ἔχοντα οὐδὲ εἰ ἔστι χρώματα οἶδεν, οὕτως οὐδὲ εἰ ἔστιν ἄλλα τινὰ αἰσθητὰ εἰσόμεθα, λειπούσης ἡμῖν τῆς κριτικῆς αὐτῶν αἰσθήσεως. ὅτι δὲ οὐκ ἔστιν αἴσθησις ἑτέρα παρὰ τὰς πέντε (λέγω δὲ ταύτας ὄψιν, ἀκοήν, γεῦσιν, ὄσφρησιν καὶ ἁφήν), ἵν’ εἴη χρεία καὶ ἑτέρου αἰσθητηρίου, ἐκ τούτων πιστεύσειεν ἄν τις. διττῆς γὰρ οὔσης σχέσεως, καθ’ ἣν ἄν αἴσθησις γένοιτο, τῆς τε πρὸς ἄλληλα τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ θίξεως καὶ τῆς διὰ μέσων ἑτέρων ἀντιλήψεως, ὅσων μὲν αὐτῶν ἁπτόμενοι αἰσθανόμεθα, τῇ ἁφῇ αἰσθητά ἐστιν, ἣν τυγχάνομεν ἔχοντες· παντὸς γὰρ οὗ ἐστιν αἴσθησις ἡ ἁφή, ταύτην καὶ νῦν ἔχομεν· πάντα γὰρ τὰ τοῦ ἁπτοῦ ᾗ ἁπτὸν πάθη τῇ ἁφῇ ἡμῖν αἰσθητά ἐστιν (ἁφὴ γάρ τις ἐστὶν καὶ ἡ γεῦσις· τῇ θίξει γὰρ αἰσθάνεται)· ὅσων δὲ διὰ τῶν μεταξὺ καὶ μὴ αὐτῶν ἁπτόμενοι,1 ἀλλὰ τοῖς ἁπλοῖς καὶ δυσί, λέγω δὴ ἀέρι καὶ ὕδατι, τούτων ἀντιληπτικαὶ χρωμάτων μὲν ὅρασις, φωνῶν δὲ ἀκοή, ὀσμῶν δὲ ὄσφρησις. ὥστε εἰ μὴ καθ’ ἑκάτερον τῶν τρόπων ὑπολείποιτο αἴσθησις, καὶ εἰ μή τι ἕτερόν ἐστι σῶμα καὶ πάθος ὃ μηδενός ἐστι τῶν ἐνταῦθα σωμάτων, οὐδὲ ὅλως ἂν εἴη παρὰ τὰς εἰρημένας. εἰ δὲ μὴ αἴσθησις, οὐδὲ αἰσθητήριον· μάτην γὰρ ἂν εἴη ὄργανον μὴ ὄντος τοῦ χρησομένου. ἔτι ἐν τοῖς θνητοῖς ζώοις ἀδύνατόν τι τῆς τελειοτέρας ζωῆς μετασχεῖν μὴ μεταλαβὸν τῆς ἥττονος. κατὰ βαθμίδας γὰρ ἡ φύσις πρόεισι· πρῶτον γὰρ σῶμα ἁπλῶς, εἶτα ἔμψυχον οἷον τὸ φυτόν, εἶτα ζωὴ καὶ αἴσθησις, εἶτα λόγος. ὥσπερ γὰρ ὑπόκειται τοῖς τιμιωτέροις τὰ ἥττονα, καὶ καθάπερ οὐχ οἷόν τε αἰσθήσεως μετέχειν τὸν μὴ ζωῆς οὐδὲ ζωῆς τὸν μὴ ψυχῆς, οὕτως οὐδὲ λόγου ἄν τι μετάσχοι ὑπολελοιπὸς αἴσθησιν. εἰ τοίνυν τελειότατον τῶν ὑπὸ σελήνην ὁ ἄνθρωπος, οὗτος δὲ πέντε μόνας ἔχει καὶ οὐ πλείονας λογικῆς ὢν φύσεως, οὐκ ἂν εἴη παρὰ ταύτας ἑτέρα· οὐ γὰρ ἂν μετέσχε τῆς κρείττονος ζωῆς τῆς λογικῆς ὑπερβὰς τὴν χείρονα αἴσθησιν. πᾶσαι ἄρα αἱ αἰσθήσεις ἔχονται ὑπὸ τῶν μὴ ἀτελῶν μηδὲ πεπηρωμένων (τοῖς τελειοτέροις δὲ καὶ ἡ κατὰ τόπον ἐγγίνεται κίνησις)· καὶ γοῦν φαίνεται καὶ ἡ ἀσπάλαξ ὑπὸ τὸ δέρμα ἔχουσα ὀφθαλμοὺς προνοίᾳ φύσεως. ἐπεὶ γὰρ ἀναγκαιότερον τοῦ ὁρᾶν τὸ τρέφεσθαι, αὕτη δὲ τῷ ὀρύττειν τρέφεται, τῷ ἐπικειμένῳ δέρματι τὴν ὁρατικὴν περιεφύλαξεν αἴσθησιν τὴν ὄψιν ἀμβλύνασα, ἵν’ ἀντέχῃ πρὸς τὴν ὑπόνομον δίαιταν. φθάνομεν δὲ εἰρηκότες2 σῶμα καὶ πάθος εἴτ’ οὖν σῶμα παθητικὸν καὶ ὑποπῖπτον αἰσθήσεσι διὰ τὸν ὑποτρέχοντα λόγον ἐκεῖνον, ὃς τὰς οὐρανίους οὐσίας σωματικὰς μὲν ὑποτίθεται, μὴ παθητὰς δὲ μηδὲ ἁλωσίμους αἰσθήσεσιν, ἄλλῳ δέ τινι κρείττονι τρόπῳ γινομένης τῆς ἀντιλήψεως, παρ’ ἧς καὶ γινώσκονται. εἰ δὲ τοῦτο οὕτω καὶ ὁ λόγος ἔρρωται, οὐκ ἐπὶ πᾶσιν ἐκεῖνος διήκει, ὃς μὴ πρότερον τὰς κρείττονας ζωὰς ἐγγίνεσθαι διετείνετο, μὴ προηγησαμένων τῶν χειρόνων.3 αὐτίκα γὰρ ὁ νοῦς ὁ τόσον τῆς αἰσθήσεως τιμιώτερος, ὁ τῶν νοητῶν καὶ θείων εἰδῶν ἀντιληπτικός, τῶν σωμάτων κεχώρισται. ὥστε εἰ καὶ τῶν ἐν τοῖς φθαρτοῖς σώμασι ποιοτήτων μὴ λείπῃ τις ἀντιληπτικὴ αἴσθησις, ἄδηλον εἰ μήπου ἄλλη τις ὑπολέλειπται τοῦ πέμπτου στοιχείου ἀντιληπτικὴ ἐξ ἐκείνου ἔχουσα τὸ αἰσθητήριον.
这些既然已被如此规定,那么倘若缺失了某种感觉,在我们之中也必然缺失了某种感觉器官。因为或许有人会想,正如在某些动物中并不具有全部感觉,而在我们之中则兼具这五种感觉一样,同样也存在着我们所没有、而存在于某些未知或高于我们的其他动物之中的某种其他感觉;正如不具有视觉的动物甚至不知颜色是否存在一样,我们也同样由于缺少判别它们的感官而甚至不知是否存在某些其他的可感觉对象。然而,除了这五种感觉(我指的是视觉、听觉、味觉、嗅觉和触觉)之外不存在其他感觉,从而亦无需另一种感觉器官,人们可从以下方面予以确信。因为感觉得以产生的关系有二:其一是感觉与可感觉对象彼此间的直接接触,其二则是通过其他媒介的领会;凡是我们通过直接接触而感觉的对象,都是通过我们碰巧拥有的触觉而被感觉的;因为凡是触觉作为其感觉的对象,我们现今都具有这种感觉;因为可触知物在其作为可触知物的意义上的一切受动,对我们而言皆可通过触觉被感觉(味觉亦是某种触觉,因为它是通过直接接触而进行感觉的);而凡是我们通过居间媒介而非直接接触、而是通过单纯且为二的元素(即空气与水)所感觉的对象,把握这些对象的则是针对颜色的视觉、针对声音的听觉以及针对气味的嗅觉。因此,如果在这两种方式中皆不缺失某种感觉,且如果不具有不属于此世任何物体的另一种物体与受动,那么在上述感觉之外就绝不会有任何其他感觉存在。而若没有感觉,亦不会有感觉器官;因为若没有使用者,工具的存在便是徒劳的。此外,在必死动物中,任何事物若不分有较低级的生命,便不可能分有较完满的生命。因为自然是循序渐进的:首先是单纯的身体,其次是诸如植物的有灵魂者,再次是生命与感觉,其后是理性。因为正如较低级者作为基础从属于较尊贵者,又正如不分有生命者不可能分有感觉,不分有灵魂者不可能分有生命,同样,缺失了感觉者亦不可能分有理性。因此,如果人在月下界的事物中最为完满,且属于理性本性的人仅具有五种感觉而不再具有更多,那么在此之外便不可能有另一种感觉;因为人不可能越过低等的感觉而分有较优越的理性生命。因此,一切感觉都被非不完全且非残缺的生物所保有(在较完满者中亦产生位移运动);事实上,出于自然的审慎安排,鼹鼠亦被看到在皮肤之下具有眼睛。因为摄取营养比观看更为必需,而鼹鼠通过挖掘来摄取营养,因此[自然]用覆盖其上的皮肤保护了视觉感官,使其视力迟钝,以便能耐受地下的生活方式。顺便提及,我们此前之所以谈及身体与受动,亦即受动且隶属于感觉的身体,是因为顾及了潜在的那种论述,即假定天体实体虽为身体性的,却非受动亦非感觉所能把握,对其领会乃是通过某种其他的、更优越的方式产生,且天体亦是由此而被认识的。若情况确实如此且该论点成立,那么此前声称在较劣等的生命未先导之前较优越的生命便不会产生的那个论述,就并非通行于所有事物了。因为举例而言,那远比感觉更为尊贵、能把握理知与神圣形式的心灵,便是与身体相分离的。因此,即使把握可朽身体中诸性质的感觉并未缺失,但究竟是否留存着某种把握第五元素、并从该元素中获得其感觉器官的其他感觉,尚不得而知。
- 4.3.1ὅσων δὲ διὰ τῶν μεταξὺ καὶ μὴ αὐτῶν ἁπτόμενοι
该分句与前文的 ὅσων μὲν αὐτῶν ἁπτόμενοι αἰσθανόμεθα 相对比,其中省略了动词 αἰσθανόμεθα,并与主句 τούτων ἀντιληπτικαὶ χρωμάτων μὲν ὅρασις... 相衔接。关系代词 ὅσων 作为所省略的 αἰσθανόμεθα 的宾语而取属格,主句中的指示代词 τούτων 复指该词并充当 ἀντιληπτικαί 的客观属格补足语。
- 4.3.1φθάνομεν δὲ εἰρηκότες
此处使用了 φθάνω 连用分词的惯用表达,意为“我们此前已说过”或“我们预先提及”。作者在此回顾并补充说明为何此前在界定物体与受动的关系时限定为“受动性的身体”。
- 4.3.1ὃς μὴ πρότερον τὰς κρείττονας ζωὰς ἐγγίνεσθαι διετείνετο, μὴ προηγησαμένων τῶν χειρόνων
关系代词 ὃς 的先行词是前文的 ἐκεῖνος [λόγος]。该从句内部包含了 μὴ πρότερον ... μὴ προηγησαμένων 的双重否定结构(“在较劣等者未先导之前,较优越的生命便不会产生”),其中独立属格 μὴ προηγησαμένων τῶν χειρόνων 起条件状语的作用(“若较劣等者未先导”)。
