- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:106.19-107.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者探讨了为何构成感觉器官的元素仅限于气与水,为何共同可感觉对象(运动、静止、形状、大小、数量)没有固有的感觉器官,并阐明了诸感觉的协同运作与通感的构造。
τούτοις ἐκεῖνο προσαπορητέον, τί δήποτε τριῶν ὄντων αἰσθητῶν, χρόας, ψόφου, ὀσμῆς ἐκ τριῶν στοιχείων,1 πυρὸς ἀέρος καὶ ὕδατος, μὴ καὶ τὰ αἰσθητήρια αὐτῶν ἐκ τοσούτων εἰσὶ στοιχείων, ἀλλ’ ἐκ τῶν δύο μόνον ἀέρος καὶ ὕδατος· ἔτι διὰ τί, εἴπερ τῶν αὐτῶν αἰσθητῶν διὰ πλειόνων γίνεται ἡ ἀντίληψις, οἷον χρώματος καὶ δι’ ἀέρος καὶ ὕδατος, καὶ αὖ πάλιν ψόφων τε καὶ ὀσμῶν διαπορθμευτικὰ τὰ αὐτά, μὴ ἐκ πλειόνων τὸ αὐτὸ καὶ ἓν αἰσθητήριον, οἷον τὸ ὀπτικὸν ἐξ ἀέρος καὶ ὕδατος· ὁμοίως καὶ ἀκοὴ καὶ ὄσφρησις. καὶ τὸ μὲν πρῶτον τῇ ἀναλογίᾳ λυθήσεται· τί γὰρ ἄτοπον, εἴπερ τὸ αὐτὸ στοιχεῖον, ὥσπερ διαφόρων αἰσθητῶν ἐστι διαπορθμευτικόν, οὕτω καὶ αἰσθητηρίων πλειόνων ποιητικόν. τὸ δὲ δεύτερον οὕτω· οὐκ ἐπειδὴ δύο τινῶν μεταξὺ τῶν αὐτῶν αἰσθητῶν ἡ ἀντίληψις γίνεται, ἀνάγκη καὶ διπλᾶ εἶναι τὰ αἰσθητήρια, ἀλλ’ ὥσπερ εἰ ἀνέλοι τις ἐπινοίᾳ τὸ ἓν τῶν μεταξύ, ἀρκεῖ εἰς τὴν τῶν αὐτῶν αἰσθητῶν διαπόρθμευσιν τὸ ὑπολειπόμενον ἕτερον, οὕτω καὶ παρ’ ἑνὸς τῶν στοιχείων ἀρκέσει πλείονα γενέσθαι αἰσθητήρια, εἴ γε δυνατὸν τὸ ἓν στοιχεῖον πλείοσιν αἰσθητηρίοις ἀρκέσαι. ἄλλως τε οὐδὲ δυνατὸν ἐξ ἄλλων τῶν ἁπλῶν στοιχείων ἢ παρὰ τῶν δύο ἀέρος καὶ ὕδατος γενέσθαι τὰ αἰσθητήρια. ἡ μὲν γὰρ κόρη ὕδατος, ἡ δὲ ἀκοὴ ἀέρος, ἡ δὲ ὄσφρησις ἀμφοτέρων τούτων· τὸ δὲ πῦρ ἢ οὐδενός, ὅτι δραστικὸν καὶ διὰ τοῦτο καὶ φθαρτικόν (πάσχειν γὰρ τὸ αἰσθητήριον ἀλλ’ οὐ ποιεῖν δεῖ), ἢ κοινὸν πάντων· οὐδὲν γὰρ ἄνευ θερμότητος αἰσθητικόν. κατὰ τὰ αὐτὰ δὲ καὶ ἡ γῆ ἢ οὐδενὸς ὡς μὴ τῶν ἔξω τινὸς ἀντιλαμβανομένη τῷ ἀντιφράττειν ἐκ τῆς παχύτητος, ἢ ἐν τῇ ἁφῇ μάλιστα μέμικται, ἐπειδὴ καὶ σὰρξ ταύτῃ τὸ αἰσθητήριον, καὶ ἡ ἀντίληψις γίνεται ἐμμεμιγμένων τοῖς αἰσθητηρίοις τῶν αἰσθητῶν. μήποτε δὲ καὶ ἀληθέστερον ᾖ τὸ σύνθετα ἐκ πάντων λέγειν, τῷ πλεονάζοντι δὲ κληροῦσθαι τὰ ὀνόματα. πλεονάζει γὰρ ἐν ἑκάστῳ τῶν ἁπλῶν ἢ τὸ ὕδωρ ἢ ὁ ἀήρ. διαφερόντως δὲ τοῦτο κατὰ τὸ ὄμμα ἔστιν ἰδεῖν· πέπηγε μὲν ἐκ καθαροῦ ὕδατος ἅπαν τὸ κρυσταλλοειδές, μετέχει δὲ καί τινος μετρίας θερμότητος καί τινος γεώδους παχύτητος. ἧττον δὲ τούτων ἡ ἀκοή· τοῦτο δέ ἐστιν ὁ ἐμμεμιγμένος τῇ μήνιγγι ἀήρ. Ἀλλὰ μὴν οὐδὲ τῶν κοινῶν αἰσθητῶν οἷόν τ’ εἶναι ἴδιον αἰσθητήριον· κοινὰ δὲ αἰσθητά, ὡς καὶ πρόσθεν ἐλέγετο, τὰ ταῖς πάσαις αἰσθήσεσιν ὑποκείμενα ἢ ταῖς πλείοσι. πέντε δὲ ταῦτα, κίνησις, στάσις, σχῆμα, μέγεθος, ἀριθμός. αἰσθανόμεθα δὲ τούτων πάντων κινήσει εἴτ’ οὖν μετὰ πάθους· καὶ μέγεθος μὲν καὶ σχῆμα κατὰ ταὐτόν τι· μέγεθος γὰρ τὸ σχῆμα. τὸ δὲ ἠρεμοῦν τῷ μὴ κινεῖσθαι· τοῦτο δὲ κοινὸν πάσαις αἰσθήσεσι, τὸ τὰς οἰκείας στερήσεις γινώσκειν ταῖς ἕξεσι. τὸν δὲ ἀριθμὸν τῇ ἀποφάσει τοῦ συνεχοῦς. ὅπως δὲ τοῦτο τελεώτερον καταμάθοιμεν, ἀνωτέρω τὸν λόγον ἐπαναλάβωμεν· οὐ καινὸν δὲ κἄν τι τῶν προρρηθέντων τοῖς ἑξῆς διὰ τὸ σαφὲς συλλαμβάνοιτο. παντὸς αἰσθητοῦ μία μὲν αἴσθησις καθ’ αὑτὸ ἀντιλαμβάνεται, αἱ δὲ ἄλλαι κατὰ συμβεβηκός, οἷον χρωμάτων ἡ μὲν ὄψις καθ’ αὑτό, αἱ δὲ ἄλλαι κατὰ συμβεβηκός· καὶ χυμοῦ δὲ καὶ ὀσμῆς ὡσαύτως. καὶ διὰ τὸ συνεργῆσαί ποτε ἅμα γεῦσιν καὶ ὅρασιν, ὁρῶσα ἡ ὄψις τόδε τι ὅτι ξανθόν, οἷον τὸ μέλι, οἶδεν ὅτι καὶ γλυκύ, καὶ γευόμενοι τοῦδε τοῦ γλυκέος οἴδαμεν ὅτι ξανθόν. ὅθεν καὶ εἰ μήποτε πρός τινι τύχοιεν συνεργήσασαι, ὡς καὶ πρόσθεν ἐλέγετο, οὐκ ἂν ἑκατέρα μονωθεῖσα γνοίη ἀμφότερα. τοῦτο δὲ γίνεται τῷ ὡς ἀπό τινος ἑνὸς σημείου τῆς κοινῆς αἰσθήσεως πλείους εὐθείας τὰς αἰσθήσεις προέρχεσθαι,2 ὧν αἱ ἐνέργειαι πάλιν εἰς τὸ κοινὸν πέρας ἀναπεμπόμεναι τὴν κρίσιν ἴσχουσιν.
关于这些问题,还必须提出如下疑难:既然颜色、声音和气味这三种可感觉对象源自火、气、水这三种元素,那么为何它们的感觉器官并非同样由如此多的元素构成,而仅仅由气与水这两种元素构成?此外,既然同一些可感觉对象的领会是通过多种媒介产生的(例如颜色既通过空气又通过水被领会,而同一些媒介又反过来传导声音和气味),那么为何同一种感觉器官不是由多种元素构成的(例如视觉器官由气和水构成,听觉与嗅觉亦同样如此)?第一点将通过比例关系得到解决:因为同一种元素正如传导不同的可感觉对象一样,以同样的方式产生多种感觉器官,这又有何荒谬之处呢?第二点则如下解决:并非因为同一些可感觉对象的领会是通过两种媒介产生的,感觉器官就必然是双重的;相反,正如某人若在观念上取消其中一种媒介,剩余的另一种媒介便足以传导同一些可感觉对象一样,同样,由一种元素产生多种感觉器官亦足以应付,如果单一元素确实能够足以满足多种感觉器官的话。此外,感觉器官甚至不可能由气和水这两种之外的其他单纯元素生成。因为瞳孔属于水,听觉属于气,嗅觉则属于这两者;而火要么不属于任何器官,因为它具有能动性,从而亦具有毁灭性(因为感觉器官必须承受作用,而非施加作用),要么为所有器官所共有(因为若无热量,便无物具有感觉能力)。同样,土要么不属于任何器官,因其质地稠密而起阻隔作用,从而不能领会外界的任何事物;要么土在触觉中混合得最多,因为肉是触觉的感觉器官,且领会是在可感觉对象与感觉器官相混合时产生的。不过,说感觉器官是由全部元素复合而成、但依其优势成分而获得名称,或许更为真实。因为在各〔器官〕中,单纯〔元素〕里要么水占优势,要么气占优势。这一点在眼睛上尤为显著:整个晶状体由纯水凝聚而成,但也分有某种适度的热和某种土性的稠密。听觉所含的这些成分较少;听觉即是与鼓膜相混合的气。 再者,共同可感觉对象不可能有其固有的感觉器官;而正如前文所说,共同可感觉对象就是隶属于全部感觉或多数感觉的对象。这些共有五个:运动、静止、形状、大小、数量。我们通过运动,亦即伴随着受动,来感觉所有这些对象;大小与形状乃是依循同一种东西被感觉的(因为形状即是某种大小)。静止的事物是通过未被运动而被感觉的(通过具有状态来认识各自固有的缺乏,这是所有感觉共有的);数量则是通过对连续性的否定而被感觉的。为了使我们能更完满地理解这一点,让我们从更上一层重新开始论述;为了清楚起见,即使将前述的部分内容与后文一同纳入考量,亦非奇事。对于每一种可感觉对象,有一种感觉依其自身予以领会,而其余感觉则偶性地予以领会,正如视觉依其自身领会颜色,而其余感觉则偶性地领会;滋味与气味亦是如此。而且,由于味觉与视觉曾经同时协同运作,视觉看到某物是黄色的(例如蜂蜜),便知道它也是甜的,而我们尝到这甜物,便知道它是黄色的。因此,正如前文所述,如果它们从未在某物上协同运作,那么各自孤立的感觉便不可能认识这两者。而之所以发生这种情况,是因为诸感觉如同多条直线一样从通感的一个单一点出发向前延伸,它们的操作又被送回至共同的终点,从而获得判定。
- 4.3.1τί δήποτε τριῶν ὄντων αἰσθητῶν, χρόας, ψόφου, ὀσμῆς ἐκ τριῶν στοιχείων, πυρὸς ἀέρος καὶ ὕδατος, μὴ καὶ τὰ αἰσθητήρια αὐτῶν ἐκ τοσούτων εἰσὶ στοιχείων
在由 τί δήποτε 引导的间接疑问句中,否定词 μή 与直陈式 εἰσί 连用。在古典希腊语中间接疑问句通常使用 οὐ,但后世希腊语中 μή 扩展至从属疑问从句;此处它直接否定直陈式动词,意为“为何它们并非……”。
- 4.3.1τοῦτο δὲ γίνεται τῷ ὡς ἀπό τινος ἑνὸς σημείου τῆς κοινῆς αἰσθήσεως πλείους εὐθείας τὰς αἰσθήσεις προέρχεσθαι
带与格冠词的不定式短语 τῷ ... προέρχεσθαι 表示原因或方式(“由于……/通过……”)。不定式 προέρχεσθαι 的逻辑主语为宾格 τὰς αἰσθήσεις,πλείους εὐθείας 作表语性宾格(“作为多条直线”),ὡς 则引导几何学比喻(“犹如从一个单一点出发”)。
