← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§102.20-103.32

无质料接受形式作为感觉一般的定义

本节借助印章与蜡的譬喻阐明了一般感觉作为“无质料地接受形式”的定义,并将其与纯粹的物理受动及镜中反光区分开来。解释了触觉中所引发的身体受动疑难,指明精气(普纽玛)乃共同感觉器官,并将可感觉对象的过度破坏感觉的原因解释为比例的解体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.12#1

Καθόλου δὲ περὶ πάσης αἰσθήσεως δεῖ λαβεῖν ὅτι ἡ μὲν αἴσθησίς ἐστι τὸ δεκτικὸν τῶν αἰσθητῶν ἄνευ τῆς ὕλης, οἷον ὁ κηρὸς τοῦ δακτυλίου ἄνευ τοῦ σιδήρου καὶ τοῦ χρυσοῦ δέχεται τὸ σημεῖον· λαμβάνει γὰρ τὸ χαλκοῦν ἢ χρυσοῦν σημεῖον, ἀλλ’ οὐχ ᾗ χαλκὸς ἢ χρυσός. ὁμοίως δὲ καὶ ἡ αἴσθησις ἑκάστη, οἷον ὑπὸ τοῦ ἔχοντος χρῶμα ἡ ὄψις, ἢ χυμὸν ἢ ψόφον ἡ γεῦσις καὶ ἀκοὴ 〈πάσχει〉, ἀλλ’ οὐχ ᾗ ἕκαστον ἐκείνων λέγεται ἀλλ’ ᾗ τοιονδί, κατὰ λόγον. εἰ γὰρ καθὸ χρυσῆ ἡ σφραγὶς ἢ σιδηρᾶ ὡμοίωται τῷ κηρῷ, γένεσις ἂν τοῦτο ἐλέγετο καὶ φθορά, γένεσις μὲν χρυσοῦ καὶ σιδήρου, φθορὰ δὲ κηροῦ. οὔκουν ὡς λευκῆς γινομένης τῆς αἰσθήσεως ἢ γλυκείας ἢ εὐώδους ἢ δυσώδους, ὅταν τοιούτων αἰσθάνηται, ἡ ἀντίληψις γίνεται, ἀλλ’ ὡς ἀΰλως καὶ γνωστικῶς καθαρῶς τοὺς λόγους αὐτῶν ἀποματτομένης, καὶ τοῦτ’ ἂν διαφέροι τῶν ἄλλων τὰ κατ’ αἴσθησιν ὑπὸ τῶν αἰσθητῶν πάσχοντα· τῶν γὰρ ἁπλῶς ὑπ’ αὐτῶν πασχόντων, ὡς ὑπὸ σωμάτων σώματα, καθάπερ ἀὴρ καὶ ξύλα ὑπὸ πυρός, τῷ τοῖς μὲν κατὰ τὸ εἶδος μόνον τὴν μετάληψιν καὶ τὴν πάθησιν γίνεσθαι, τοῖς δὲ καὶ [τὸ] τὴν ὕλην προσπάσχειν1 (πάσχει γὰρ καὶ κατ’ οὐσίαν ὑπὸ τοῦ πυρὸς τὸ ξύλον)· τῶν δ’ αὖ δεχομένων τὰ εἴδη ἀπαθῶν δὲ τὴν ὕλην οἷον ἐνόπτρων καὶ ἐκμαγείων τῷ τὰ μὲν ζωτικὴν ποιεῖσθαι τοῦ εἴδους τὴν μέθεξιν καὶ συγγινώσκειν τὸ πάθημα καὶ εἰδέναι τὸ πάθημα ὅ τι, τὰ δὲ οὔ. ἐπεὶ γὰρ τὸ αἰσθητὸν σῶμα, τοῦτο δ’ ἐξ ὕλης καὶ εἴδους, εἰ μὲν κατ’ ἄμφω δρᾷ, καὶ κατ’ ἄμφω πάσχει τὸ πάσχον, οὐκ ἔστι τοῦτο αἰσθάνεσθαι, ἀλλὰ πάθος ἁπλῶς ἐν σώματι ὑπὸ σώματος, κἂν ἐν ἐμψύχοις ἢ ἀψύχοις· εἰ δὲ καθ’ ἓν τὸ εἶδος, εἰ μὲν ζωτικῶς τὸ μεταλαβὸν καὶ κατὰ κρίσιν μετέσχηκεν, αἰσθητικὸν καλεῖται καὶ αἴσθησις, εἰ δὲ μόνον ἄζων καὶ κρίσεως ἄνευ ἐδέξατο τὴν τοῦ εἴδους ἐμφέρειαν, κάτοπτρον καὶ ἀνάκλασις. τεκμηριοῖ δὲ τὸ λεγόμενον τὰ γινόμενα· τὰ γὰρ εὐώδη ἢ δυσώδη οὐ τῷ εἴδει μόνῳ δρῶσι τὸν ἀέρα καὶ τὰ ἱμάτια, ὡς ἂν εἰ καὶ τὴν ὄσφρησιν, ἀλλὰ καὶ τῷ σώματι· οὐχ ἑτέρῳ γὰρ ἡ ὀσμὴ παραμόνιμος ἢ τῷ προσμεμῖχθαι καὶ οὐσίᾳ τινί. κατὰ ταῦτα καὶ τὰ χρωννύμενα τῶν ἱματίων πάσχει, καὶ οἱ χυμοὶ δὲ ὑλικώτεροι ἄλλοι ἄλλως τὸ σῶμα διατιθέασιν· οὐ γὰρ κατ’ αὐτὸ 〈τὸ εἶδος〉 τὰ γλυκέα τῶν ὑδάτων καὶ ἁλμυρὰ τοῖς σώμασι προσφερόμενα δράσουσιν. ὃ δὲ προσίσταται ἐπὶ τῆς ἁφῆς, ὅτι θερμοὶ καὶ ψυχροὶ γινόμεθα τοιούτων αἰσθανόμενοι καὶ ξηροὶ καὶ ὑγροί, οὐ καθ’ ἓν ἄμφω,2 ἀλλ’ ἡ μὲν αἴσθησις γνωστικῶς καὶ ὑπὸ μόνου ἐπεπόνθει τοῦ εἴδους· ἡ μέντοι σὰρξ οὖσα τὸ αἰσθητήριον ὑπὸ τοῦ συναμφοτέρου πάσχει τῷ φθάνειν ἅπαν σῶμα ὑπὸ τῶν εἰρημένων ἁπτῶν ποιοτήτων συντεθεῖσθαι καὶ διὰ ταῦτα πάσχειν. καὶ οὐ θαυμαστόν γε ἄλλως μέν γε ὑπὸ τῶν αἰσθητῶν τὴν αἴσθησιν διατίθεσθαι ἄλλως δὲ ὡς σῶμα τὸ αἰσθητήριον· ἄλλο γὰρ τὸ χρώμασιν ἢ θερμοῖς ἢ χυμοῖς εἶναι, καὶ ἄλλο τὸ αἰσθητοῖς. ὅθεν ἀναιρεῖται μὲν αἰσθητὸν ἀναιρουμένης αἰσθήσεως, χρῶμα δὲ μένει καὶ θερμὸν καὶ χυμὸς καὶ ψόφος. τὸ δὲ κοινὸν πασῶν αἰσθητήριον, ἐν ᾧ πρώτως ἡ τοιαύτη δύναμις καὶ εἰς ὃ τὰ τῶν αἰσθητηρίων πέρατα κατὰ ταὐτὸ συννενεύκασι, τὸ πνεῦμά ἐστι τὸ καὶ τῇ ἀλόγῳ ψυχῇ ὑποκείμενον καὶ πρῶτον τῆς λογικῆς ὄργανον. τοῦτό ἐστι μέν πως τὸ αὐτὸ καὶ ἐν τῇ αἰσθητικῇ δυνάμει, ἔστι δ’ ὡς οὔ· τῷ μὲν γὰρ ὑποκειμένῳ καὶ ἀριθμῷ ἕν, τὸ αἰσθητικὸν δ’ εἶναι καὶ τὸ σῶμά τι ἕτερον· καθὸ μὲν γὰρ πάντη εἴη ἐν σώματι τὸ πνεῦμα τὸ αἰσθανόμενον, μέγεθος ἔχει· οὐ μέντοι τό γε αἰσθητικῷ εἶναι 〈οὐδ’〉 ἡ αἴσθησις μέγεθός ἐστιν, ἀλλὰ λόγος τις καὶ δύναμις ἐκείνου. φανερὸν δὲ ἐκ τούτου καὶ διὰ τί ποτε τῶν αἰσθητῶν αἱ ὑπερβολαὶ φθείρουσι τὰς αἰσθήσεις, οἷον τὰ ὑπέρλαμπρα τὴν ὄψιν καὶ τὴν ἀκοὴν οἱ τῶν ψόφων σφοδρότεροι. ἂν γὰρ ᾖ ἡ κίνησις ἰσχυροτέρα, τοῦ αἰσθητηρίου ἐν συμμετρίᾳ ὄντος λύεται ὁ λόγος (τοῦτο δὲ ἦν αἴσθησις), ὥσπερ καὶ ἡ συμφωνία καὶ ὁ τόνος σφόδρα κρουομένων τῶν χορδῶν.

普遍而言,关于一切感觉,人们必须把握的是:感觉乃是无质料地接受可感觉对象者,正如蜡在没有铁和金的情况下接受戒指的印记;因为它接受青铜或黄金的印记,但并非作为青铜或黄金而接受。各感觉亦同样如此,例如视力受具有颜色者作用,滋味与声音分别作用于味觉与听觉,但并非在其每一项如其所称的意义上,而是根据比例,在其作为具有如此性质者的意义上受动。因为如果印章是在作为黄金或铁的意义上与蜡相似,这就应当被称为生成与毁灭,即黄金与铁的生成,以及蜡的毁灭。因此,当感知此类事物时,领悟并非通过感觉自身变白、变甜、变香或发臭而产生,而是通过在非质料的且纯粹认识性的意义上模印其比例而产生;在这一点上,因感觉而受可感觉对象作用者,当有别于其余事物。因为有别于单纯受它们作用的事物——正如物体受物体作用,如空气与木柴受火作用——在于对前者而言,分有与受动仅依其形式而产生,而对于后者而言,质料亦附带地承受作用(因为木柴受火作用也是在其本体上发生受动);而有别于虽接受形式却在质料上不受动的事物——如镜子与印模——则在于前者对形式进行生命性的分有,意识到该受动并知晓该受动是什么,而后者则不然。因为既然可感觉对象是物体,而物体由质料与形式构成,若它依二者而起作用,而受动者亦依二者而受动,这就不是感觉,而纯粹是物体在物体中受物体所致的受动,无论发生在有灵魂者还是无灵魂者之中;但若仅依形式之一者,分有者若是生命性地且依据判别而分有,就被称为具感觉能力者与感觉;若只是无生命且无判别地接受了形式的相似象,就被称为镜子与反光。而实际发生的事情也为所言作证:因为芳香或恶臭之物对空气和衣物起作用,并非仅依形式(如同对嗅觉那样),而且也依物体而起作用;因为气味能持久留存,无非是因其已掺入了某种实体。依此,被染色的衣物亦如此受动,而诸滋味由于更为偏于质料,亦以不同方式使身体发生性状改变;因为甜水与咸水施加于身体时,并非仅依形式本身起作用。至于在触觉上所造成的疑难,即我们在感知此类性质时自身也变热、变冷、变干与变湿,这二者并非依同一种关系发生:感觉乃是在认识性的意义上且仅受形式的作用;然而肉作为感觉器官,乃是受二者复合体作用,因为一切物体都已预先由上述可触知的性质所构成,且因此而受动。感觉以一种方式受可感觉对象的处置,而感觉器官作为物体以另一种方式受处置,这绝非怪事;因为具有颜色、热或滋味的存在,与作为可感觉对象之存在,乃是不同的。因此,感觉若被取消,可感觉对象即被取消,但颜色、热、滋味与声音仍然留存。而一切感觉的共同感觉器官——即此种能力最原初地内在其中,且诸感觉器官的末梢汇聚于同一处者——乃是精气(普纽玛),它既是非理性灵魂的基底,亦是理性灵魂的首要工具。这在某种意义上与感觉能力是相同的,但在某种意义上又不是;因为就基底与数目而言它是一,但作为具有感觉能力与作为某种物体则是不同的。因为只要进行感觉的精气完全处于身体中,它就具有量度;然而,作为感觉能力以及感觉本身并非量度,而是那个基底的某种比例与潜能。由此显而易见,何以可感觉对象的过度会毁灭诸感觉,例如过度明亮之物毁灭视力,而过于剧烈的声音毁灭听觉。因为若运动过于剧烈,在感觉器官处于匀称之中时,其比例便被破坏(而这就是感觉),正如琴弦被过于猛烈地弹拨时,谐音与张力便被破坏一样。

语法注2 条
  1. 3.2.12τῷ τοῖς μὲν κατὰ τὸ εἶδος μόνον τὴν μετάληψιν καὶ τὴν πάθησιν γίνεσθαι, τοῖς δὲ καὶ [τὸ] τὴν ὕλην προσπάσχειν

    该结构承接前文的 καὶ τοῦτ’ ἂν διαφέροι τῶν ἄλλων τὰ κατ’ αἴσθησιν ὑπὸ τῶν αἰσθητῶν πάσχοντα(因感觉而受可感觉对象作用者,当有别于其余事物)。定冠词与格不定式短语 τῷ ... γίνεσθαι ... προσπάσχειν 表示相对于 τῶν γὰρ ἁπλῶς ὑπ’ αὐτῶν πασχόντων(单纯受它们作用者)产生差异的标准或原因(原因/关系与格)。随后紧接着的 τῷ τὰ μὲν ζωτικὴν ποιεῖσθαι ... τὰ δὲ οὔ 亦以完全平行的结构作与格短语,说明相对于 τῶν δ’ αὖ δεχομένων τὰ εἴδη(接受形式者)的差异。

  2. 3.2.12ὃ δὲ προσίσταται ἐπὶ τῆς ἁφῆς, ὅτι θερμοὶ καὶ ψυχροὶ γινόμεθα τοιούτων αἰσθανόμενοι καὶ ξηροὶ καὶ ὑγροί, οὐ καθ’ ἓν ἄμφω

    句首的关系从句 ὃ δὲ προσίσταται ἐπὶ τῆς ἁφῆς(至于在触觉上立为疑难者)是提前提出的话题标记,其具体内容由随后的 ὅτι 从句解释。主句省略了谓语动词,应补充理解为 οὐ καθ’ ἓν ἄμφω [γίνεται](二者并非依同一种关系发生)。其后的 ἀλλ’ ἡ μὲν αἴσθησις ... ἡ μέντοι σὰρξ ... 则进一步解释了其理由与区分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:102.20-103.32