- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:103.32-105.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐明感觉器官以双重方式受动(即作为感觉器官受形式性现实活动的作用,以及作为身体受物理作用),解释植物因缺乏只接受形式的中道原理而不能感觉的原因,并通过将无灵魂之物的受动与感觉器官的受动进行对比,分析感觉对象对无生命物体的影响方式。
ἐπεὶ γὰρ τὸ αἰσθάνεσθαι ἐν κινήσει, διττῶς ἂν πάθοι τὸ αἰσθητήριον· τοῦτο μὲν ὑπὸ τῆς τῶν αἰσθητῶν ἐνεργείας ὡς αἰσθητήριον, τοῦτο δὲ1 ὡς σῶμα ὑπὸ σώματος· οἷον τὸ ὄμμα ὡς μὲν αἰσθητικὸν συγκριθήσεται καὶ διακριθήσεται ὑπὸ χρώματος, ὡς δὲ σῶμα ὑπὸ πυρὸς θερμανθήσεται ἢ καυθήσεται· καὶ ἡ ἀκοὴ ὑπὸ μὲν τῶν ψόφων ὡς αἰσθητικόν, ὑπὸ δὲ τῆς σφοδρᾶς τοῦ ἀέρος καὶ μεγάλης κινήσεως ὡς σῶμα πείσεται· τοῖς γὰρ μεγάλοις τῶν ψόφων ἀναλόγου γενομένης καὶ τῆς κινήσεως, τῇ ταύτης πιλήσει βλάπτεται ὁ ἀκουστικὸς ἐν τοῖς ὠσὶν ἀὴρ προσπεφυκώς· καίπερ 〈γὰρ〉 οὐ ταὐτὸν ψόφος καὶ ἀέρος κίνησις, ὅμως οὐκ ἄνευ κινήσεως. δῆλον οὖν καὶ διὰ τί ποτε τὰ φυτὰ οὐκ αἰσθάνεται, ἔχοντά τι μόριον ψυχικὸν καὶ πάσχοντα ὑπὸ τῶν ἁπτῶν· καὶ γὰρ ψύχεται καὶ θερμαίνεται. αἴτιον δὲ τὸ μὴ ἔχειν μεσότητα μηδὲ τοιαύτην ἀρχήν, ἥτις τὰ εἴδη μόνα τῶν αἰσθητῶν δέχεται, ὥσπερ ἐν τοῖς ζῴοις τὸ πνεῦμα καὶ τὰ αἰσθητήρια· καὶ διὰ τοῦτο μετὰ τῆς ὕλης πάσχει καὶ σωματικῶς διατίθεται· τὸ γὰρ οὕτω πάσχον οὐ κατὰ τὴν τοῦ ποιοῦντος ἀλλὰ κατὰ τὴν οἰκείαν ὕλην μεταβαλλόμενον τρέπεται. καὶ καθόλου πᾶν ποιοῦν τοῦ μὲν εἴδους μεταδοίη τῷ πάσχοντι, τῆς ὕλης δ’ οὔ· μία γὰρ αὕτη καὶ κοινή. ἐπεὶ δὲ ὅλως τὸ πάσχειν ὑπὸ τῶν ἁπτῶν καὶ τοῖς ἀψύχοις τῶν σωμάτων ἐνδέδοται, ἀπορήσειεν ἄν τις, εἰ καὶ κατ’ ἄλλα οὕτως ἔσται· ἆρα γὰρ πάθοι ἂν ὑπ’ ὀσμῆς τὸ μὴ δυνάμενον ὀσφρανθῆναι, ἢ ὑπὸ χρώματος τὸ μὴ δυνάμενον ἰδεῖν; ἢ τοῦτο μὲν καὶ τὴν ἀρχὴν ἀπορεῖν οὐκ ἔδει· εἰ γὰρ ἡ ὀσμὴ τοῦ ὀσφρανθῆναι καὶ τοῦ ἀκούειν ὁ ψόφος καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος, ὀσφραίνεται δὲ ὄσφρησις καὶ ὄψις καὶ ἀκοὴ ὁρᾷ καὶ ἀκούει, τὸ μὴ τὰς τοιαύτας ἔχον ἀρχὰς πῶς ἂν τὰ αὐτὰ ὑπὸ τῶν αὐτῶν κατὰ ταὐτὸ πείσεται; εἰ γὰρ καὶ τὰ αἰσθάνεσθαι δυνατὰ οὐχ ἁπλῶς ἀλλ’ ᾗ αἰσθητικὸν ἕκαστον διατίθεται, καὶ οὐ πρὸς τοῦ τυχόντος ἀλλ’ ἢ παρὰ τοῦ οἰκείου καὶ ἰδίου, σχολῇ γ’ ἂν τὰ ἀναίσθητα.2 δῆλον δὲ καὶ τῇ ἐναργείᾳ· ὁρῶμεν οὖν οὔτε τὸ φῶς ἢ τὸ σκότος οὔτε ὅλως χρῶμα ἢ ψόφον, καθὸ ὁρατὰ ἢ ἀκουστά, ποιοῦντα εἰς τὰ μὴ ὁρατικὰ ἢ μὴ ἀκουστικὰ τῶν σωμάτων τι. εἰ δέ τι ἐν φωτὶ ἢ ψόφῳ τῶν τοιούτων πάσχειν δοκεῖ, οὐχ ὑπὸ τούτων ἀλλ’ ὑπ’ ἐκείνων, ἐν οἷς ταῦτα ὑπόκειται· ὁ γὰρ μετὰ βροντῆς ἀὴρ σφοδρότερος κινηθεὶς τὸ ξύλον διίστησιν. οἱ μέντοι χυμοὶ καὶ τὰ ἁπτὰ προδηλότατα ποιοῦσιν εἰς τὰ σώματα· εἰ γὰρ μή, ὑπὸ τίνος ἂν πάσχοι τὰ ἄψυχα, εἰ ἀλλοιοῖτο; πλὴν οὐχ ὡς αἰσθητὰ εἰς αἰσθητικά, ἀλλ’ ὡς ἁπλῶς εἰς σώματα σώματα. μήποτε δὲ κατά τι καὶ ἐπὶ τῶν ἄλλων ὁ λόγος ἥξει· χρῶμα μὲν γὰρ καὶ ψόφος ἐν ἀέρι καὶ ὕδατι δρᾷ, διὰ δὲ τὸ τῶν δεξαμένων ἀόριστον μὴ παραμένοντος τοῦ πάθους οὐ δοκοῦσι ποιεῖν. ὀσμὴ δὲ δοκεῖ οὐ μόνον ἐν τούτοις, ἀλλὰ καὶ ἐν στερεωτέροις, τῷ μᾶλλον παραμένειν ὡς ὑλικώτερον, οἷον ὁ ἀὴρ ὄζει ὡς παθών τι· οὐδὲν γοῦν ἐστι τὸ ὀσμᾶσθαι παρὰ τὸ τὸν ἀέρα πάσχειν τι.3 ἀλλ’ οὖν διαφέρει· τὸ μὲν γὰρ ὀσμᾶσθαι αἰσθάνεσθαί ἐστι καὶ αἰσθητικοῦ· ὁ δὲ παθὼν ἀὴρ τοῦτο ταχέως μὲν αἰσθητὸς γίνεται, αἰσθητικὸς δ’ οὔ· οὐ γὰρ ἐν τούτῳ ἑαυτοῦ ὡς ἀλλοιουμένου συνῄσθετο. πάσχει μὲν οὖν ἕκαστον τῶν ἀψύχων ὑπὸ τῶν αἰσθητῶν οὐχ ὡς αἰσθανόμενον, ἀλλ’ ὡς καθ’ αὑτό, καὶ αὐτὸ γινόμενον αἰσθητόν· κατὰ γὰρ τὴν οὐσίαν αὐτὴν τὸ πάθος ὑπομένει· τὰ μέντοι αἰσθητικὰ κατὰ μόνην τὴν ὑπ’ αὐτῶν ἐνδιδομένην ἐνέργειαν. ἔτι τὸ μὲν ἁπλῶς εἰς τὰ σώματα πάθος ἀόριστον· οὔτε γὰρ ἀθρόως ἐγγίνεται καὶ ἐγγινόμενον οὐ τὸ αὐτὸ μένει, ἀλλ’ ἐν ἐπιτάσει καὶ ἀνέσει· πρὸς γὰρ τὸ ἐγγὺς ἢ πόρρω τοῦ θερμοῦ μᾶλλον ἢ ἧττον θερμαίνεται· ἡ δ’ αἴσθησις ἅμα τῇ προσβολῇ ἀθρόου συνήσθετο4 καὶ τὸ αὐτὸ ἴσχει πάθος καὶ τὴν κρίσιν τὴν ἐπ’ αὐτῷ ἀναλλοίωτον.
因为既然进行感觉乃是在运动之中,感觉器官便可以两种方式受动:其一,作为感觉器官受可感觉对象的现实活动作用;其二,作为身体受身体作用。例如,眼睛作为具感觉能力者将受颜色作用而凝聚与散开,但作为身体则将被火加热或灼伤;听觉亦将作为具感觉能力者受声音作用,而作为身体受空气剧烈且巨大的运动作用。因为既然运动与巨大的声音成比例地产生,耳中天然附着的听觉空气便因其压缩而受损;因为尽管声音与空气的运动并非同一事物,但声音绝非没有运动。因此,何以植物虽具有某种灵魂的部分且受可触知对象的作用(因为它们确实变冷变热),却并不进行感觉,这也是显而易见的。其原因在于它们不具有中道,亦不具有只接受可感觉对象之形式的此类原理,正如精气与感觉器官在动物中那样;正因如此,植物伴随质料而受动,并在身体的意义上发生性状改变。因为以此种方式受动者,并非依据作用者的质料,而是依据自身的质料在变化中发生转变。普遍而言,一切作用者或可将形式赋予受动者,却不会赋予质料;因为质料乃是单一且共同的。然而,既然受可触知对象的作用一般而言亦属于无灵魂的身体,人们或会产生疑难:在其他感觉对象上是否亦是如此?不具嗅觉能力者是否会受气味作用,或者不具视觉能力者是否会受颜色作用?或者说,人们起初根本就不应当产生此种疑难;因为如果气味属于嗅觉,声音属于听觉,其他诸项亦同此理,且嗅觉进行嗅闻,视觉与听觉进行观看与聆听,那么不具有此类原理的事物,如何能在同一方面受相同之物产生相同的受动?因为若连能够感觉的事物亦非单纯地受处置,而是作为各具感觉能力者受处置,且不是受任意偶然之物,而是受亲和与固有的对象作用,那么无感觉能力者就更不可能如此受动了。这一点由显明的事实亦可得知:因此我们看到,光或暗,乃至一般而言的颜色或声音,只要在其作为可见物或可听物的意义上,就绝不对非视觉或非听觉的身体产生任何作用。若此类事物中有某种看似在光或声音中受动,那并非受它们作用,而是受它们存于其中的那些事物作用;因为伴随雷声的空气更剧烈地运动,从而劈开了木柴。然而,滋味与可触知对象则极其明显地对身体起作用;若非如此,无灵魂之物若发生变质,究竟会受何者作用?只是它们并非作为可感觉对象作用于具感觉能力者,而是单纯作为身体作用于身体。然而在某种程度上,此种论理或许亦适用于其他诸项:因为颜色与声音确实在空气与水中起作用,但由于接受者的不定性,该受动并不留存,故看似不起作用。而气味不仅看似在这些介质中起作用,亦在更坚实的物体中起作用,因为作为较偏于质料者它留存得更久,正如空气闻起来有气味是由于承受了某种作用;闻到气味无论如何无非是空气承受了某种作用。但二者终究有别:因为闻到气味乃是进行感觉且属于具感觉能力者;而承受了此种作用的空气迅速变为了可感觉对象,却并未成为具感觉能力者;因为它并未在此受动中意识到自身正在变质。因此,无灵魂之物中的每一项受可感觉对象的作用,并非作为进行感觉者,而是作为其自身,且自身变为了可感觉对象;因为它是依其实体本身承受该受动;而具感觉能力者则仅依它们所赋予的现实活动而受动。此外,单纯发生于身体之上的受动是不定的;因为这受动既非一举产生,产生后亦非保持同一,而是在增强与减弱之中;因为根据与热源距离的远近,它受热或多或少;然而感觉在遭遇触碰的同时便一举予以自觉,保持相同的受动,并使其上的判别保持不变。
- 3.2.12τοῦτο μὲν ... τοῦτο δέ
用作副词性宾格,意为“其一……其二……”(或“一方面……另一方面……”),与前文的副词 διττῶς(以双重方式)相呼应并并列展开其具体内容。
- 3.2.12σχολῇ γ’ ἂν τὰ ἀναίσθητα
由习语 σχολῇ(“更不用说……不”、“绝不”)与表示潜能的 ἄν 以及动词(如 διατίθοιτο 或 πείσοιτο)的省略构成的句式。紧承前面的条件从句,构成举重明轻的反推否定结论:“无感觉能力者就更不可能[如此受动/受处置]了”。
- 3.2.12οὐδὲν γοῦν ἐστι τὸ ὀσμᾶσθαι παρὰ τὸ τὸν ἀέρα πάσχειν τι
介词 παρά 在此表示排除或比较(“除……之外”),相当于惯用句式 οὐδὲν ἄλλο ... παρά。此处引出一种朴素的观点(“闻到气味无非是空气承受了某种作用”),注解者随即以 ἀλλ’ οὖν διαφέρει(“但二者终究有别”)否定这种等同,进而强调感觉器官具有自觉性。
- 3.2.12ἀθρόου συνήσθετο
ἀθρόου 为中性单数属格,既可理解为受感知动词 συνῄσθετο 支配的宾格性属格(“自觉到整体/全部”),亦可理解为表示时间的副词性属格(“一举/立刻”)。它呼应了前文的副词 ἀθρόως,表明感觉认识具有即时且整体性把握对象的特征。
